# Commentarii ad Homeri Odysseam 1.358.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.358.1

οὐκ ἐστενοχωρημένης ἀλλὰ δυναμένης ἀκοῦσαι εἰ καὶ τριπλάσιόν τις κεκράξεται τὴν φωνὴν ἐκτείνας. καὶ καινὸν οὐδὲν εἴπερ καὶ ἐν τῇ λαχείᾳ ὄντες οἱ περὶ τὸν Ὀδυσσέα ἤκουον τὴν τῶν Κυκλώπων φθογγήν. εὐρύφωνος δὲ ὡς εἰκὸς ὁ Ὀδυσσεὺς, ὃς καὶ ἐν Ἰλιάδι ὄπα λέγεται μεγάλην ἀπὸ στήθεος ἱέναι. (Vers. 486.) Ἰστέον δὲ ὅτι τὸ θέμωσεν οὐ μόνον ἀντὶ τοῦ ἠνάγκασεν, ὡς ἐῤῥέθη, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐποίησε κατὰ τοὺς παλαιοὺς, παρὰ τὸ θεῖναι τουτέστι ποιῆσαι. (Vers. 483.) Οἰήϊον δὲ ποιητικώτερον, τὸ οἰάκιον, ὅ ἐστι πηδάλιον, περὶ ὧν προγέγραπται. (Vers. 484.) Τὸ δὲ ἐκλύσθη, ἀρίστη λέξις. ἀφ' ἧς καὶ ὁ κλύδων. (Vers. 485.) Παλιῤῥόθιον δὲ, τὸ παλίῤῥουν. καὶ προείρηται τί δηλοῖ Ὁμηρικῶς τὸ ῥόθιον. ἑρμηνεύει δὲ τὸ παλιῤῥόθιον ὁ ποιητὴς μετ' ὀλίγα ἐν τῷ, πόντονδε βαλὼν βέλος ἤγαγε νῆα αὖτις ἐς ἤπειρον. ἔστι γὰρ τὸ αὖτις ἐς ἤπειρον ἤγαγε ταυτὸν τῷ, παλιῤῥόθιον φέρεν. (Vers. 495.) Ἔστι δ' ἐνταῦθα ἰδεῖν καὶ ὡς βέλος ἔφη τὴν τοῦ ὄρους κορυφὴν, ὅπερ ὁ Κύκλωψ κουφίσας ἀφῆκε. δῆλον δὲ ὡς βέλος λέγεται ἅπαν τὸ μήκοθεν ἀφιέμενον. (Vers. 486.) Τὸ δὲ πλημυρὶς τινὲς τῶν παλαιῶν προπαροξύνουσι καὶ δι' ἑνὸς δὲ μ γράφουσιν ὡς ἀπὸ τῆς πλήμης. πλῆμαι δέ εἰσι πάθη θαλάσσης κυρίως ἐναντία ταῖς ἀμπώτεσι, γινόμενα μάλιστα περὶ τὸν Ὠκεανόν. ἀφ' ὧν ἡ πλημύρα παρωνόμασται. ἡ δὲ χρῆσις τῆς πλήμης καὶ παρὰ Στράβωνι. κῦμα δὲ ὅ ἐστι θαλάσσης κύκημα καὶ πλημυρίς. διὸ κῦμα ἐνταῦθα εἰπὼν ἐπήγαγε τὸ, πλημυρίς, δηλῶν καὶ ὅτι οὐκ ἐξ ἀνέμου τὸ τοιοῦτον ἦν κῦμα, ἀλλ' ἐκ πλημυρίδος ἣν ὁ λίθος ἐκύκησεν. Ὅτι δὲ ταυτὸν πλημυρίδα εἰπεῖν καὶ ῥόθιον καὶ κῦμα παλιῤῥόθιον, δῆλον ἐκ τῶν παλαιῶν. παρ' οἷς εὕρηταί που κῦμα καὶ τὸ κύημα. ὡς δηλοῖ καὶ Εὐριπίδης ἐν Κερκυόνι, οὗ τὴν θυγατέρα γέμειν ἔφη κύματος θεοσπόρου, τοῦ ἐκ Ποσειδῶνος δηλαδή. Ἐν δὲ τοῖς ῥηθεῖσιν, ὅρα καὶ τὸ (Vers. 481.) ἀποῤῥήξας κορυφὴν ὄρεος. οὐ γὰρ κειμένην ἁπλῶς ἀνείλετο, ἀλλὰ συνεχῆ οὖσαν διασείας ἀπέῤῥηξεν. ὁ δὲ πλάσας καὶ μῆλα συναφεθῆναι οἷα ἐπὶ τῆς τοιαύτης τυχόντα νέμεσθαι κορυφῆς, τὴν Ὁμηρικὴν τερατείαν ψυχρῶς ὑπερήλασεν. (Vers. 487.) Ὅτι κοντὸν ὅπλον οἶδε ναυτικὸν ὁ ποιητὴς, οὐ μὴν πολεμικὸν, καί τοι τῆς λέξεως ἐτυμολογουμένης ἀπὸ τοῦ κεντεῖν. ἀλλὰ τὸ μὲν τοῦ πολέμου δόρυ λέγει. καὶ ξυστόν. καὶ μελίην. καὶ ἐγχείην. καὶ ἔγχος. κοντὸν δὲ, τὸ τοῖς ναύταις χρηστόν. φησὶ γοῦν ὁ Ὁμηρικὸς Ὀδυσσεὺς οὕτως. αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν ὅτε δηλαδὴ ἡ ναῦς ἠναγκάσθη πρὸς τῇ γῇ γενέσθαι, ὦσα παρέξ. τουτέστι παρεκτὸς τῆς χέρσου. (Vers. 488.) ἑτάροισι δ' ἐποτρύνων ἐκέλευσα ἐμβαλέειν κώπαις ἵν' ὑπ' ἐκ κακότητα φύγοιμεν, κρατὶ κατανεύων. λαλεῖν γὰρ οὐκ ἦν διὰ φόβον. (Vers. 490.) οἱ δὲ προπεσόντες ἤτοι κατὰ σπουδὴν ἐπικύπτοντες, ὡς καὶ προεῤῥέθη, ἔρεσσον. Ὅτι δὲ προπεσεῖν ἐνταῦθα τὸ προνεύειν εἴρηται, δηλοῖ Ξενοφῶν ἐν τῷ, διατί ἄλυτοι ἀλλήλοις εἰσὶν οἱ ἐρέται, ἢ, ὅτι ἐν τάξει μὲν κάθηνται ἐν τάξει δὲ προνεύουσιν ἐν τάξει δὲ ἀναπίπτουσιν. Ἔνθα ὅρα τὸ ἀναπίπτουσιν, οὐ ληφθὲν ἐπὶ ψυχικῆς ἀθυμίας ὡς παρὰ Θουκυδίδῃ ἐν τῷ, νικώμενοι ἀναπίπτουσιν, ἀλλ' ἀντὶ τοῦ ἀνακλῶνται καθὰ νοεῖ καὶ Κρατῖνος εἰπὼν, ῥοθιάζει καὶ ἀναπίπτει. (Vers. 487.) Δῆλον δὲ ὅτι τὸν ῥηθέντα Ὁμηρικὸν κοντὸν τὸ παρ' ἡμῖν κοντάριον ὑπεκόρισε. καὶ ὅτι (Vers. 489.) τὸ ἐμβαλεῖν κώπαις περίφρασίς ἐστι τοῦ ἐρέσσειν, ῥηθὲν ἀντὶ τοῦ χεῖρας ἐπιθεῖναι ἢ ἐπιῤῥίψαι σπουδαίως ταῖς κώπαις. (Vers. 492.) Ὅτι παυστικὸν ὑβριστικοῦ ἐρεθισμοῦ τοῦ πρὸς κακόν τινα, τὸ, ἀμφὶ δ' ἑταῖροι μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος. σχέτλιε. τίπτ' ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα ὃς καὶ νῦν ἐποίησε τό δέ τι; ἴσως δὲ χρησιμεύσει ἐκ τῶν ἐφεξῆς καὶ τὸ, καὶ δὴ φάμεν αὐτόθ' ὀλέσθαι. (Vers. 497.) εἰ δὲ φθεγξαμένου τεῦ ἢ αὐδήσαντος ἄκουσε, σύν κεν ἄραξ' ἡμέων κεφαλάς. (Vers. 500.) ὁ δέ γε μὴ πειθόμενος τοῖς οὕτω παραινοῦσιν εἴποι ἂν, ὣς φάσαν. ἀλλ' οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν. ἀλλά μιν ἄψοῤῥον προσέφην κεκοτηότι θυμῷ. (Vers. 497.) Ὅρα δ' ἐν τούτοις διαφορὰν ὑπεμφαινομένης φθογγῆς καὶ αὐδῆς. οὐ γὰρ ἔφη φθεγξαμένου ἠδ' αὐδήσαντος, ἀλλὰ φθεγξαμένου ἢ αὐδήσαντος. καὶ ἴσως μέν τις κἀνταῦθα λήψεται ἀντὶ τοῦ και τὸν η σύνδεσμον ἵνα ἐκ παραλλήλου ταυτὰ εἴη τὸ φθεγξαμένου καὶ τὸ αὐδήσαντος. μάλιστα δὲ αὐδὴν μὲν νοήσει τὴν ἀνθρωπίνην, φθογγὴν δὲ τὴν καὶ ἄλλως ἁπλῶς φωνήν. κατὰ τὸ, αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ αἰγῶν. (Vers. 500.) Τὸ δὲ μεγαλήτορα θυμὸν, οὐ πάνυ ἀπέοικε τοῦ, βόας βουκολεῖν. καὶ οἶνον οἰνοχοεῖν. καὶ τῶν ὁμοίων. δοκεῖ γὰρ ποιητικήν τινα ἔχειν ἀδολεσχίαν καὶ τὸ λέγειν, μεγαλήτορα θυμόν. ὅμοιον ὂν τῷ, ψυχὴν μεγαλόψυχον.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
