# Commentarii ad Homeri Odysseam 1.362.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.362.1

σέα ἐκεῖθεν ἀποπλέων εἰς Λαιστρυγόνας ἀφικνεῖται. παρ' οἷς ἕνδεκα τῶν νεῶν ἀπολέσας μιᾷ εἰς Αἰαίαν τὴν νῆσον παραγίνεται. καὶ σὺν Εὐρυλόχῳ τοὺς ἡμίσεας τῶν ἑταίρων κλήρῳ λαχόντας ἐκπέμπει πευσομένους τίνες οἱ κατοικοῦντες. μεταμορφωθέντων δὲ ἐκείνων εἰς σύας ὑπὸ τῆς Κίρκης πλὴν Εὐρυλόχου, αὐτὸς ἐπὶ ζήτησιν ἐλθὼν, λαβὼν παρὰ τοῦ Ἑρμοῦ φάρμακον τὸ μῶλυ, οὐδὲν βλάπτεται. ἀλλὰ καὶ ἑταίρων τὴν ἀρχαίαν φύσιν λαβόντων ἐνιαυτὸν παραμείνας παρὰ τῇ Κίρκῃ εἰς Ἅιδου κατέρχεται. ΟΔΥΣΣΕΙΑΣ Κ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι τὰ περὶ Αἰόλου καὶ Λαιστρυγόνων καὶ Κίρκης διαλαμβάνουσα ἡ κ ῥαψῳδία οὕτω καὶ ἐπιγράφεται ὑπὸ τῶν παλαιῶν. ἀρχομένη ἐντεῦθεν. (Vers. 1.) Αἰολίην δ' ἐς νῆσον ἀφικόμεθα. ὃ ἑρμηνεύων ἐπάγει. ἔνθα δ' ἔναιεν Αἴολος Ἱπποτάδης φίλος ἀθανάτοισι θεοῖσι, πλωτῇ ἐνὶ νήσῳ. εἶτα ἐκφράζων τὸ κατ' αὐτὴν στεῤῥὸν φησί. (Vers. 3.) πᾶσαν δέ τέ μιν πέρι τεῖχος χάλκεον ἄῤῥηκτον. (Vers. 4.) λισσὴ δ' ἀναδέδρομε πέτρη. καὶ ἴσως τοῦτό ἐστι τὸ χάλκεον τεῖχος, πέτρα δηλαδὴ λεία καὶ δυσανάβατος, περιβόλου δίκην τὴν νῆσον περιθέουσα. ἄλλως γὰρ ἀπίθανόν ἐστι νοῆσαι τεῖχος ὅλον χάλκεον. (Vers. 2.) Αἴολοι δέ φασι τρεῖς ἐν ταῖς ἱστορίαις ὀνομαστοὶ, εἷς ὁ Κρηθέως καὶ Ἀθάμαντος καὶ Σισύφου πατὴρ, Ἕλληνος παῖς, ὃν Ἕλληνα γόνῳ μέν φασι Διὸς εἶναι, λόγῳ δὲ Δευκαλίωνος, ἕτερος δὲ Αἴολος, ὁ ἐκ Μελανίππης καὶ Ἱππότου ὁ διατοῦτο νῦν Ἱππωτάδης, τρίτος δὲ ὁ ἐκ Ποσειδῶνος καὶ Ἄρνης. Ἀσκληπιάδης δὲ, ἐπὶ τὸν τρίτον τοῦτον φησὶ τὸν Ὀδυσσέα ἐλθεῖν. Ὅτι δὲ ὁμώνυμος λέξις ὁ Αἰόλος οὐκ ἔστιν ἀμφιβαλεῖν. κύριόν τε γάρ ἐστι, σημαίνει δὲ καὶ τὸν ποικίλον καὶ τὸν ταχύν. καὶ ὄνομα δὲ ἰχθύος. ὡς δῆλον ἐκ τοῦ, δύο γένη σκάρων. ὧν ὁ μὲν, ὀνίσκος. ὁ δὲ, αἰόλος. Ὅτι δὲ τοῦ πρώτου Αἰόλου ἤγουν τοῦ Ἑλληνίδου παρώνυμον τὸ τῶν Αἰολέων ἔθνος αἱ ἱστορίαι δηλοῦσιν. ὥσπερ καὶ Δωριεῖς εἴρηνται ἀπὸ Δώρου υἱοῦ Ξούθου, οἳ καὶ Πελοπόννησον ὕστερον ᾤκησαν, συγκατάγοντες τοὺς Ἡρακλείδας, ἡγουμένου αὐτῶν Δύμαντος καὶ Παμφύλου τῶν Αἰγιμιοῦ παίδων. τινὲς δὲ καὶ ἐν Συρακούσαις ᾠκίσθησαν. καὶ οὕτως ἐπλατύνθη τὸ τῶν Δωριέων ἔθνος ἄχρι καὶ ἐς αὐτὴν Βοιωτίαν. ἔσχε δὲ πλάτος καὶ τὸ Δωρικὸν, Αἰόλου φασὶ καταδραμόντος τὴν Θετταλίαν καὶ πάντας ποιήσαντος Αἰολεῖς κληθῆναι. οὗ τῆς θυγατρὸς παῖς, Βοιωτός. ἀφ' οὗ οἱ Βοιωτοί. κἀντεῦθεν ἔσχεν Αἰολεῖς καὶ ἡ Βοιωτία. καὶ ἰδιάζουσα τῇ κατ' αὐτὴν γλώττῃ ὅμως ἐκέκρατο καὶ Δώριδι, ὡς ἐῤῥέθη, διαλέκτῳ, ἔτι δὲ καὶ Αἰολικῇ. εἰ δὲ ἐκ τῶν εἰρημένων Αἰολέων ἢ τοῦ δεδηλωμένου Αἰόλου τοῦ σημαίνοντος τὸν ποικίλον παραιολίξαι εἶπέ τις τὸ ἀπατῆσαι, ζητητέον ἄλλοθεν. (Vers. 1.) Ὅρα δὲ τὸ, Αἰολία νῆσος. ὀφεῖλον μὲν κτητικῷ λόγῳ διὰ διφθόγγου ἔχειν τὴν παραλήγουσαν ὡς ἀπὸ τοῦ Αἰόλου ᾧ παρωνυμεῖται. διὰ δὲ τὸ κακομέτρητον, γραφὲν διὰ τοῦ ἰῶτα ὡς ἂν ἀπαρτισθείη μετρικὸς δάκτυλος. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν μιᾶς μέμνηται νήσου Αἰολίας. οἱ δὲ παλαιοὶ νήσους Αἰόλου ἑπτὰ ἱστοροῦσι πρὸς τῇ Σικελίᾳ. εἰσὶ δὲ αὗται. Αἰολὶς ἢ μᾶλλον Αἰολία. ἔνθα ἴσως ἦν τὸ τοῦ Αἰόλου βασίλειον. στρογγύλη. Διδύμη. ἱερά. λιπάρα. ἐξ ἧς καὶ σέλας λέγεται παρὰ Θεοκρίτῳ λιπαραῖον διὰ τὰ ἐκεῖ ἀναφυσώμενα πυρά. ἐρεικώδης. καὶ φοινικώδης. καλεῖται δὲ μία τούτων κατά τινας καὶ Ἱκέσιον. λέγονται δὲ καὶ νῆσοι Λιπαραίων ἢ πᾶσαι ἢ τούτων τινὲς διὰ τὸ τῆς Λιπάρας ἐπίσημον. φησὶ γοῦν καὶ ὁ γεωγράφος οὕτω. Λιπαραίων νῆσοι ἑπτά. μεγίστη δὲ Λιπάρα. Κνιδίων ἄποικος. ἐγγυτάτω Σικελίας. μία δέ φησιν αὐτῶν καὶ ἡ Εὐώνυμος καλουμένη οὕτω διὰ τὸ εὐώνυμος κεῖσθαι τοῖς ἐκ Λιπάρας εἰς Σικελίαν πλέουσιν. Ὅμηρος δὲ μιᾶς μέμνηται νήσου. ἥν τινες ἐκτετοπισμένην φασὶν πλάττεσθαι τῷ ποιητῇ, καθὰ καὶ τὴν τῶν Φαιάκων καὶ τὴν τῆς Καλυψοῦς καὶ τοὺς Λωτοφάγους δὲ καὶ τοὺς Κύκλωπας. ἄλλοι δέ γε ἀπεναντίας τούτοις ἰόντες καὶ περὶ Σικελίαν καὶ Ἰταλίαν πεπλανῆσθαι τὸν Ὀδυσσέα εἰπόντες, οὐ μόνον τοὺς Κύκλωπας οἴδασι Λεοντίνους καλουμένους, ἀλλὰ καὶ Λωτοφάγους παρὰ τῷ ποιητῇ φασὶν εἶναι τοὺς νῦν Ἀκραγαντίνους. οἱ δὲ, τοὺς Καμαριναίους. Ἰστέον δὲ καὶ ὅτι Αἰόλειοι μὲν νῆσοι διὰ διφθόγγου παρὰ τοῖς παλαιοῖς αἱ τοῦ Αἰόλου, ἃς ἐν τῷ Τυρηνικῷ πελάγει κεῖσθαι φασί τινες. Αἰολίδες δὲ, αἱ τῶν Αἰολέων περὶ Ἀσίαν. καὶ ἄλλως δὲ αὗται μὲν Αἰόλου νῆσοι. ἐκεῖναι δὲ νῆσοι Αἰολέων.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
