Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.359.1
Not analysed yet
(Vers. 501.) Τὸ δὲ κεκοτηότι θυμῷ, λύσις ἀπορίας ἐστίν. ὡς γάρ τινος εἰπόντος διατί μὴ ἐπείσθη τοῖς φίλοις εὖ παραινοῦσι; φησὶν ὅτι διὰ κεκοτηότι θυμῷ. ἀγαθὸς δὲ ὁ θυμὸς κατὰ ἀνδρὸς κακοξένου. (Vers. 499.) Ἐν τούτοις δὲ καὶ μάρμαρον λίθον ὁ Ὅμηρος πλάττει ἀφεθέντα κατὰ τῆς νηὸς, ἵνα τὸ διὰ πολλὴν πυκνότητα βάρος ἐνδείξηται. τοιοῦτοι γὰρ οἱ μάρμαροι λίθοι, διὸ καὶ στίλβουσιν ὡς πυκνοὶ καὶ λεῖοι. ταυτὸν δ' εἰπεῖν μαρμαίρουσιν, ὅθεν καὶ μάρμαροι λέγονται. ἄλλως δὲ εἴπερ κισσηρώδης τις ἦν ὁ λίθος ἐκεῖνος, οὐκ ἂν ἦν τοσοῦτον αὐτῷ βάρος. φησὶ γοῦν. μαρμάρῳ ὀκριόεντι βαλών. ὁποῖός τις καὶ ἐν τῇ Ἰλιάδι δηλοῦται. Οὗτος δὲ ὁ λίθος δεδίττει τοὺς περὶ Ὀδυσσέα (Vers. 498.) μὴ καὶ ἀφεθεὶς ἀράξῃ τὰς αὐτῶν κεφαλὰς καὶ τὴν νῆα, τουτέστι συντρίψῃ ὡς διὰ Ἄρεος ἤτοι σιδήρου. (Vers. 499.) τόσσον γάρ φασιν ἵησι τουτέστιν ἀφίησιν ὅθεν καὶ ἥμων γίνεται ὁ ἀκοντιστής. καὶ ἱὸς τὸ βέλος. (Vers. 503.) Ὅτι ἐπίγραμμα οἷον τῇ ἐξορύξει τοῦ Κύκλωπος ὀφθαλμοῦ Ὀδυσσεὺς ἐπιγράφει τὸ, Κύκλωψ αἴ κέν τίς σε κατὰ θνητῶν ἀνθρώπων ὀφθαλμοῦ εἴρηται ὅ ἐστιν ἐρωτήσει ἀεικελίην ἀλαωτὴν, φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι, υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκί' ἔχοντα. τοῦτο δὲ Σωκράτης ὕστερον μιμησάμενος ὁπηνίκα πρός τινος ὑπώπια ἔπαθεν, ἐπέγραψε τῷ μετώπῳ, ὁ δεῖνα ἐποίησε. Λέγει δὲ ἀεικελίην ἀλαωτὴν ἢ τὴν αἰκιστικὴν ἢ τὴν ἀεικῶς γενομένην, ὡς μὴ δέον ὂν τὸν τηλικοῦτον τοιαῦτα ποιεῖν κακὰ ὡς καὶ οὕτω κακῶς ἀντιπαθεῖν. (Vers. 502.) Τὸ δὲ κατὰ θνητῶν ἀνθρώπων περιττὴν κἀνταῦθα ἔχει τὴν πρόθεσιν. Τὸ δὲ φάσθαι, φάθι φησὶν ἡ κοινὴ χρῆσις. οὗ τὸ ἀνάπαλιν ἀπόφαθι. κατὰ τὸν εἰπόντα ἢ φάθι ἢ ἀπόφαθι. ἀρέσκει δὲ τοῖς πλείοσιν ἀπὸ τοῦ ἐφάμην μέσου ἀορίστου δευτέρου γενέσθαι. διὸ καὶ παροξυτονεῖσθαι ὡς φύσει βραχέος ὄντος τοῦ παρατελεύτου α. καθὰ δῆλον καὶ ἐκ τοῦ ἔφατο. καὶ φάτο. καὶ φάο. οἷον. ἔπος φαόμενον δ' ἐπίκευθε. ὧν ἀρχὴ, ὁ ἔφην δεύτερος ἐνεργητικὸς ἀόριστος. οὗ μετοχὴ, φὰς φάντος. καὶ φάντες ἐν Ἰλιάδι, ταὐτὸν ὂν τῷ, φάμενοι. καὶ οὕτω μὲν οἱ πλείους. ὁ δὲ βαθὺς Ἡρακλείδης φαίνεται θέλων φύσει τε μακρὰν εἶναι τὴν παραλήγουσαν τοῦ φᾶσθαι καὶ προπερισπᾶσθαι αὐτήν. εἰπὼν γὰρ χρῆναι ἐν τῷ φημὶ τὸ παθητικὸν εἶναι φαμαὶ διὰ τοῦ ἄλφα καὶ ὅμως ἐκλελοιπέναι διὰ τὸ δισυλλαβεῖν. ἐπεὶ οὐδὲν εἰς μαι λῆγον παθητικὸν καὶ τῷ ἄλφα παραληγόμενον δισυλλαβεῖ, πάντα γὰρ ὑπὲρ δύο συλλαβάς εἰσιν, ὑποκαταβὰς, λέγει ὅτι καθὰ ἐκ τοῦ τιθῶ πεποίηται τὸ τίθημι καὶ ἱστῶ ἵστημι, οὕτω καὶ τοῦ φῶ φῶμαι δευτέρας συζυγίας, φημί. οὗ παθητικὸν φαμαί. ἄῤῥητον δηλαδή. αὐτοῦ δὲ τὸ ἀπαρέμφατον φᾶσθαι. μετ' ὀλίγα δὲ λέγει καὶ περὶ τοῦ ὡς ἐῤῥέθη Ὁμηρικοῦ φάο τοιαῦτα. τὰ ἐπὶ δευτέρου προσώπου κατὰ παρατατικὸν χρόνον εἰς ο λήγοντα ῥήματα παρέσει τῆς παρατατικῆς αὐξήσεως προστακτικὸν ποιεῖ. οἷον. ἐδείκνυσο. δείκνυσο. καὶ τὰ ὅμοια. οὐκοῦν καὶ ἀπὸ τοῦ ἐφάμην εἰ ἔστι τὸ δεύτερον ἔφασο τὸ προστακτικὸν γενήσεται φάσο, ἐνδείᾳ χρόνου ἑνὸς τοῦ κατ' ἀρχήν. εἶτα, φάο κατ' ἔνδειαν τοῦ σίγμα. ἐν τούτοις δὲ γράψας καὶ ὅτι ἀπὸ τοῦ εἰμὶ ἐμαὶ γίνεται τὸ ἤμην οὐ προσλήψει τοῦ ἰῶτα, προκριτέον γάρ φησι τὴν διὰ τοῦ ἦτα γραφὴν, καὶ ἐπαγαγὼν ὅτι τὰ ἐκ δασυνομένου τοῦ ε θέματα προσλαμβάνει τὸ ι ἐν τῇ κινήσει. οἷον, ἕρπω εἷρπον. ἕλκω εἷλκον. ἕπομαι εἱπόμην, ἐπιφέρει καὶ τὸ, ἔχομαι εἰχόμην. καὶ γάρ φησιν ἐν τῷ ἔχω δασὺ ἦν τὸ ε. ἐψιλώθη δὲ διὰ τὴν ἐπιφορὰν τοῦ χ. διὸ ἐδασύνθη ὁ ἔξω μέλλων. διδάσκων, ἀπὸ τῶν αὐτῶν τοῖς ἐνεστῶσι πνευμάτων ἄρχεσθαι τοὺς μέλλοντας. (Vers. 507.) Ὅτι οὐ πάντες οἱ Κύκλωπες ἄγριοι, εἰ δὴ καί τις ἦν παρ' αὐτοῖς τῶν πάνυ λόγου ἀξίων, μάντις δηλαδὴ ἀγαθός. φησὶ γοῦν ἐνταῦθα πρὸς Ὀδυσσέα ὁ Κύκλωψ οἰμώξας. (Vers. 509.) ἦ μάλα δή με παλαίφατα θέσφαθ' ἱκάνει. ἔσκέ τις ἐνθάδε μάντις ἀνὴρ ἠΰς τε μέγας τε Τήλεμος Εὐρυμίδης, ὅ ἐστιν Εὐρύμου παῖς. ὃς μαντοσύνῃ ἐκέκαστο. καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν. ὅς μοι ἔφη τάδε (Vers. 511.) πάντα τελευτήσεσθαι ὀπίσσω, ἤγουν εἰς τέλος ἐλθεῖν. ποῖα ταῦτα πάντα; χειρῶν ἐξ Ὀδυσσῆος (Vers. 512.) ἁμαρτήσεσθαι ὀπωπῆς. Καὶ ὅρα τὸ τυφλωθῆναι περιφραστικῶς ῥηθὲν ἁμαρτήσεσθαι ὀπωπῆς ὡς καὶ εἴπερ ἔφη, ἀστοχῆσαι ὄψεως. ἢ διεκπεσεῖν. ἢ ἀποπλαγχθῆναι. ἢ καὶ ἄλλως, ὀφθαλμοῦ ἀλαωθῆναι. ἐρεῖ γοῦν εὐθὺς μετ' ὀλίγα, ὀφθαλμοῦ ἀλάωσας. (Vers. 507.) Τὸ δὲ παλαίφατα θέσφατα, θαυμασία ἐστὶ παρίσωσις καὶ οὐκ ἀξία τοῦ ἀγρίου Κύκλωπος. (Vers. 508.) Ὅρα δὲ καὶ ὅτι ἐξ ὑπαρκτικοῦ συνήθως ῥήματος καὶ νῦν Ὅμηρος ἦρκται διηγούμενος. εἰπών. ἔσκέ τις ἐνθάδε μάντις. Ἔνθα ἰστέον ὅτι τὸ ἔσκε δοκοῦν κοινότερον ἀπὸ τοῦ ἔω ἔσω ἔσκω γίνεσθαι Ἡρακλείδης ἄλλως σκευωρεῖ, εἰπὼν οὕτως. ὥσπερ φιλῶ ἐφίλουν