Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.357.1
Not analysed yet
κἀντεῦθεν χαρίσασθαι. φησὶ γοῦν, ἀλλ' ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας, καὶ τότ' ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι, Κύκλωψ, οὐκ ἂρ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους ἔδμεναι ἐν σπῆϊ γλαφυρῷ κρατερῇφι βίῃφι. καὶ λίην σέ γ' ἔμελλε κιχήσεσθαι κακὰ ἔργα. σχέτλι'. ἐπεὶ ξείνους οὐχ' ἅζεο σῷ ἐνὶ οἴκῳ ἐσθέμεναι. τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι. τούτων δὲ τὰ πλοίῳ παρῳδηθέντα παραπλακήσονται εἰς ψόγον κακοξένου ἀνδρός. Ὅτι δὲ τὸ γέγωνε βοήσας, ἀντὶ τοῦ ἠκούσθη ἐστὶ καὶ ἐγνώσθη προείρηται. δῆλον δὲ καὶ ὅτι ἐν τῷ γέγωνε βοήσας λείπει ὄνομα ἢ ἄρθρον, ἵνα λέγῃ, ὅσον γέγωνέ τις βοήσας ἢ ὅσον γέγωνεν ὁ βοήσας. ὁ δὲ καλὸς παραφραστὴς Δημοσθένης οὕτω μετέβαλεν. ὡς δὲ ἀφειστήκει τοσοῦτον ἡ ναῦς ὅσον ἐξακοῦσαι φθεγξαμένου ἐδύνατο ὁ Κύκλωψ. ἑρμηνεύσας μὲν ἐκεῖνος καλῶς, οὐκ ἀκολούθως δὲ τῇ εἰρημένῃ Ὁμηρικῇ συντάξει. (Vers. 475.) Τὸ δὲ ἀνάλκιδος ἀνδρὸς, πρὸς τὰ τοῦ Κύκλωπος ἀποτείνεται. ὃς φθάσας οὐτιδανὸν ἔφη τὸν Ὀδυσσέα. (Vers. 477.) Τὸ δὲ ἔμελλέ σε κιχήσεσθαι κακὰ ἔργα, καινότερον πέφρασται διὰ σχεδιασμόν. οὐ γὰρ τὰ κακὰ ἔργα ἐκιχήσατο, ἀλλ' ἡ τῶν κακῶν ἔργων τίσις ἤγουν ποινὴ τὸν Κύκλωπα. (Vers. 478.) Τὸ δὲ σῷ ἐνὶ οἴκῳ τουτέστι σῷ ἐν σπηλαίῳ, εὔλογον ποιεῖ τὸ εἰπεῖν ὡς ἀπέπεμπεν ὁ Κύκλωψ τὸν κριὸν θύραζε. οἴκου γὰρ καὶ αἱ θύραι, καὶ τὸ θύραζε γενέσθαι. (Vers. 499.) Τὸ δὲ ἐσθέμεναι, ἡ σφοδρότης ἐστὶ τοῦ κακοῦ. οὐ γὰρ ἐλύπει τοὺς ξένους. οὐκ ἀπεστέρει. οὐκ ἄλλως ἀδικῶν ἦν. ἀλλ' οὐδὲ λῃστρικῶς γοῦν ἔκτεινε μόνον, ἀλλὰ καὶ κατήσθιεν. (Vers. 480.) Ὅτι Ὀδυσσέως φωνήσαντος καθὰ προσεχῶς ἐῤῥέθη, χολωσάμενος κηρόθι μᾶλλον ὁ Κύκλωψ ἧκεν ἀποῤῥήξας, ὡς καὶ προεδηλώθη, κορυφὴν ὄρεος μεγάλοιο. κὰδ δ' ἔβαλε προπάροιθε νεὼς κυανοπρώροιο. τυτθὸν ἐδεύησε δ' οἰήϊον ἄκρον ἱκέσθαι. ἐκλύσθη δὲ θάλασσα (Vers. 484.) κατερχομένης ὑπὸ πέτρης ἤγουν κατελθούσης. χρόνος γὰρ καὶ νῦν εἴληπται ἀντὶ χρόνου. τὴν δὲ, ἐς ἤπειρον παλιῤῥόθιον φέρε κῦμα, πλημυρὶς ἐκ πόντοιο. (Vers. 486.) θέμωσε δὲ χέρσον ἱκέσθαι. τουτέστιν ἠνάγκασεν ἔπεισεν ἐγγίσαι εἰς γῆν. γίνεται δὲ ἡ λέξις ἐκ τοῦ θέμις. ὅθεν θεσμὸς ὁ νόμος, ᾧ ἐξ ἀνάγκης πειθόμεθα, ἵνα ᾖ θεσμῶσαι τὸ ὡς εἰπεῖν δικαιῶσαι. κεῖται δὲ καὶ μετ' ὀλίγα ἡ λέξις ἔνθα ὁ Κύκλωψ μετὰ δευτέραν λαλιὰν τοῦ Ὀδυσσέως πολὺ μείζονα λᾶαν ἀείρας, (Vers. 538.) ἧκεν ἐπιδινήσας ἤγουν συστρέψας. ἐπέρεισε δὲ ἶνα ἀπέλεθρον, ἤγουν ἐπεστήριξε τῷ λίθῳ διὰ ἐπιδινήσεως δύναμιν πολυπέλεθρον, ὃ καὶ ἐν Ἰλιάδι κεῖται. (Vers. 539.) κὰδ δ' ἔβαλεν, οὐκέτι προπάροιθε τῆς νηὸς ἵνα εἰς τὴν τῶν Κυκλώπων γῆν ἐπανέλθῃ ἡ ναῦς, ἀλλὰ μετόπισθεν αὐτῆς τυτθόν. καὶ τὰ ἑξῆς ὡς ἐνταῦθα κεῖται δίχα τοῦ, πρόσω δὲ φέρε κῦμα. ἡ μὲν γὰρ πρώτη βολὴ πρόσθεν τῆς νηὸς πεσοῦσα ἔστρεψεν ἐκείνην παλίμπλουν, ἡ δὲ δευτέρα κατόπιν γενομένη εἰς τὴν τοῦ πέραν νησιδίου χέρσον θέμωσεν ἱκέσθαι τὴν ναῦν. ὥσπερ ἐκ προστάγματος κἀκεῖνο καὶ τοῦτο ποιήσασα, ὁποῖα τὰ τερατώδη τῆς ποιήσεως. (Vers. 483.) διὸ ἐν μὲν τῇ πρώτῃ βολῇ οὐκ εὐνόητόν ἐστι πῶς ὁ λίθος ὁ πεσὼν ἔμπροσθεν ἔνθα ὁ πλοῦς ἦν τῆς πρώρας καὶ κλύσας οὕτω τὴν θάλασσαν ὀλίγον ἐδέησεν ἱκέσθαι εἰς ἄκρον οἰήϊον, ἤγουν καθικέσθαι τοῦ οἰακίου τοῦ περὶ τὴν πρύμναν. ἐν δὲ τῇ δευτέρα βολῇ πάνυ καλῶς κεῖται. ὀπίσω γὰρ πεσὼν ὁ λίθος βραχὺ ἐδέησεν ἱκέσθαι κατὰ τοῦ πηδαλίου. διὸ ἐν μὲν τοῖς πρώτοις στίχοις, τὸ τυτθὸν ἐδεύησεν οἰήϊον ἄκρον ἱκέσθαι, ἀστέρα ἔχει μετὰ ὀβελοῦ. ὡς ἄριστον μὲν ἔπος ὂν ἐκεῖθεν δὲ ὀβελιζόμενον. ἐν δὲ τοῖς δευτέροις στίχοις ἀστέρα μόνον ἔχει ὡς ἐκεῖ ἄριστα κείμενον. οἱ δὲ παλαιοὶ ἐνταῦθα φασὶ ὅτι νοητέον ὡς στρέψας Ὀδυσσεὺς τὴν νῆα καὶ ἀνακωχεύσας ἐβόησεν. ἔχων πρὸς μὲν τῇ γῇ τῶν Κυκλώπων τὴν πρώραν. πρὸς δὲ τῇ ἀντικρὺ νήσῳ τῇ λαχείᾳ, τοὺς οἴακας. διὸ καὶ ὁ λίθος ὑπερβληθεὶς βραχύ τι ἐδέησε καθικέσθαι τοῦ ἀναστραφέντος οἴακος. καὶ ἡ ναῦς ἐξώσθη αὖθις πρὸς τῇ γῇ τῶν Κυκλώπων παλιῤῥόθιος. ἵνα καὶ ἐν τῇ πρώτῃ βολῇ καὶ ἐν τῇ δευτέρᾳ δὲ ἄλλως μέντοι καὶ ἄλλως κινδυνεύσῃ βληθῆναι ὁ οἴαξ τῆς νηὸς, τὸ πρῶτον μὲν ἐν τῷ στραφῆναι, τὸ δεύτερον δὲ, ἐν τῷ κατευθὺ πλέειν. (Vers. 537.) Ἐν τούτοις δὲ σημείωσαι καὶ ὡς ἐπέτεινε τὴν ἰσχὺν ὁ Κύκλωψ, πολὺ μείζονα λᾶαν βαλών. καὶ αὐτὸν, ἐκ διαστήματος διπλασίονος. ἡ γὰρ δευτέρα τοῦ Ὀδυσσέως βοὴ οὐκ ἐκ τοῦ αὐτοῦ γέγωνε τόπου, ἀλλ' ὅτε δὶς τόσον ἅλα πρήσσοντες ἀπῆσαν οἱ περὶ αὐτόν. καὶ ἔστι νοεῖν, ὅτι καὶ Ὀδυσσεὺς ἐπέτεινε καὶ αὐτὸς τὴν φωνήν. καὶ τὴν μὲν ἀρχὴν ἐβόησεν εἰς ὅσον ἀκουσθῆναι. καὶ δὶς δὲ τόσον ἀπελθὼν πάλιν βοήσας ἠκούσθη. οὐ γὰρ ποσότητα δηλοῖ φωνῆς ἐν τούτοις ὡς τοσοῦτον καὶ μόνον τοῦ Ὀδυσσέως βοᾶν δυναμένου, ἀλλὰ μέτρον ἁπλῶς ἀκοῆς λαμβάνει. καὶ τοῦτο,