# Commentarii ad Homeri Odysseam 1.356.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.356.1

λύγος δὲ ὡς ἐῤῥέθη ὁ ἄγνος, φυτὸν ψυχρὸν καὶ ἐκ τῆς ἀγονίας ἄγνος λεγόμενον κατὰ συγκοπήν. διὸ καὶ οἱ ἁγνεύειν ἐν θεσμοφορίοις ἐθέλοντες ὑπεστρώνυον ἑαυτοῖς τῶν τοῦ ἄγνου κλάδων ἵνα μένοιεν ἄφυσοι. ὥσπερ δὲ κατὰ τὴν ποίησιν ᾠκείωται τοῖς κάτω ἡ ἰτέα διὰ ὠλεσίκαρπον, οὕτω καὶ ἄγνος ἤγουν ὁ λύγος διὰ τὸ ψυχρὸν καὶ ἐντεῦθεν ἄγονον. ἴσως δ' ἐκ τοῦ τοιούτου λύγου καὶ λυγαλέον καὶ πλεονασμῷ, λευγαλέον τὸ ὀλέθριον. (Vers. 455.) Τὸ δὲ ποτιφωνήεις γένοιο ἀντὶ τοῦ αὐδήεις εἴρηκε, γενικῶς εἰπών. πᾶσα μὲν γὰρ αὐδὴ καὶ φωνή ἐστιν. οὐ μὴν καὶ πᾶσα φωνὴ αὐδὴ λεχθείη ἄν. ἡ γοῦν τοῦ κριοῦ αὐδὴ μὲν οὐκ ἂν εἴη, φωνὴ δέ ἐστι. διὸ καὶ πρὸς ἑρμηνείαν τοῦ ποτιφωνήεις ἐπάγει τὸ, εἰπεῖν ὅππῃ κεῖνος ἠλασκάσκει, δηλῶν οὕτως ὅτι φωνήεντα νῦν ἔφη τὸν αὐδήεντα καὶ λόγῳ χρησάμενον προφορικῷ. καθ' ἣν ἔννοιαν καὶ προσφωνεῖν τις λέγεταί τινα. καὶ τέχνη δὲ παραδέδοται λογογραφίας προσφωνητικῆς. χρῆσις δὲ σημασίας τοιαύτης καὶ παρ' Ὁμήρῳ ἐν τῷ, ἀμείβετο φώνησέν τε. τουτέστιν, εἶπεν. ἐλάλησεν. αὐδῇ ἐχρήσατο. ἐφθέγξατο γὰρ εἰπεῖν, οὐ πάνυ προσφυὲς, εἴγε φθόγγον καὶ φθέγγεσθαι καὶ ἐπὶ ἀλόγων τίθησί που ὁ ποιητής. ἔτι χρῆσις ὁμοία καὶ ἐν τῷ, οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο. οὕτω καὶ Πίνδαρος βέλη φωνεῦντα, ὅ πέρ ἐστι φωνέοντα, τοὺς ἑαυτοῦ λόγους εἶπε, λαβὼν καὶ αὐτὸς τὸ φωνῆσαι ἀντὶ τοῦ εἰπεῖν ὁμοίως Ὁμήρῳ. (Vers. 458.) Τὸν δὲ ἐγκέφαλον καὶ ἔγκαρον λέγεσθαι, ὁ Λυκόφρων δηλοῖ. (Vers. 460.) Τὸ δὲ λωφᾶν ὅτι κατ' ἔκτασιν γίνεται ἀπὸ τοῦ κατὰ τὸν τράχηλον λόφου, ἀλλαχοῦ δηλοῦται. (Vers. 447.) Σημείωσαι δὲ καὶ ὅτι ὥσπερ ἐνταῦθα ὁ Κύκλωψ τῷ κριῷ, οὕτω καὶ ἐν Ἰλιάδι Ἕκτωρ καὶ Ἀχιλλεὺς τοῖς κατ' αὐτοὺς ἵπποις προσδιαλέγονται. Καὶ ὅτι ὁμοφρονῆσαι θέλει αὐτῷ τὸν κριὸν ὁ βοσκηματώδης Κύκλωψ, ὅμοιος ὁμοίῳ φασί. Καὶ ὅτι οὐκ ἠξίωσεν ἐνταῦθα τὸν κριὸν αὐδήεντα γενέσθαι ὁ ποιητὴς ὡς ἐν Ἰλιάδι αὐδήεντα ἵππον ἡ Ἥρα ἔθετο, οὐδὲ γὰρ ἐχρῆν, τά τε ἄλλα καὶ ὅτι οὐδὲ ἔχοι ἂν ἀλληγορίαν ἡ τοιαύτη αὐδή. καὶ οὐδὲ φυκτὰ ἦν ἔτι τῷ Ὀδυσσεῖ. (Vers. 441.) Ὅρα δὲ καὶ ὡς νῦν μὲν οὐτιδανὸν ὁ Κύκλωψ τὸν Ὀδυσσέα ἔφη. προϊὼν δὲ ὀλίγον ἐρεῖ καὶ οὐτιδανὸν καὶ ἄκικυν ἢ ἄναλκιν. (Vers. 462.) Ὅτι σολοικοειδὲς τὸ, ἐλθόντες δ' ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς, πρῶτος ὑπ' ἀρνειοῦ λυόμην, ὑπέλυσα δ' ἑταίρους. δῆλον γὰρ ὅτι σολοικοφανὲς τὸ, ἐλθόντες ἐποίησα τόδε. αἴτιον δὲ, ὅτι οὐδ' ἐνταῦθα σχεδιάζων εἶχεν ἀποδοῦναί τι ἓν ῥῆμα περὶ ἑαυτοῦ τε καὶ τῶν ἑταίρων, ἐν τῷ, ἐλθόντες. οὐδὲ γὰρ μία διάθεσις ἀμφοτέρων, εἴγε ὁ μὲν ὑπέλυεν, οἱ δὲ ὑπελύοντο. εἰκὸς δὲ καὶ διὰ ψυχῆς ἀγωνίαν γενέσθαι τὸ καινοπρεπὲς τοῦ σχήματος καὶ τὸ τῆς συντάξεως ἀκατάλληλον, οἷα καὶ τὰ τοιαῦτα μιμουμένου τοῦ ποιητοῦ. ὅθεν καὶ πρὸ ὀλίγου ἔγραψε τὸ, ἡμῖν δὲ κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον βαρύν. (Vers. 463.) Τὸ δὲ ὑπέλυσα, διαφορὰν ἔχει πρὸς τὸ ἁπλῶς λύειν. δηλοῖ γὰρ τὸ, ὑποκάτωθεν ἐκ τῶν στέρνων λύειν. ἐν τούτοις δὲ καὶ περιτροπέειν φησὶ τὸ περιτρέπειν ἤτοι περιάγειν. οὐχ' ἁπλῶς μέντοι ἀλλὰ πειρατικώτερον. εἰπών. μῆλα ταναΰποδα πίονα δημῷ, πολλὰ περιτροπέοντες ἐλαύνομεν. καὶ ἔχει ὁμοιότητα ἡ λέξις τινὰ πρὸς τὸ, περιτροπέων ἐνιαυτός. τὸ δέ γε περιτροπέων, ἄλλο τι δηλοῖ. Σημείωσαι δὲ ὡς τὸ μὲν θαμὰ τρωπῶσα ἐκτείνει τὴν ἄρχουσαν, ῥῆμα ὂν συζυγίας δευτέρας τῶν περισπωμένων. τὸ δὲ περιτροπέων, συστέλλει τὴν τρο συλλαβὴν, τῇ πρώτῃ τε συζυγίᾳ τῶν περισπωμένων ὑποπίπτον, καὶ οὐδὲ ἁπλοῦν ὂν ἀλλὰ σύνθετον. διὸ καὶ ἐν Ἰλιάδι τὸ παλιντροπάασθαι, εἰ καὶ δευτέρας συζυγίας ῥῆμα ἐστὶν, ἀλλὰ διὰ μικροῦ ο γράφεται οἷα σύνθετον. φέρεται δὲ εἰς ἑρμηνείαν τῆς ῥηθείσης λέξεως καὶ ταῦτα. περιτροπέειν, τὸ περιτρέπειν καὶ παρακινεῖν τῆς εὐθείας ὡς καὶ βολὴ περιτρέπεταί τινι κατὰ τὴν τοῦ Λιβανίου χρῆσιν. οἱ δὲ παλαιοὶ καὶ ἀντὶ τοῦ περικλείοντες τὴν λέξιν λαμβάνουσιν. (Vers. 464.) Ταναΰποδα δὲ λέγει, οὐ τὰ μακρόποδα μόνον, ἀλλὰ καὶ τὰ τεταμένως τοῖς ποσὶ βαδίζοντα. ταυτὸν δ' εἰπεῖν, μακρὰ βιβάντα. (Vers. 466.) Ὅτι φυγὴν ἐκ κινδύνου φράζει τὸ, ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν οἳ φύγομεν θάνατον. τοὺς δὲ, στενάχοντο γοῶντες. εἰ δὲ καὶ ἐν γῇ πολεμίᾳ ὁ γόος γίνεται, ἁρμόττει καὶ ἐφεξῆς τὸ (Vers. 468.) ἀλλ' ἐγὼ οὐκ εἴων. ἀνὰ δ' ὀφρύσι νεῦον ἑκάστῳ κλαίειν. (Vers. 469.) ἤγουν ἀνένευον ταῖς ὀφρύσι διὰ τὸ μὴ τολμᾶν λαλεῖν. καὶ νῦν μὲν ὁ ταῦτα λέγων Ὀδυσσεὺς ἀνανεύει ταῖς ὀφρύσι κλαίειν. προϊὼν δὲ κρατὶ κατανεύει, προπεσόντας ἐρέσσειν τοὺς ἑταίρους, οὐδὲ τότε τολμῶν φθέγγεσθαι, ἀλλὰ τῇ κατανεύσει κελεύων ἐμβαλέειν κώπῃσι. λέγει δὲ προπεσεῖν, τὸ ἐπικύψαι κατὰ σπουδὴν τῇ κωπηλασίᾳ. (Vers. 473.) Ὅτι ἀποπλεύσας ἐκ τῆς τῶν Κυκλώπων γῆς Ὀδυσσεὺς οὐκ ἠνέσχετο μὴ κέρτομα πρὸς τὸν Κύκλωπα φθέγξασθαι, αἱρετισαμένου τοῦ ποιητοῦ τριβήν τινα τῷ λόγῳ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
