# Commentarii ad Homeri Odysseam 1.355.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.355.1

τὰς ὄϊς δηλοῖ, ἐφ' ὧν τὸ βληχᾶσθαι κυριολεκτεῖται. τὸ γάρ τοι μηκᾶσθαι κυρίως ἐπὶ αἰγῶν λέγεται. Τὸ δὲ ἀνήμελκτοι, ἐκ τοῦ ἀνάμελκτοι ἐμηκύνθη κατὰ τροπήν. ὡς καὶ ἐκ τοῦ ἀλέγω τὸ ἀπηλεγέως γίνεται. (Vers. 440.) Ἰστέον δὲ ὡς λυπεῖ τὰ ὡς ἐῤῥέθη ἀνήμελκτα ζῷα ὁ τοῦ γάλακτος πλεονασμὸς διατείνων τοὺς μαστούς. ὡς δηλοῖ καὶ τὸ, οὔθατα γὰρ σφαραγεῦντο. περὶ οὗ πρὸ βραχέων εἴρηται. (Vers. 441.) Ὅτι Κύκλωψ ὀδύναις κακαῖς τειρόμενος πάντων ὀΐων ἐπεμαίετο νῶτα, ὅ ἐστιν ἐζήτει χερσὶ δηλαδὴ ψηλαφῶν ὡς προεῤῥέθη, ὀρθῶν ἑσταότων. τὸ δὲ, (Vers. 442.) νήπιος οὐκ ἐνόησεν, ὡς ὑπ' εἰροπόκων ὀΐων στέρνοισι δέδεντο, ἐξιόντων δηλαδὴ τοῦ σπηλαίου πρὸ τοῦ Ὀδυσσέως (Vers. 444.) ὃς οὕτω φιλεταῖρος ἦν, ὡς ἐν ὑστέρῳ τῶν φίλων τὸ αὐτοῦ τίθεσθαι ἀσφαλές. διὸ καὶ πρώτους ἐκείνους ὑπεξαγαγὼν τοῦ σπηλαίου εἶτα ὕστερος ἐξῆλθε. φησὶ γοῦν. (Vers. 445.) ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε λαχμῷ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι. ᾧ ἀντίκειται κατὰ τοὺς παλαιοὺς ὁ χαῦνος, ὃς δι' αὐτὸ καὶ ἀραιὰς φρένας ἔχοιτ' ἄν. εἰ δὲ τὸ ἀρεὸν πλείονα δοκεῖ τόπον κατέχειν τοῦ τὴν αὐτὴν ὁλκὴν ἔχοντος πυκνοῦ, καὶ διατοῦτο καὶ πεπληθύνθαι δοκεῖ, τάχ' ἂν ἐντεῦθεν δόξοι ληφθῆναι παρ' Ἡσιόδῳ τὸ φρένας ἀφνειὸν εἰπεῖν τὸν μωρὸν ἀντιφραστικῶς, οἷα μὴ πυκινὸν ἀλλὰ χαῦνον καὶ ἀραιὸν καὶ οὕτω δοκοῦντα πληθύνεσθαι πλατικώτερον. Λέγει δὲ νῦν λαχμὸν τὴν ἐκ τῆς λάχνης λασιότητα. λαμβάνεται δέ ποτε ἡ λέξις καὶ ἐπὶ τοῦ λαχάνειν. οἱ δὲ παλαιοὶ φασὶ κάλλιον ἐνταῦθα γράφειν λάχνῳ κατὰ Ἡρῳδιανὸν ἀπὸ παρωνυμίας τοῦ λάχνη, ὃ δηλοῖ τὴν τρίχωσιν καὶ δασύτητα. (Vers. 446.) Εἶτα δεικνὺς ὁ ποιητὴς ὡς πρώτῳ αὐτῷ κατώρθωται διαλέγεσθαι τοῖς ἀλόγοις ζῴοις ὡς φρονοῦσι ποιεῖ τὸν Κύκλωπα προσλαλοῦντα κατὰ ἠθοποιΐαν τῷ μεγάλῳ ἀρνειῷ, εἰπών. τὸν δ' ἐπιμασσάμενος προσεφώνει κρατερὸς Πολύφημος. κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων ὕστατος; οὔτι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν, ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενα ἄνθεα ποίης μακρὰ βιβάς. πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις. πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀποναίεσθαι ἑσπέριος. νῦν αὖτε πανύστατος, ἢ σύ γ' ἄνακτος ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξελάωσε σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ, Οὖτις; ὃν οὔπω φημὶ πεφυγμένον εἶναι ὄλεθρον εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο, εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος (Vers. 457.) ἠλασκάζει. ὅ ἐστιν ἀλᾶται. ἀλυσκάζει. ἐκφύγει. τῷ καί οἱ ἐγκέφαλός γε ποτὶ σπέος ἄλλυδις ἄλλῃ θεινομένου ῥαίοιτο πρὸς οὔδει. κὰδ δ' ἐμὸν κῆρ λωφήσειε κακῶν, (Vers. 460.) τά μοι οὐτιδανὸς πόρεν Οὖτις. ὅπερ ἔοικε σκωπτικῇ παρηχήσει. ὡς τοῦ κατὰ τὸν Ὀδυσσέα Οὔτιδος, παρονομαζομένου τῇ οὐτιδανότητι. ὁποῖόν τι καὶ τὸ, Οὖτις ὃν οὔπω φημὶ πεφυγμένον εἶναι ὄλεθρον. ἐχρῆν γὰρ εἰπεῖν πεφυγμένον εἶναι ὀλέθρου. κατὰ τὸ, οὐδ' ἔνθα πεφυγμένος ἦεν ἀέθλων. (Vers. 442.) Τὸ δὲ νήπιος οὐκ ἐνόησε, σημειοῦται καὶ αὐτὸ σὺν τοῖς προλεχθεῖσι τὴν τοῦ Πολυφήμου ἀφροσύνην. ὃς δέον ὂν ἀκριβῶς ψηλαφᾶν τὰ μῆλα, ὁ δὲ, μόνα τὰ νῶτα ἠρεύνα ἐπιμαιόμενος ὡς ἐῤῥέθη. ὅπερ ὅμοιόν ἐστι τῷ ἐπιμασσάμενος. (Vers. 444.) Τοῦ δὲ ὕστατος ἐπίτασις τὸ πανύστατος. (Vers. 445.) τὸ δὲ λαχμῷ στεινόμενος πάλιν πολλὴν εἶναι καὶ τὴν τοῦ ἀρνειοῦ δηλοῖ τρίχωσιν ὡς καὶ στενοχωρεῖν ἐκεῖνον. διὸ καὶ μόνος αὐτὸς εἶχε πιθανῶς φέρειν τὸν Ὀδυσσέα στρεφθέντα περὶ αὐτόν. Τὸ δὲ καὶ ἐμοὶ πυκινὰ φρονέοντι, ἔχει τι ἀστεϊσμοῦ. ὡς τοῦ κριοῦ, τῷ πυκινῷ τε λαχμῷ στεινομένου, καὶ τῷ πυκινῷ Ὀδυσσεῖ. οὗ περίφρασίς ἐστι τὸ, πυκινὰ φρονέοντι. ὅπερ ἁπλοϊκῶς κεῖται εἰς ἔπους ἀναπλήρωσιν καὶ προσωπικὴν σύστασιν. (Vers. 446.) Τὸ δὲ ἐπιμασσάμενος, ἀπὸ ἐνεστῶτος γίνεται τοῦ μῶ μάσω. ἐξ οὗ παράγωγον τὸ, ἐπεμαίετο νῶτα. (Vers. 447.) Πέπονα δὲ τὸν κριὸν εἰπεῖν, ἁπλοῦ καὶ αὐτὸ ἤθους καὶ ἀφελοῦς καὶ ὑπό τι νηπίου. τοιοῦτος γὰρ ὁ ξείνους μὲν μὴ φιλῶν κριῷ δὲ πέπονι χρώμενος. (Vers. 449.) Τὸ δὲ πολὺ πρῶτος νέμεαι, καὶ πρῶτος ῥοὰς ποταμῶν ἀφικάνεις, καὶ πρῶτος εἰς σταθμὸν ἀπέρχῃ, κτίλον τε εἶναι τὸν κριὸν ἐμφαίνει, καὶ κάλλος δὲ ἔχει κατὰ ἐπαναφορὰν, διὰ τὴν τοῦ πρῶτος ἐπανακύκλησιν. (Vers. 450.) Τὸ δὲ ῥοὰς ποταμῶν, πολλοὺς εἶναι ποταμοὺς δηλοῖ τῇ γῇ τῶν Κυκλώπων. (Vers. 451.) Σταθμὸν δὲ καὶ νῦν τὴν ἀγροτικὴν οἴκησιν λέγει. (Vers. 452.) Ἀπονέεσθαι δὲ, τὸ ἐπανελθεῖν. (Vers. 452.) Τὸ δὲ ἐξαλάωσε, περιττὴν ἔχει τὴν πρόθεσιν. ἀλλαχοῦ γὰρ ὃν ὀφθαλμοῦ ἀλάωσεν ἔφη. (Vers. 453.) Λυγροὺς δὲ ἑταίρους, τοὺς κακοὺς, ὅ ἐστι δειλούς. κυρίως δὲ τὸ λυγρὸν χαλεπόν ἐστι. καὶ, ὡς εἰπεῖν, ψυχρὸν καὶ θανάσιμον. ὡς καὶ σίδηρος ψυχρὸς ὁ θανατοποιός. καὶ γίνεται ἡ λέξις παρὰ τὸν πρὸ ὀλίγων ῥηθέντα λύγον, ἵνα ᾖ λυγηρὸν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
