# Commentarii ad Homeri Odysseam 1.363.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.363.1

(Vers. 2.) Τὸ δὲ Ἱπποτάδης ὅμοιόν ἐστι τῷ Βουτάδης. ὡς γὰρ Βούτης Βούτου Βουτάδης, οὕτως Ἱππότης Ἱππότου Ἱπποτάδης. τοιοῦτος γὰρ ὁ πατρωνυμικὸς τύπος τῶν εἰς ης ληγόντων κυρίων ὀνομάτων ὧν εἰς ου ἡ γενική. ὥσπερ καὶ τῶν εἰς ας. οἷον Ἀλεύας Ἀλευάδης. καὶ τῶν διὰ τοῦ ιος καθαρῶν. οἷον Ἥλιος Ἡλιάδης. τοῦ δὲ Βουτάδου σύνθετον οἱ Ἐτεοβουτάδαι, γένος πολὺ καὶ λαμπρὸν, ἀπό τινος Βούτου. ἀφ' οὗ γένους οἱ ἱερεῖς καθίσταντό φασιν Ἀθήνῃσι. καὶ εἰσὶν Ἐτεοβουτάδαι οἱ ἀληθῶς ἐκ τοῦ Βούτου. καθ' ὁμοιότητα τοῦ Ἐτεόκρητες οἱ Ἰθαγενεῖς Κρῆτες. (Vers. 3.) Πλωτὴ ἢ κατά τι κύριον ὄνομα ἢ ἡ κειμένη ἐν πλεομένοις τόποις καὶ διὰ τοῦτο γνωριζομένοις. κατ' ἄλλους δὲ φράσαι, ἡ προσπλεομένη ὑπ' ἀνθρώπων. ἢ ἄλλως, ἡ περιπλεομένη κύκλῳ καὶ μὴ κατὰ τὰς ἄλλας οὖσα πλήρης ὑφάλων πετρῶν. Ἀρίσταρχος δέ φασι πλωτὴν λέγει φορητὴν καὶ οἷον παραφερομένην ἢ συνεχείᾳ σεισμῶν ἢ ἄλλως ὁπωσοῦν, ὡς ποτὲ μὲν ἐν δεξιοῖς ὁρᾶσθαι μέρεσι, ποτὲ δὲ ἐν ἀριστεροῖς. ὁποῖον δή τι καὶ περὶ Δήλου ἱστόρηται. ἧς καὶ χωρίον τι ὁ τρέμων παρὰ Λυκόφρονι ἔκ τινος τοιαύτης αἰτίας κληθείς. παρατιθέασι δὲ περὶ τῆς Δήλου οἱ παλαιοὶ ἔπος τοῦτο. ἦν γὰρ τὸ πάροιθε φορητὰ κυμάτεσσι δᾶλος παντοδαπῶν ἀνέμων ῥιπαῖς. καὶ οἱ μὲν περὶ Ἀρίσταρχον φασὶν οἰκειότερον εἶναι οὕτω νοεῖν, ὡς μὴ ἐῤῥιζῶσθαι τὴν τῶν ἀνέμων νῆσον ὧν Αἴολος δεσπόζει. ἕτεροι δέ φασιν, ὡς εἴπερ ἐπέπλει τῇ θαλάσσῃ, οὐκ ἂν εἰς δεύτερον εὗρεν αὐτὴν ὁ Ὀδυσσεὺς, παλίμπλους εἰς αὐτὴν ἐπανελθών. λέγουσι δὲ οὗτοι οὐ πάνυ εὐφυῶς. εἰ γὰρ καὶ πλωτὴ ἦν ἡ νῆσος, ἀλλ' οἱ ἄνεμοι, ὡς εἰς πατρίδα ἐπανιόντες αὐτὴν κατὰ μῦθον, συναπήγαγον πιθανῶς καὶ τὸν Ὀδυσσέα ὅπου περ ἂν καὶ ἦν παρεκπλεύσασα. καινὸν δὲ οὐδὲν τοιοῦτόν τι καὶ τὸν ποιητὴν εἰπεῖν, εἴγε περὶ τὴν Λιβύην ἕτεροι τερατεύονται Διονύσου πόλιν εἶναι, ἣν οὐκ ἐνδέχεται δὶς τὸν αὐτὸν ἐξευρεῖν ὡς μεθισταμένην. καὶ Ἡρόδοτος δὲ ἱστορεῖ ὡς νῆσος πλωτὴ λέγεται περὶ Αἴγυπτον ἐν λίμνῃ βαθείᾳ καὶ πλατείᾳ. ἐκαλεῖτο δὲ ἡ τοιαύτη Ἔχεμις. (Vers. 2.) Ὅτι τὸν ῥηθέντα Αἴολον ὁ τῆς ἀλληγορίας λόγος εἰς ἐνιαυτὸν ἀνάγει. διὸ καὶ δίδωσιν αὐτῷ δώδεκα παῖδας τὴν τῶν μηνῶν δωδεκάδα. καὶ τούτων τὰς μὲν θηλείας λέγει, τοὺς καρποφόρους δηλαδὴ μῆνας καὶ κατὰ τὰ θήλεα γεννητικούς. τοὺς δὲ ἄῤῥενας ὅσοι δηλονότι οὐ τοιοῦτοι μὲν συμβάλλονται δὲ ἄλλως τῇ γῇ πρὸς γονημότητα τὴν ἐφεξῆς. ὁποῖοί τινες οἱ πρὸ τοῦ ἔαρος. οὓς δὴ παῖδας τοῦ ἐνιαυτοῦ καὶ συνηρμόσθαι ἀλλήλοις λέγει διὰ τὸ κατὰ τὰς ὥρας οὐ μόνον ἐναμόρνιον, ἀλλὰ καὶ ἀλληλουχούμενον. τὸν δὲ τοιοῦτον Αἴολον Ἱππότου τε υἱὸν εἶναι φησὶ διὰ τὸ ταχὺ τῆς χρονικῆς παραῤῥοῆς, καὶ ταμίαν δὲ ἀνέμων ἐπεὶ καὶ ἄνεμοι καθ' ὥρας τινὰς πνέουσι καὶ κατὰ καιρὸν ὡς τὰ πολλά, οἷον οἱ ἐτησίαι μὲν θέρους, φθινοπώρου δὲ οἱ νῶτοι, καὶ ἔαρος, οἱ λευκόνοτοι. ὁ δὲ ὡς εἰκὸς ἱστορικὸς λόγος ἄνθρωπον συνετὸν καὶ εὔπορον τὰ εἰς βουλὴν καὶ εἰς λοιποὺς λόγους τὸν Αἴολον παραδίδωσι διὰ περιουσίαν φρονήσεως. διὸ καὶ ἡ παροιμία Αἰόλον τὸν ποικίλον καὶ πανοῦργον φησίν. ἀφ' οὗ σύνθετον αἰολοχαίτης ὁ ποικίλας ἔχων τρίχας ἄνθρωπος δηλαδὴ ἢ ἵππος ἢ ἄλλο τι ζῷον. ὅπερ εἰ καὶ πέκεται, λέγοιτ' ἂν καὶ ποικίλον κυρίως. δοκεῖ γὰρ παρὰ τὸν πόκον εἰρεῖσθαι ὁ ποικίλος. δῆλον δὲ ὡς ἡ σύνθεσις τοῦ αἰολοχαίτης κατὰ τὸ κυανοχαίτης. δρομιχαίτης. γλαυκοχαίτης. μελαγχαίτης. ἡ δὲ περὶ τούτων Ὁμηρικὴ φράσις τοιαύτη. τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώωντες. ἔνθ' ὅγε θυγατέρας (Vers. 7.) πόρεν υἱάσιν εἶναι ἀκοίτις κατὰ ἔθος ἀρχαῖον. καθ' ὃ καὶ ὁ Ζεὺς συνῴκει τῇ Ἥρᾳ. ἐδόκει γὰρ τοῖς παλαιοῖς μέγα τι καὶ τὴν ἐκ φύσεως φιλοστοργίαν εἰς ὁμοφροσύνην συμβάλλεσθαι. Ἀλκιβιάδην μέντοι παρεξηυλημένον ἐν τῷ ἄλλως βιοῦν ἐξωλέστερον, ἔσκωψέ φησιν Ἀντισθένης παράνομον εἶναι καὶ εἰς γυναῖκας καὶ εἰς τὴν ἄλλην δίαιταν, συνεῖναι γὰρ καὶ μητρὶ καὶ θυγατρὶ καὶ ἀδελφῇ ὡς τοὺς Πέρσας. (Vers. 8.) εἶτα καὶ τὰ ἑξῆς περὶ τῶν παίδων ἐπάγων φησίν. οἵδ' αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ δαίνυνται. παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται. κνισσῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ ἤματα. νύκτας δ' αὖτε παρ' αἰδοίῃς ἀλόχοισιν εὕδουσιν ἔν τε τάπῃσι. (Vers. 12.) καὶ ἐν τρητοῖσι λεχέεσσι, καὶ οὕτω διασκευάσας τὰ κατὰ τούτους καὶ τρυφῶντας παραστήσας καὶ ὑπὲρ τὸ δέον ἀναπεπτωκότας ὁποῖοι δή τινες καὶ οἱ Φαίακες οὓς καὶ θεραπεύει τῇ τῶν ὁμοιοπαθῶν ἱστορίᾳ καὶ τὸ τέλος δὲ τῆς διασκευῆς καλλύνας παρίσοις τῷ, ἀλόχοισι, τάπῃσι, τρητοῖσι λεχέεσσιν, οὐδέν τι περὶ τῶν τοῦ Αἰόλου δωμάτων ἐνδιάσκευον εἰπεῖν ἠθέλησεν ἢ περὶ τῆς πόλεως, ἀλλ' ἠρκέσθη μόνον εἰπὼν ὡς καὶ τούτων ἱκόμεθα πόλιν καὶ δώματα καλά. ὀκνεῖ γὰρ χρᾶσθαι κατακόρως ἐκφράσεσι διὸ καὶ μυρία

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
