# Commentarii ad Homeri Odysseam 1.361.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.361.1

εἰπεῖν τὸ, ἀλλ' ἄγε δεῦρο ἵνα τοι παρὰ ξείνια θείω, πομπὴν δ' ὀτρύνω δόμεναι τὸν δεῖνα. τοῦ γὰρ ἐγὼ παῖς εἰμὶ, πατὴρ δ' ἐμὸς εὔχεται εἶναι. οὐκ ἠρκέσθη δὲ παῖς εἰπὼν, ἀλλ' ἐπήγαγε καὶ τὸ, πατὴρ δ' ἐμός ἐστι, διὰ τὴν ὁμωνυμίαν τοῦ παῖς. οὐ μόνον γὰρ δουλική ποτε λέξις ἐστὶν ὡς καὶ αἱ παιδίσκαι δηλοῦσιν, ἀλλὰ καὶ τὸν ἁπλῶς νέον δηλοῖ, καὶ τὸν θέσει δὲ υἱόν. εἰ δὲ καὶ δυνατός ἐστιν εἰς βοήθειαν ὁ τοιοῦτος πατὴρ, πρέποι ἂν καὶ τὸ ἐφεξῆς. (Vers. 520.) αὐτὸς δ' αἴ κ' ἐθέλῃσιν ἰήσεται, οὐδέ τις ἄλλος θνητῶν ἀνθρώπων. ἀπαγόρευσις δὲ ἀνθρωπίνης ἐπικουρίας τὸ, (Vers. 523.) αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνος τουτέστι ζωῆς σὲ δυναίμην εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω, ὡς οὐχὶ ὁ δεῖνα ἰήσεταί σε. (Vers. 524.) λέγει δὲ εὖνιν ὡς ἀπὸ τοῦ εἷς ἑνὸς τὸν μεμονωμένον ἤτοι ἐστερημένον. ὅθεν καὶ εὐνοῦχος ὁ ἐστερημένος ὀχείας. ψιλοῦται δὲ τὸ εὖ, ὡς ἔχον ἀναδραμεῖν εἰς ὁμοιότητα τοῦ ἕκηλος εὔκηλος καὶ τῶν ὁμοίων. (Vers. 529.) Οἰκειότητος δὲ λόγος τὸ, εἰ ἐτεόν γε σός εἰμι πατὴρ δ' ἐμὸς ἢ ἑταῖρος ἢ ἀδελφὸς εὔχεαι εἶναι, δὸς μὴ τόδε τι γενέσθαι. (Vers. 532.) εἰ δὲ καὶ πρὸς κάκωσιν ἡ ἀξίωσις, οἰκεῖον ἐπαγαγεῖν ποτὲ τὸ, δὸς μὴ τὸν δεῖνα οἴκαδ' ἱκέσθαι. ἀλλ' εἴ οἱ μοῖρ' ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐϋκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν, ὀψὲ κακῶς ἔλθοι. Ὅτι οἶδε μὲν Ὀδυσσεὺς ἀπογόνους Ποσειδῶνος τοὺς Κύκλωπας. οὗπερ υἱὸς ὢν ὁ Κύκλωψ πρὸς αἵματος ἦν τοῖς Φαίαξιν. οἶδε δὲ ὅμως καὶ κακῶς διατεθεῖσθαι αὐτοὺς τοῖς Κύκλωψιν. οἵ ποτε σφέας σινέσκοντο. διὸ οὐδὲ ὑποπτεύει βλαβήσεσθαι διηγούμενος παρὰ τοῖς φιλοξένοις μισοκύκλωψι τὴν τοῦ κακοξένου Κύκλωπος τύφλωσιν, τοῦ καὶ κακοῦ καὶ μετὰ κακῶν. εἰ δὲ καὶ φιλίως οὗτοι διέκειντο οἷα πρὸς συγγενῆ ὡς ἐῤῥέθη, ἀλλὰ τὴν ἐκείνου ἀρὰν τελειουμένην ἄρτι προβάλλεται εἰς πειθώ. ὡς ἐκεῖνα πάσχων, ἅπερ ὁ Κύκλωψ εὔξατο. ποῖα ἐκεῖνα; εἰ καὶ μοῖρα ἐστὶν Ὀδυσσῆα πτολιπόρθιον οἴκαδε ἱκέσθαι, ὀψὲ κακῶς ἔλθοι ὀλέσας ἀπὸ πάντας ἑταίρους, νηὸς ἐπ' ἀλλοτρίας, ὁποία νῦν ἡ τῶν Φαιάκων, εὕροι δ' ἐν πήματα οἴκῳ. ὥστε τὰ ἐκεῖνα κατεύγματα γίνονται εἴπερ οἱ Φαίακες αὐτὸν εἰς Ἰθάκην νηῒ πέμψουσι. Προεκθετικὴ δὲ ἀναφώνησις τῶν ἐφεξῆς τοῦ Ὀδυσσέως παθῶν καὶ ταῦτα εἰσί. (Vers. 530.) Τὸ δὲ πτολιπόρθιον οὗ πρωτότυπον ὁ πτολίπορθος ὡς τοῦ κάπρος τὸ κάπριος, εἰκῇ παρέῤῥιπται. τί γὰρ ἔδει τὸν Κύκλωπα ἔπαινον Ὀδυσσέως εἰπεῖν; ἴσως δὲ καὶ εἰρωνικῶς αὐτὸ εἶπεν ὁ Κύκλωψ, ὡς τοῦ Ὀδυσσέως πρὸ βραχέων οὕτως ἑαυτὸν καλέσαντος. μονονουχὶ μυκτηρίζων εἴπερ ὁ ὀλίγος καὶ οὐτιδανὸς καὶ ἄναλκις πτολιπόρθιον ἑαυτὸν ἀποκαλεῖ. Ἰστέον δὲ ὅτι τε ἀνάλογα τὸ, πτολιπόρθιος. καὶ τὸ, αἰδοῖος αἰδοίϊος. ὁμοῖος ὁμοίϊος. ὀρθὸς ὄρθιος. λοῖσθος λοίσθιος. καὶ ὅτι πρὸς τοιαύτην ἀκολουθίαν καὶ οἱ Δωριεῖς τὸ ἆσσον ἄσσιον φασὶν, ὡς παραδέδοται, καὶ τὸ αἶψα αἴψιον, καὶ τὸ μᾶλλον μάλλιον. οὕτω δὲ καὶ τὸ ἐγγὺς ἔγγιον. (Vers. 543.) Ὅτι ναύσταθμον φράζει τὸ, ἔνθα περ ἄλλαι νῆες ἐΰσσελμοι μένον ἀθρόαι, ἐλλιμενισμὸν δὲ τὸ, νῆα μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν. ἐκ δ' αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης. τί δὲ τὸ κέλσαι καὶ τίς ὁ ῥηγμὶν, ἀλλαχοῦ δηλοῦται. (Vers. 549.) Ὅτι τὰ τοῦ Κύκλωπος μῆλα ἐπίσης ἐδάσαντο κατὰ νῆας οἱ ἀμφὶ τὸν Ὀδυσσέα. ἀρνειὸν δὲ αὐτῷ ἔδοσαν ἔξοχα. ἴσως, τὸν περισωσάμενον αὐτὸν, ὃν καὶ ἔθυσεν ἐπὶ θινὶ Διῒ φυξίῳ ἴσως ἢ καὶ σωτῆρι κατὰ τοὺς ὕστερον Ἀττικούς. (Vers. 553.) ὁ δέ φησιν οὐκ ἐμπάζετο ἱρῶν. τουτέστιν οὐκ ἐπεστρέφετο τῆς θυσίας. ὥστε οὐδὲ ἐκαλλιέρει τηνικαῦτα Ὀδυσσεύς. ἀλλ' ὅγε φησὶ μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι νῆες καὶ ἐμοὶ ἑταῖροι. (Vers. 554.) καὶ τοῦτο δὲ προαναφώνησις τῶν ἐφεξῆς ποιηθησομένων ἐστίν. εἶτα διαφόρων στίχων ῥηθέντων ὡς ἐν τύπῳ κέντρωνος περὶ δαιτὸς καὶ ὕπνου καὶ ἀπόπλου, πολλαχοῦ γὰρ καὶ ἀλλαχοῦ κεῖνται, πληροῦται ἡ ῥαψῳδία. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Κ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Τὰ περὶ τὸν Αἴολον ἀπαγγέλλει τὸν τῶν ἀνέμων φύλακα, ὡς ἔδωκεν Ὀδυσσεῖ οὔριον ἄνεμον τὸν Ζέφυρον, τοὺς ἄλλους ἀνέμους ἐγκαθείρξας ἀσκῷ. ὃν οἱ ἑταῖροι λύσαντες κοιμωμένου Ὀδυσσῆος, ἅτε ἐν αὐτῷ χρυσὸν εἶναι νομίζοντες, ὑπονοστοῦσι πρὸς Αἴολον. οὐ προσιεμένου δὲ τοῦ Αἰόλου τὸν Ὀδυς-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
