Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.36.1
Not analysed yet
(Vers. 139.) Ἰστέον δὲ, ὅτι παρὰ τὰ καθ' Ὅμηρον σῖτα, ἡ σπανοσιτία σύγκειται. Ξενοφῶν. φοβούμενος τὴν σπανοσιτίαν. Ἐν δὲ τῷ λέγειν αἰδοίη ταμία, ὑποτίθεται ὅτι καὶ τὰς ἐν τοῖς τοιούτοις ὑπουργούσας ἀμφιπόλους, σώφρονας εἶναι χρή. οὕτω γὰρ οὐκ ἂν ὁ δεσποτικὸς αὐταῖς οἶκος ἐξαντλοῖτο. (Vers. 140.) Εἴδατα δὲ, τὰ ὄψα ἔοικε λέγειν κατ' ἐξοχὴν, διαστέλλων αὐτὰ πρὸς τὰ σῖτα, ἤτοι πρὸς τοὺς ἄρτους. Τὸ δὲ ἐπιθεῖσα, γέγονε τοῖς παλαιοῖς ἀφορμὴ τοῦ εἰπεῖν ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τραπέζαις βρώματα. εἰ δὲ ἐχρῆν τὰ αὐτὰ καὶ ἐπιθήματα λέγειν διὰ τὸ ἐπιθεῖσα, ὅμως ἤρεσε τοῖς ὀνοματοθέταις, σανιδίῳ τινὶ χαρίσασθαι τὸ τοιοῦτον ὄνομα. καὶ ζήτει εἰς τὸν Ἀθήναιον. Χαριζομένη δὲ, ἡ τὰ πρὸς χάριν καὶ ἡδονὴν ποιοῦσα, οὕτω γὰρ καὶ Ὀδυσσεὺς, ἐχαρίζετο τῷ Διῒ ἱερὰ ῥέζων. Παρεόντα δὲ βρώματα λέγει, τὰ ἐν τῷ ταμείῳ ἀπόθετα, ἤτοι ἕωλα. τὰ γὰρ πρόσφατα, ὁ δαιτρὸς παρατίθησιν. ἢ καὶ ἄλλως παρεόντα λέγει, τὰ ἐπὶ πολὺ παραμένοντα, ὁποῖα τὰ ἁλίπαστα. Ἰστέον δὲ ὡς τὰ μὲν καθ' Ὅμηρον παρεόντα ἤγουν τὰ ἐκ τῆς χθὲς τραπέζης ἕωλα λείψανα, μέτρια ὡς εἰκὸς ἂν ἦσαν. καὶ οἷα δεῖσθαι καὶ τῆς ἐπαύριον ἐν ἐδέσμασιν ἐπισκευῆς. οὐ μὴν τοιαῦτα καὶ τὰ τοῖς ὕστερον ἐκδιαιτήσεως. Δημητρίου γοῦν φασὶ τοῦ Φαληρέως χαρισαμένου Μοσχίωνι λείψανα τραπέζης τῆς κατ' αὐτὸν, ὁ Μοσχίων ἐξ ἐκείνων, ἐν ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο. (Vers. 141.) Πίνακες δὲ νῦν μὲν, τὰ ἐπὶ τραπέζης ξύλινα σκεύη. ἀλλαχοῦ δὲ, καὶ αἱ σανίδες οὕτω λέγονται, ὅπου νεῶν πίνακας ὁ ποιητὴς ἐρεῖ. λέγει δέ που καὶ ὁ κωμικὸς, πινακηδὸν ἀποσπῶν ὅ ἐστι δίκην σανίδων. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν, πίνακας οἶδε λέγειν καὶ κάνεα. οἱ δὲ ὕστερον, καὶ τρύβλια ἑτεροῖά τε καὶ ὀξύβαφα. ἔτι δὲ, καὶ λεκάνας. καὶ λεκανίδια δέ. οἷον. τὰς χεῖρας πρὸς τὰ λεκανίδια προσῆγεν ἐν οἷς τὰ μαγειρεύματα. Ὅρα δὲ ὑποκατάβασιν εἰς εὐτέλειαν, εὔτακτον. χρυσέα μὲν γὰρ, ἡ καθαρείως ἔχουσα πρόχοος ὡς καὶ τὰ κύπελλα. ἀργύρεος δὲ ὁ λέβης διὰ τὸ τῶν χειρονίπτρων μὴ ἄῤῥυπον. ξύλινοι δὲ οἱ πίνακες, ὡς αὐτοὶ τοῦ συρφετοῦ ἤδη ὄντες καὶ μὴ πρέποντες ἐκ τιμίας ὕλης εἶναι. ὡς δὲ μέχρι καὶ ἐσάρτι τῶν τινα ἐθνῶν καὶ οἱ κατ' αὐτοὺς δὲ ἄρχοντες χαίρουσι σκεύεσι ξυλίνοις ἃ καὶ κάνεα λέγεται καὶ τραπεζώματα, δῆλον ἐστίν. (Vers. 142.) Ὅρα δὲ καὶ τὸ, παντοίων, δι' ὧν εἰδέναι δηλοῖ ὁ ποιητὴς καὶ τὰς ποικίλας τροφάς. ὡς καὶ ἐν τῷ, ἐδωδὴν παντοίην. καὶ ἐν τῷ, ὄψα οἷα ἔδουσι διοτρεφέες βασιλῆες. Σημείωσαι δὲ καὶ ὅτι τὸ, δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας, διαγράφεσθαι ἱστορεῖ Ἀθήναιος, ἐπειδὴ ἀπαρκεῖν δοκεῖ τὸ πρὸ αὐτοῦ δίστιχον. εἰ γάρ φησιν εἴδατα παρέθηκεν ἡ ταμίη κρεάτων ὄντα λείψανα, τὸν δαιτρὸν οὐκ ἔδει παρεισφέρειν. καὶ μὴν καινὸν ἄλλως οὐδὲν τῶν τριῶν στίχων φυλαττομένων, τὴν μὲν ταμίην ἕωλα παραθέσθαι, τὸν δ' αὖ δαιτρὸν ἑτεροῖα παντοῖα πρόσφατα ποικιλίας τὲ χάριν καὶ πρὸς φιλοφροσύνης ἔνδειξιν. Ὅτι δὲ οὐ μόνον ὁ χρυσὸς πάλαι ποτὲ ἀλλὰ καὶ ὁ ἄργυρος σπάνιόν τι χρῆμα ἦν, δηλοῖ κατὰ τοὺς παλαιοὺς καὶ τὸ περιμάχητον χρυσόμαλλον ἀρνίον τοῦ Ἀτρέως. ὅ φασιν ἀργυρίδα εἶναι τουτέστι φιάλην ἀργυρᾶν, ἧς ὁ πυθμὴν ἐμπεπαισμένον εἶχεν ἀρνίον ἐπίχρυσον. Κύπελλα δὲ, ποτήρια νεύοντα τοῖς χείλεσι καὶ ἐπικύπτοντα ἐντός. περὶ ὧν ἐν Ἰλιάδι κάλλιον εἴρηται. (Vers. 143.) Τὸ δὲ θαμὰ οἰνοχοεύειν, οὐ πολυποσίαν ἐνταῦθα κατηγορεῖ, ἀλλὰ φιλοφροσύνην ἐνδείκνυται. εἰκὸς δὲ καὶ βραχέα εἶναι τὸ κύπελλα. (Vers. 145.) Τὸ δὲ οἰνοχοεύειν καὶ οἰνοχοεῖν, οὐ μόνον κιρνᾶν λέγεται, ἀλλὰ καὶ ἐγκανάσσειν, ὅ ἐστιν ἐγχέειν οἶνον, ὡς τὸ, ἄκρατον ἐγκάναζόν μοι πολύν. ὅθεν καὶ κάναστρον, τρύβλιον. ὡς ἐν παλαιῷ κεῖται ῥητορικῷ λεξικῷ. καὶ ἴσως ἔχει τοῦτο συγγενές τι καὶ πρὸς τὰ μετ' ὀλίγον σιτοφόρα κάνεα. (Vers. 146.) Ὅτι Τηλεμάχῳ μὲν καὶ τῷ σώφρονι ξένῳ, ἀμφίπολος χέρνιβα φέρει, καὶ ἐπιχέει. τοῖς δὲ ἀτασθάλοις μνηστῆρσι, κήρυκες ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. οὐ γὰρ ἐχρῆν τοῖς ὑβρισταῖς καὶ ἀκολάστοις, παιδίσκας διακονεῖν. Ὅτι ὅπερ ἀνωτέρω περιφραστικῶς εἶπεν ἐν δυσὶ στίχοις τὸ, χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχεε καὶ ἑξῆς, ἐνταῦθα συντομώτατα ἔφρασεν ἐπὶ τῶν μνηστήρων, ἐν τῷ, κήρυκες ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. οὕτω δὲ καὶ τοῦ μὲν σώφρονος Τηλεμάχου τὴν τράπεζαν. διεσκεύασεν ἤδη ἐν στίχοις πλείοσιν, ἐναβρυνόμενος οἷον τῇ ἐκφράσει. τὴν μέντοι τῶν ὑπερφιάλων μνηστήρων, ἐπιτρέχων συντέμνει ἐν ὀλίγοις ἔπεσι. τάχιον οἷον σπεύδων αὐτῆς ἀπαλλάττεσθαι. φησὶ γάρ. τοῖς δὲ, κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο. οὕτως ἐν καιρῷ καὶ πλατύνει τὰς ἐννοίας καὶ ἐπιτέμνει ὁ ποιητής. Ἰστέον δὲ ὅτι κήρυκας οἱ μὲν πλείους Ὁμηρικῶς οἴδασι. Κλείδημος δὲ κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ ἱστορίαν.