Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.364.1
Not analysed yet
ὀνείατα εἰπὼν οὐδέν τι πλέον οὐδὲ περὶ αὐτῶν προσέθετο. (Vers. 10.) καὶ δῶμα δὲ κνισσῆεν φάμενος τὸ κηῶεν καὶ εὔοσμον ἢ τὸ κνίσσης μετέχον ἠρκέσθη ἐς τοσοῦτον εἰπὼν, καὶ μηδέν τι μηδὲ περὶ τῆς ἐνταῦθα κνίσσης παρασημῃνάμενος. Ἰστέον δὲ ὅτι ὁ παραφράσας τὴν Ὀδυσσείαν ῥήτωρ οὕτω γοργῶς μετέβαλε τὰ κατὰ τοὺς παῖδας τοῦ Αἰόλου, πάντες κοινῇ παρ' αὐτῷ δίαιταν εἶχον, πλήν γε δὴ ὅσα νύκτωρ ἀναγκαίως ἐγίνετο. Τὸ δὲ περιστεναχίζεται, ἀντὶ τοῦ περιηχεῖται, ὡς καὶ τοῦ τοιούτου δώματος ἠχήεντος ὄντος. ἢ ἀντὶ τοῦ, στενοχορεῖ τοῖς δαινυμένοις. (vers. 12.) Περὶ δὲ ταπήτων ἀρκεῖ εἰπεῖν ἄρτι, ὅτι ἐοίκασι ταυτόν ποτε εἶναι τάπητες καὶ δάπιδες, ὡς δηλοῖ Παυσανίας ἐν οἷς φησὶ ψιλοδάπιδας, ψιλὰς καὶ μὴ μαλλωτάς, ὡς δηλαδὴ καὶ μαλλωτῶν οὐσῶν δαπίδων ὁποῖοι καὶ οἱ τάτηπες ὡς ἐπιπολύ. (Vers. 5.) Τῶν δὲ παίδων Αἰόλου καὶ ὀνόματα ἐκτίθενται οἱ παλαιοί. περὶ ὧν οὐκ ἀναγκαῖον ἐκθέσθαι ἢ μόνον ἐς τοσοῦτον. Αἴολος Τηλεπάτραν τὴν Λαιστρυγόνος ἐγέννησε τοὺς δεῖνα καὶ τὰς δεῖνα. (Vers. 14.) Ὅρα δὲ καὶ ὡς οὐκ ἠξίωσεν ὁ ποιητὴς ἱστορῆσαι καθὰ περὶ τῶν Φαιάκων πολλά τινα, οὕτω καὶ περὶ τῶν ἐν τῇ τοῦ Αἰόλου νήσῳ, ἀλλ' ἠρκέσθη τὰ κατὰ τὸν βασιλέα διὰ τοῦ Ὀδυσσέως εἰπεῖν, ἵνα μὴ τὰ τῆς ποιήσεως πάρεργα πλείω τοῦ ἔργου γένηται εἰ περὶ τῶν καθέκαστα ἐμπλατύνεται. διὸ καὶ ἐνδεικνύμενος τὴν τοιαύτην μέθοδον ὁ Ὁμηρικὸς Ὀδυσσεὺς ἐπάγει. μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα, Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν. ἐξ οὗ φιλομαθῆ καὶ τὸν Αἴολον δηλοῖ. καὶ ἐμφαίνει δύνασθαι μὲν κἀνταῦθα πολλὰ λέγειν μὴ ἐθέλειν δὲ πολυλογεῖν. (Vers. 16.) Ὅτι σαφοῦς ἀπαγγελίας τὸ, καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα. (Vers. 17.) Ὅτι τὸ ἐν ἄλλοις λόγῳ διδαχθὲν ὡς χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν, πραγματικῶς ἐνταῦθα παραδίδοται ἐν τῷ, ἀλλ' ὅτε δὴ καὶ ἐγὼ ὁδὸν ᾔτεον καὶ ἐκέλευον πέμπειν, οὐδέ τι κεῖνος ἀνήνατο. τεῦχε δὲ πομπήν. Ὀδυσσεὺς δὲ τοῦτο λέγει ἐρεθίζων τὸν Ἀλκίνοον εἰς ἔργον ὅμοιον. (Vers. 19.) Ὅτι Αἴολος ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο διὰ τὸ στεῤῥόν τε καὶ ἀῤῥαγὲς ἔδωκε τῷ Ὀδυσσεῖ. ἔνθα βυκτάων ἀνέμων κατέδησε κέλευθα. κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε θεός. νηῒ δ' ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ, ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ. αὐτὰρ ἐμοὶ πνοὴν Ζεφύρου προσέηκεν ἀῆναι. ὄφρα φέροι νῆάς τε καὶ αὐτοὺς, τουτέστιν ἡμᾶς. (Vers. 26.) ἀφίεται δὲ πνέειν Ζέφυρος, οἷα ἐπιτήδειος πρὸς τὸν ἐς Ἰθάκην πλοῦν. (Vers. 22.) Τὸ δὲ ταμίαν ἀνέμων ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει. ἠμὲν παυέμεναι ἠδ' ὀρνύμεν ὅν κ' ἐθέλῃσι, τουτέστι, τὸν μὲν οἷον ἀποκρύπτειν, τὸν δὲ προβάλλεσθαι. ὁποῖόν τι καὶ οἱ ταμίαι ποιοῦσι, τὰ μὲν προτιθέντες, τὰ δ' ἀποτιθέμενοι. χρήσιμον δὲ εἰς τὸ, ἀνέμους παυέμεναι, καὶ τὸ ἀνεμοκοῖται, γένος ἐν Κορίνθῳ ἀνέμους κοιμίζοντες. εἰς ὅπερ δεξιῶς λέγεται διακεῖσθαι καὶ Ἐμπεδοκλῆς. οὗ καὶ ἡ εἰς αὐτὸ τέχνη ἱστόρηται. (Vers. 24.) Πιθανὴ δὲ καὶ ἀστεία καὶ ἡ δι' ἀργύρου δέσις τοῦ ἀσκοῦ, ὡς ἂν ἀπατηθέντες οἱ ἑταῖροι λύσωσι τὸν ἀσκὸν, οἷα χρημάτων πλῆθος εἶναι εἰκάσαντες ἐκ τῆς πολυτελείας τοῦ δεσμοῦ. πρὸς μέντοι τὸ φαινόμενον, ἵνα μή τι παραπνεύσῃ τουτέστιν ἐκπνεύσῃ ἀνέμου. (Vers. 23.) ὡς τοῦ ἀργυρέου μίτου, ὃ σύρμα φασὶν οἱ ἰδιωτίζοντες, σφιγκτότερον πιέζοντος ἤπερ ὁ σχοῖνος, καὶ βαθύτερον. ἔστι δὲ καὶ ἄλλως ἀργύρεόν τι σφήκωμα εἰπεῖν τὴν τοιαύτην ἀργυρέαν μέρμιθα. κατὰ τὸ, χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο, ὅπερ ἐν Ἰλιάδι κεῖται. (Vers. 21.) Ταμίας δὲ ἀνέμων ὁ Αἴολος, οὐ μόνον ἀλληγορικῶς ὡς προείρηται, ἀλλὰ καὶ κατὰ ἱστορίας ἀλήθειαν. σοφὸς δὲ ἀνὴρ παραδίδοται καὶ τιμώμενος οἷα προγνωστικὸς ἀνέμων πνοῆς. ὡς ἐντεῦθεν, πολλοῖς προλέγων ἢ εὔπλοιαν ἢ δυσχέρειαν περὶ τὸν πλοῦν καὶ εὐστοχῶν, φήμην διαδοῦναι ὡς ἄρα καὶ ταμίας ἦν ἀνέμων καὶ δεσμεῖν εἶχεν αὐτοίς. ὥς που καὶ τὸν Ἄτλαντα κατευστοχοῦντα τῶν οὐρανίων κινήσεων ἀνέχειν εἶπεν ὁ μῦθος τὸν οὐρανόν. ἕτεροι δέ φασι καὶ ὅτι ἐκ τῆς διαφορᾶς τῶν βρόμων τῶν ἐν ταῖς νήσοις Αἰόλου οὓς οἱ ἐκεῖ τοῦ πυρὸς κρατῆρες ποιοῦσι καὶ ἐκ τῶν ἀναφυσημάτων καὶ φλογῶν καὶ λιγνύων προσημαίνεται καὶ ὁ εἰς τρεῖς ἡμέρας πνεύσων ἄνεμος. καί τις κατὰ τὸν γεωγράφον ἐν Λιπάρᾳ γενομένης ἀπλοίας προεῖπε τὸν ἐσόμενον πλοῦν καὶ οὐ διεψεύσατο. διὸ καὶ Αἴολος ταμίας ἀνέμων ἐλέχθη, ὡς ἐκ τοιούτων τινῶν τὸν πλοῦν τεκμαιρόμενος καὶ προσημαίνων τοὺς ἔκπλους φησὶν ἐν τοῖς κατὰ τὸν Σικελικὸν πορθμὸν τόποις ἀμφιδρόμοις οὖσι καὶ δυσέκπλοις διὰ τὰς παλιῤῥοίας. Ὅτι δὲ οὐ μόνος Αἴολος ἐτιμήθη διὰ σοφίαν καὶ εὕρεσιν τοῦ χρησίμου ἀλλὰ σὺν ἄλλοις μυρίοις καὶ Δαναὸς ὡς παραδείξας τὰ ἐν Ἄργει ὑδρεῖα, καὶ Ἀτρεὺς τὸν τοῦ Ἡλίου δρόμον ὑπεναντίον τῷ οὐρανῷ,