Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.353.1
Not analysed yet
ἐξακρίζειν Εὐριπίδης φησίν. ἕτερος δέ τις ἐπήκρισε φησὶν ἀντὶ τοῦ ἐπάκρον ἤγαγε καὶ τέλος ἐπέθηκεν. οἱ δὲ παλαιοὶ φασὶ καὶ οὕτως. ἄκριες, λόφοι ὀρῶν οἱ καὶ ἄμβωνες, ὧν πολλὴ ἡ χρῆσις. φησὶ γοῦν Αἴλιος Διονύσιος. ἄμβωνες, λόφοι ὀρῶν, καὶ ἴτυς πᾶσα καὶ οἷον ὀφρὺς καὶ ὑπεροχή. καὶ χείλη δὲ λοπάδων. οἷον. πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξας. ἐῤῥέθη δὲ καὶ ἐπὶ μορίου γυναικείου ὁ ἄμβων. φέρεται δὲ καὶ ὅτι ἄμβων, λοπάς. καὶ ἡ τῆς λοπάδος ἐνδοτάτω ὀφρύς. καὶ τὰ χείλη. καὶ ὀρῶν λόφοι. προσαναβάσεις. ὑπεροχαί. καὶ αἱ τοῖς κοιλώμασι περικείμεναι ὀφρῦς. Ἡρόδοτος δὲ τὰς ἄκριας ἄκρια οὐδετέρως φησὶν ἐν τῷ, οἱ μὲν εἶχον τὰ περὶ τὴν πόλιν καὶ τὸ πεδίον. τὰ δ' ὑπεράκρια ἔδοσαν Καρσί. δοκεῖ δὲ ὥσπερ κιθάρα κίθαρις, οὕτως εἶναι καὶ ἄκρη ἄκρις Ἰωνικῶς. (Vers. 404.) Τὸ δὲ ἀΰπνους ἄμμε τίθησθα, φανερῶς τὸ ἄμμε δυϊκὸν ἀντὶ πολλοῦ πλήθους λαμβάνει κατὰ διαφορίαν Ἰωνικὴν. (Vers. 413.) Ὅτι ἐπεί περ οἱ Κύκλωπες ἀπατηθέντες πρὸς τὸ Οὖτις ὄνομα, εἶπον. εἰ μὲν δὴ μή τίς σε βιάζεται, οὐκ ἔστιν ἡμᾶς ἀμύνασθαι, πάνυ Ὀδυσσεὺς ἐχάρη. φησὶ γοῦν. ὡς ἂρ ἔφαν ἀπιόντες, ἐμὸν δ' ἐγέλασε φίλον κῆρ, ὡς ὄνομ' ἐξηπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων. Ἔστι δὲ τὸ ἐγέλασε φίλον κῆρ ἀνάπαλιν πρὸς τὸ, ἐκ δ' ἐγέλασεν. ἐκεῖνο μὲν γὰρ ἀντὶ τοῦ ἔξω καὶ κατὰ μόνα χείλη; ἢ καὶ ἐμφανῶς. τοῦτο δὲ ἀντὶ τοῦ, κρυφῇ ἔνδον, κατὰ τὸ ἀνέκφερον. Τὸ δὲ ἀπιόντες, πρὸς ἀσφάλειαν πλείω κεῖται, δῆλον γὰρ ὡς εἴπερ μὴ ἀπιόντες ἔλεγον ἀλλ' ἱστάμενοι, ἐπέστησεν ἂν ὁ Κύκλωψ, καὶ διευκρινήσας, ὅπερ εἶπεν, ἔβλαψεν ἂν οὕτω τοὺς ἐχθρούς. δόξοι δ' ἂν τὸ, ἐμὸν δ' ἐγέλασε φίλον κῆρ καὶ ἑξῆς, καὶ Ὁμηρικὸς ἐμφαίνειν χαρὰν ἐπὶ τῇ δεξίᾳ πλάσει τοῦ τοιούτου σοφίσματος. (Vers. 415.) Ὅτι τὸ, Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι, παρήχησίν τινα παραλαλεῖ καινοτέραν, οὐ σπουδασθεῖσαν ἴσως ἀλλὰ εἰκῇ καὶ οὐκ ἐκ περιέργου παραπεσοῦσαν, διὰ τὸ τῶν ὁμοιοφώνων λέξεων καίριον. ὥς που καὶ παρὰ Ἱμερίῳ ἔχει τὸ, κοιμίζει μὲν δῆμον κυμαίνοντα. ὅπερ ὁμοίως ἔχει τῷ, κοίμησε δὲ κύματα δαίμων. καὶ, Φυλέα φίλον μακάρεσσι θεοῖσι. καὶ, ἔκειτο ἐν φύλλοις φίλον τετιημένος ἦτορ. τὸ μέντοι, εἰ μὲν δὴ μή τίς σε βιάζεται καὶ τὸ μῆτις ἀμύμων, οὐ κατὰ ταῦτα μὲν, παρηχεῖ δ' ὅμως καὶ αὐτὸ κατά τινα παρήχησιν ἀλλόφυλον. ὁποῖόν τι καὶ τὸ, τῷ δ' ἄρα πέμπῳ πέμπε νέεσθαι. καὶ, ἐπὶ Ἴρῳ ἦρα φέρων. καὶ, νῆα παρὲξ ἐλάαν ἐπεὶ φέρτερον ἓξ ἑτάρους ποθεῖν. ἐφ' οἷς πολλάκις τῷ λόγῳ παραπίπτουσιν, οὐδένα χρὴ προστρίβεσθαι ψόγον τοῖς ῥήτορσι. Τὸ δὲ ὠδίνειν κυρίως ἐπὶ γυναικῶν τεθειμένον σφοδρὰν ἐνταῦθα ὀδύνην δηλοῖ. ἡ δὲ ἐπιφορὰ τοῦ ὀδύνῃσι πρὸς διαστολὴν τοῦ ἐπὶ τόκῳ ὠδίνειν. Τοῦ δὲ ᾠκειῶσθαι τῇ ὠδῖνι τὰς ὀδύνας δηλωτικὸν καὶ ἡ ἐν Ἰλιάδι παραβολὴ, τὸ, ὡς δ' ὅτ' ἂν ὠδίνουσαν ἔχῃ βέλος καὶ ἑξῆς. (Vers. 416.) Ὅτι ὁ Κύκλωψ μετὰ τὴν τύφλωσιν χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων. αὐτός δ' εἰνὶ θύραις καθέζετο χεῖρε (Vers. 417.) πετάσας ὅ ἐστιν ἁπλώσας. ὃ καὶ ἐπὶ Ὀδυσσέως ἐλέχθη, ὁπηνίκα ἐνήχετο. ἐκάθετο δὲ οὕτως, εἴ τινά που μετ' ὄεσσι λάβοι στείχοντα θύραζε. οὕτω γάρ πού με ἤλπετο ἐνὶ φρεσὶ νήπιον εἶναι. αὐτὰρ ἐγώ φησι βούλευον, ὅπως ὄχ' ἄριστα γένοιτο. ἤγουν εἴ τινα ἑτάροισι θανάτου λύσιν καὶ ἐμοὶ αὐτῷ (Vers. 422.) εὑροίμην. Καὶ ὅρα τὸ εὑροίμην μέσου ἀορίστου δευτέρου τοῦ εὑρόμην. ὡς τὸ, τάδε σοῦ θανόντος εὑρόμην. ἐξ οὗ καὶ τὸ εὑρέσθαι ἀπαρέμφατον. τοῦ γὰρ εὑράμην καὶ τοῦ εὕρασθαι οὐκ ἔστι χρῆσιν εὑρεῖν. (Vers. 416.) Καὶ ὅτι τὸ τῶν θυρῶν ὄνομα ἐπὶ τοῦ ἀθυρώτου σπηλαίου πλεονάζει παρὰ τῷ ποιητῇ. (Vers. 420.) καὶ ὅτι τὸ βουλεύειν ἐνεργητικῶς κἀνταῦθα κεῖται. (Vers. 416.) Καὶ ὅτι τὸ χερσὶ ψηλαφᾶν πρὸς διαστολὴν ἑτέρων εἴρηται ψηλαφήσεων. ἐπὶ δὲ τούτοις φησὶν Ὀδυσσεὺς καὶ ὡς πάντας δόλους καὶ μῆτιν ὕφαινον ὥστε περὶ ψυχῆς. μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν. (Vers. 422.) ἔνθα τὸ μὲν πάντας δόλους ἀντὶ τοῦ πολλοὺς κεῖται. ἢ καὶ ἄλλως, πάντας τοὺς περὶ τοῦ προκειμένου πράγματος. Τὸ δὲ ὡς περὶ ψυχῆς εἰς παροιμίαν ἐτέθη. κείμενον καὶ ἐν Ἰλιάδι ἔνθα τὸν περὶ ψυχῆς δρόμον θέειν ὁ Ἕκτωρ λέγεται. (Vers. 423.) ταῦτα δὲ ῥηθείη ἂν καὶ ἐπὶ παντὸς ἀνδρὸς κινδύνῳ περιπεσόντος. (Vers. 419.) Ἐν δὲ τῷ, ἐνὶ φρεσὶ νήπιον εἶναι, ἀναγκαία ἡ τῆς διαστολῆς θέσις, ἵνα τὸ ἐπαγόμενον νοοῖτο, νήπιον εἶναι. καὶ μὴ ἄλλως ἤπιον. (Vers. 442.) Ἐν τούτῳ δὲ Ὀδυσσεὺς νήπιον τὸν Κύκλωπα εἶναι εἰπὼν εἰ οὕτω νήπιον τοῦτον ἐκεῖνος οἴεται, προϊὼν καὶ ἄλλως νήπιον φανερῶς ἐκεῖνον σκώψει, ἐν οἷς οὐκ ἐνόησε τὴν τοῦ Ὀδυσσέως μηχανήν. ὁ δὲ καὶ ἄλλως ἐκ πολλῶν ἐφάνη τοιοῦτος εἶναι καθὰ καὶ προείρηται. ὅς γε καὶ νῦν τοὺς Κύκλωπας δυνάμενος συγκαλέσασθαι καὶ ὑπὸ φωτὶ λαμπρῷ