# Commentarii ad Homeri Odysseam 1.354.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.354.1

ἡμέρας ἰχνηλατήσειν τοὺς βλάψαντας, οὐδ' αὐτὸ ἐνόησεν. εἰς λύσιν οὖν (Vers. 424.) πολλῶν τοιούτων ἀποριῶν ἐπιφωνεῖται τῷ Κύκλωπι τὸ, νήπιος. τοιοῦτος γὰρ φαίνεται εἶναι ὁ ἀνὴρ εὐηθικὸς κατὰ τὸν φίλον αὐτῷ κριὸν, ὃν καὶ ὁμοφρονεῖν ἐθέλει αὐτῷ. (Vers. 426.) Ὅτι πολλὰ βουλευσάμενος Ὀδυσσεὺς φησίν. ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. ἄρσενες ὄϊες ἦσαν ἐϋτρεφέες δασύμαλλοι καλοί τε μεγάλοι τε (Vers. 427.) ἰοδνεφὲς εἶρος ἔχοντες, ὅ ἐστι μέλαν ὡς καὶ ἐν ἄλλοις κεῖται. οὓς ἀκέων συνέεργον ὅ ἐστι συνεῖργον, συνεδέσμουν, ἐϋστρεφέεσσι λύγοισι. τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς. σύντρεις αἰνύμενος. ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε, τὼ δ' ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους. (Vers. 431.) τρεῖς δ' ἕκαστον φῶτ' ὄϊες φέρον. ἤτοι ἐβάσταζον. φοράδην ἦγον. κυριολεκτεῖται γὰρ νῦν τὸ φέρειν. αὐτὰρ ἔγωγε ἀρνειὸς γὰρ ἔην μήλων ὄχ' ἄριστος ἁπάντων, τοῦ, κατὰ νῶτα λαβὼν, λασίην (Vers. 433.) ὑπὸ γαστέρα ἐλυσθεὶς ὅ ἐστι κρυβεὶς, εἰληθεὶς, (Vers. 434.) κείμην ἤτοι ἐκρεμάμην. γενικῶς καὶ νῦν εἰπεῖν. αὐτὰρ χερσὶν ἀώτου ἤγουν ἐρίου ὡς ἀλλαχοῦ ἐγράφη (Vers. 435.) θεσπεσίοιο διὰ τὸ καὶ δασὺ καὶ ἁπαλὸν, νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ. ἦν γὰρ ἀληθῶς ἀνδρὸς τλήμονος, οὕτως εἰληθέντα καὶ τοῦ μαλλοῦ ἀπαιωρηθέντα μένειν ἐχόμενον. ἀναγκαίως δὲ γίνεται τοῦτο, ἵνα τε εἴη ὁ λύσων τοὺς ἑταίρους ἐκ τῶν δεσμῶν αὐτὸς ἄδετος ὢν, καὶ ὅτι οὐδὲ εἶχεν αὐτὸς ἕτερον τὸν συνδήσοντα. ἀλλὰ τοῦτο μὲν ἐσαύριον πρωΐ. τότε δέ φησι, στενάχοντες ἐμείναμεν ἠῶ δῖαν. (Vers. 425.) Εὐτρεφέες δὲ ὄϊες ἐνταῦθα καὶ καλοὶ καὶ μεγάλοι πλάττονται, ἐπεὶ καὶ τοιούτων χρεία τῷ Ὀδυσσεῖ, ἵνα σύντρεις λαμβάνων τοιούτους καὶ συνείργων λύγοις, σώζῃ τῷ μέσῳ ἕκαστον τῶν περισεσωσμένων ἑταίρων. (Vers. 432.) Τὸν μέντοι δεδηλωμένον ἀρνειὸν μήλων ἁπάντων ὄχα ἄριστον λέγει, πιθανευόμενος τὸ δι' ἑνὸς καὶ μόνου αὐτοῦ σωθῆναι τὸν Ὀδυσσέα. τοῦτον δὲ τὸν ἀρνειὸν καὶ λαχμῷ στείνεσθαι μετ' ὀλίγα ἐρεῖ. καὶ μακρὰ βιβάντα διὰ τὸ μέγεθος. ὁποῖον δή τί που καὶ ἐν Ἰλιάδι περὶ τοῦ Αἴαντος ἔφη. (Vers. 435.) Ὅρα δὲ καὶ ὅτι ὄϊες ἐνταῦθα οὐ θηλυκῶς κατὰ Ἴωνας, ἀλλὰ πρὸς γένος ἀρσενικὸν ἐγράφη. ὡς δηλοῖ τὸ, καλοί τε μεγάλοι τε. καὶ τὸ, τοὺς ἀκέων συνέεργον. τοὺς μέντοι λύγους θηλυκῶς προήγαγεν. ὡς δῆλον ἐκ τοῦ, ἐφ' αἷς Κύκλωψ εὗδε. (Vers. 427.) Λύγος δὲ, ὡς καὶ ἐν Ἰλιάδι, φυτὸν εὔστροφον. καὶ ὡς ἀπ' αὐτοῦ ἐκείνου εἰπεῖν, εὐλύγιστον. ὃ δὴ καὶ ἄγνος λέγεται παρ' Ἀττικοῖς. φησὶ γοῦν Αἴλιος Διονύσιος. ἄγνον ἀρσενικῶς, οὐ λύγον καλοῦσιν Ἀττικοί. φέρει δὲ καὶ χρῆσιν Πλάτωνος ταύτην. ἥ, τε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφὴς καὶ ὑψηλὴ καὶ τοῦ ἄγνου τό τε ὕψος καὶ τὸ σύσκιον πάγκαλον. δοκεῖ δὲ καὶ τὸ λυγρὸν ἀπὸ τοῦ τοιούτου γίνεσθαι λύγου, ὡς μετ' ὀλίγα ῥηθήσεται. λύγου δὲ πάντως παράγωγον καὶ τὸ λυγίζειν καὶ ὁ ἐξ αὐτοῦ λυγισμός. ἐξ οὗ τέτραπται καὶ ὁ κατὰ τὰς ὀρχήσεις. οὗ χρῆσις παρὰ τῷ κωμικῷ. (Vers. 425.) Οὐ ζατρεφέας δὲ ὄϊας λέγει ἀλλ' εὐτρεφέας, φώκαις γὰρ ἀπενεμήθη τὸ ζατρεφές. ἴσως δὲ καὶ ἐπίτηδες ὁ ποιητὴς ἀντέφρασε παρηχητικῶς διὰ γλυκύτητα τοῖς εὐστρεφέσι λύγοις τὰς εὐτρεφέας ὄϊς. (Vers. 427.) Ὅτι δὲ κλώσματος εἶδος τὸ στρέφειν ἐνταῦθα, δηλοῖ καὶ ὁ εἰπὼν στρεψίμαλλον ὄϊν τὴν ὡς εἰπεῖν κλωστόμαλλον. ὅθεν στρεψιμάλλους ἐκάλουν οἱ παλαιοὶ τοὺς περιλαλοῦντας καὶ κακοσχόλως φράζοντας, λαβόντες τὸ σκῶμμα ἀπὸ ἐρίων συνεστραμμένους μαλλοὺς ἐχόντων καὶ οὕτω δυσλύτων. Τὸ δὲ δασύμαλλον καὶ εὐτραφὲς καὶ τὸ μακρὰ βιβάντα μεταλαμβάνων ὁ ποιητὴς καὶ ταναΰποδα καὶ πίονα δημῷ καὶ καλλίτριχα τὰ τοῦ Κύκλωπος μῆλα φησίν. (Vers. 429.) Ὅτι δὲ ὁ πέλωρ καὶ πέλωρος λέγεται καὶ πελώριος φαίνεται μυριαχοῦ. (Vers. 428.) Τὸ δὲ σύντρεις, Ἀττικὸν, καθὰ καὶ τὸ σύνδυο. σὺν τρεῖς δὲ εἰπεῖν τῆς κοινῆς ἔστι φράσεως. οὕτω δὲ μετὰ τῆς ςυν προθέσεως λαλεῖται καὶ τὸ οὐδὲ ξυνεείκοσι φωτῶν. (Vers. 430.) Τὸ δὲ ἕτερος ἑκάτερθεν ἴτην δηλοῖ φανερῶς ὡς ἐπὶ δύο μὲν λέγεται τὸ ἑκάτερος, ἐν δὲ τῷ ἕτερος ἐκ τῶν δύο δηλοῦται τὸ ἕν. ἔστι δὲ ταυτὸν εἰπεῖν ἕτερος ἑκατέρωθεν καὶ δύο ἑκατέρωθεν. (Vers. 431.) ἤγουν εἷς ἔνθεν καὶ εἷς καὶ ἐκεῖθεν. τοῦτο δὲ ὅμοιον ὡς εἰ καὶ εἶπεν ὅτι οἱ δὲ δύο ἑκατέρωθεν ἢ ἑκάτερος ἑκατέρωθεν ἐπορεύοντο. τὸ γὰρ ἕτερος ἑκατέρωθεν δύο πάντως δηλοῖ. ἔστι δὲ πάντων τούτων σαφεστέρα ἡ Ὁμηρικὴ φράσις καὶ κρείττων τριχῇ ἐστραμμένη. ἁπλούστερον μὲν γὰρ τὸ, σύντρεις αἰνύμενος. διασαφητικὸν δὲ τούτου τὸ, ἕτερος ἑκάτερθεν τοῦ μέσου ἴτην. αὐτοῦ δὲ πάλιν ἐφερμηνευτικὸν τὸ, τρεῖς δὲ ἕκαστον ἔφερον. ἵνα εἷς μὲν εἴη ὁ μέσος, δύο δὲ ὁ ἕτερος ἑκάτερθεν. (Vers. 439.) Ὅτι ἐν τῷ, θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκοὺς, συλληπτικῶς τὸ μηκᾶσθαι καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
