# Commentarii ad Homeri Odysseam 1.365.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.365.1

ὁ γεωγράφος λέγει καθὰ καὶ ἕτεροι. (Vers. 19.) Τὸν δὲ ἀσκὸν ὅθεν ὑποκοριστικὸν οὐ μόνον ἀσκίον ἀλλὰ καὶ ἀσκίδιον ὡς τὸ, εἰσιᾶσι τινὲς μύρων Βαβυλωνίων ἔχοντες ἀσκίδια, οἱ μὲν οὕτως ἐξεδέξαντο κατὰ τὸ λεγόμενον, γοητείαν τινὰ ὑπονοήσαντες εἶναι. παρ' οἷς καὶ ᾄδεται ὁ ῥηθεὶς τοῦ Αἰόλου ἀσκὸς δελφῖνος εἶναι δέρμα. οἱ δέ τινες ὥσπερ τὸν παρ' Ἡσιόδῳ πίθον οὕτω καὶ νῦν τὸν Ὁμηρικὸν ἀσκὸν εἰς ἀνθρώπειον ἐξελάβοντο σῶμα. ὅπερ οὐ μόνον ἐπὶ νεκροῦ κεῖται κατὰ τὸν εἰπόντα ὡς πολλοὶ ἀπεδάρησαν εἰς ἀσκὸν, ἀλλὰ καὶ ἐπὶ ζῶντος καὶ ὑγιοῦς κατὰ τὸ, ἀσκοῦ με τὸν προὔχοντα μὴ λῦσαι πόδα. τῷ δὴ τοιούτῳ ἀσκῷ λέγοιντο ἂν ἐνδεδέσθαι ἄνεμοι διὰ τὸ τὸν σοφὸν Ὀδυσσέα τοιοῦτον περικείμενον σῶμα πρόνοιαν ἔχειν ἐκείνων καὶ δεσμεῖν αὐτοὺς, ἐξ Αἰόλου ὡς εἰκὸς μαθόντα. Ἐρατοσθένης μέντοι φασὶ παίζων πρός τε τὸν μῦθον καὶ τὸ ἀπίθανον τῆς Ὀδυσσέως πλάνης τότε ἂν εὑρεῖν τινὰ λέγει ποῦ πεπλάνηται Ὀδυσσεὺς, ὅτ' ἂν εὕρηται τὸν σκυτέα τὸν συῤῥάψαντα τὸν τῶν ἀνέμων ἀσκόν. ἔστι δ' ἐνταῦθα εἰπεῖν οὐκ ἔξω ἀστειότητος καὶ ὅτι καθάπερ πίθος ἐλπίδων παρ' Ἡσιόδῳ, οὕτω καὶ νῦν παρ' Ὁμήρῳ ἀσκὸς ἐλπίδων οὗτος τῷ Ὀδυσσεῖ εὐέλπιδι ἐπὶ τοῖς ἀνέμοις ὄντι. ἀλλ' Ἡσίοδος μὲν ἐγκλειομένην ἐᾷ τῷ πίθῳ τὴν ἐλπίδα ἥ τίς ποτε ἐκείνη ἐστίν. ἐνταῦθα δὲ ἐξορμᾷ τοῦ ἀσκοῦ καὶ ἀνέμοις φέρεται. (Vers. 47.) οὐκ ἂν δὲ εὐτραπελίας εἴη μακρὰν, καὶ ἀσκῷ τῷ κατὰ τὸν Ὀδυσσέα εἰκάσαι τὸν ἐλπίδας κενάς τισιν ὑποτείνοντα, καὶ ἐπὶ ψευδέσιν ὄντα φυσίγναθον. ἐφ' οὗ οἰκεῖον εἰπεῖν τοὺς ἠπατημένους καὶ τὸ, ἀσκὸν μὲν ἔλυσαν, ἄνεμοι δ' ἐκ πάντες ὄρουσαν. αὐτὸ δὲ καλὸν εἰπεῖν καὶ περί τινος ἢ ἄλλως ἀπαίδευτα πνέοντος, ἢ πρὸς ἀπεραντολόγον καὶ οἷον ἐρυγγάνοντα τὸ παραπεσὸν ἀλαζονικῶς ἢ ἑτεροίως ὁπωσοῦν. Ὅτι δὲ ἀσκοὶ οὐ μόνον οἱ συνήθως ἐξ αἰγῶν καὶ βοῶν ἀλλὰ καὶ ἐξ ἑτέρων, δῆλόν ἐστι. δελφῖνός τε γὰρ ὁ ῥηθεὶς ἀσκὸς τετελεσμένος εἴτουν γεγοητευμένος καὶ ἀνθρώπου δέ. οὗ τὸ δέρμα εἴπου καινῶς ἀποδαρείη, ἀνθρωπείη τε λέγεται καθ' Ἡρόδοτον καὶ ἀσκὸς δὲ, ὡς ἔστι γνῶναι ἐκ τοῦ ἱστοροῦντος ἀποδαρῆναι τὸν Μαρσύαν εἰς ἀσκόν. καὶ κυνὸς δὲ καὶ λύκου ἀσκοὶ παραδέδονται. πεπείραται δὲ καὶ καμήλου ἀσκὸς διὰ συῤῥαφῆς, καὶ μὴν καὶ παρδάλεων. ἐν γοῦν τοῖς τοῦ Ἀθηναίου πομπή τις λαμπροτάτη κατ' Ἀλεξάνδρειαν ἱστόρηται, τετράκυκλον ἔχουσα πολυμήκη ἅμαξαν. ἐφ' ἧς ἦν ἀσκὸς τρισχιλίους ἔχων μετρητὰς ἐκ τῶν παρδάλεων δερμάτων ἐῤῥαμμένος, γέμων οἴνου, καὶ ῥέων κατὰ μικρὸν ἐν τῷ ἀνίεσθαι κατὰ πᾶσαν τὴν ὁδόν. ὅτι δὲ καὶ πάχους τοῦ κατὰ σῶμα γίνεται σκῶμμα ὁ ἀσκὸς, δηλοῖ Ἀθήναιος, εἰπὼν ὅτι παχύν τινα ἐξ οἰνοφλυγίας γενόμενον ἀσκὸν ἐκάλουν οἱ ἐπιχώριοι. ὁ δ' αὐτὸς καὶ περί τινος ἰσχνοῦ κατὰ σῶμα ἱστορῶν λέγει ὅτι Φιλιππίδης ἰσχνότατος ἐκωμῳδεῖτο καὶ εἶναι ὡς οἷα καὶ νεκρὸς ἐλέγετο. διό τινος εἰπόντος ὡς ἐν ἡμέραις τρισὶ τὸν δεῖνα ἰσχνότερον Φιλιππίδου ἀποφανῶ, ἔφη τις οὕτως. ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς. ὅθεν Ἄλεξις τὸν Φιλιππίδην συγκόψας ἤγουν συγκοπὴν ποιήσας τοῦ τοιούτου ὀνόματος πεφιλιππῶσθαι εἶπε τὸ λελεπτύνθαι, οὐ κατά τινα Φίλιππον δηλαδὴ ἀλλὰ κατὰ τὸν συγκοπέντα Φιλιππίδην. ἐνταῦθα δὲ μνηστέον καὶ παροιμίας εἰπούσης τὸ, ἀεί ποτε εὖ μὲν ἀσκὸς εὖ δὲ θύλακος ἀνθρώποις ἐστί. δι' ἧς ἔοικε δηλοῦσθαι τὸ τοῦ βίου ἐπαμφοτερίζον. ἀσκοῦ δὲ παράγωγα σὺν ἄλλοις καὶ ὁ ἀσκίτης ὕδερος. ἴσως δὲ καὶ τὸ ἐθνικὸν οἱ Ἀσκίται. καὶ τὸ ἄσκωμα οὗ μέμνηται ὁ κωμικὸς ἐν τῷ, ἀσκώματα καὶ λίνα καὶ πίτταν. καὶ τὸ ἀσκωλιάζειν. ὅ πέρ ἐστι κατὰ κυριολεξίαν μὲν ἐν ἀσκῷ λιάζειν. ᾧ πεφυσημένῳ ἐμπηδῶντες οἱ βουλόμενοι ἔν τινι ἑορτῇ οὐκ ἀμφοῖν ποδοῖν ἀλλὰ ἑνὶ καὶ ὡς εἰκὸς οὐκ εὐστοχοῦντες ἀλλά που καὶ καταπίπτοντες, ὑπεκίνουν γέλωτα τοῖς θεωμένοις. ἄλλως μέντοι παρὰ τοῖς ὕστερον ἀσκωλιάζειν ἑρμηνεύεται, τὸ ἑνὶ ποδὶ ἅλλεσθαι. ὅτι δέ τινες πειρῶνται καὶ τὸ ἀσκεῖν ἀθλητικῶς ἐκ τοῦ ἀσκοῦ παράγειν ἐς τοσοῦτον μόνον εἰρήσθω. (Vers. 20.) Βύκται δὲ ἄνεμοι, ἢ κατὰ ὀνοματοποιΐαν οἱ ἠχητικοί. ἢ οἱ σφοδροὶ καὶ κατὰ βυθοῦ ἀϊκτοί. ἢ καὶ ὡς ἀπὸ ἀῤῥήτου ῥήματος τοῦ βύσσω ἤγουν εἰς βυθὸν κατάγω. Τὸ δὲ κατέδησε κέλευθα, καιριώτερον ἐνταῦθα ἐγράφη ἤπερ πρὸ τούτων ἐν τῷ, ἀνέμων κατέδησε κελεύθους. νῦν γὰρ καὶ αἰσθητὸς δεσμὸς τῶν ἀνέμων μυθεύεται καταδεσμουμένων μέρμιθι φαεινῇ, ὅ ἐστι μίτῳ λαμπρᾷ διὰ τὸ ἀργύρεον. ἢ λεπτῇ. ἔτι δὲ μέρμις μέρμιθος ὡς ὄρνις ὄρνιθος, μήρινθος ἢ μίτος λεπτή, γινομένη παρὰ τῷ εἴρω ἔρμις καὶ μέρμις ἡ δυναμένη διείρεσθαι διὰ λεπτότητα. τῶν ἅπαξ δὲ εἰρημένων παρὰ τῷ ποιητῇ καὶ ἡ λέξις αὕτη ἐστίν. (Vers. 28.) Ὅτι ἐννῆμαρ πλέουσιν ἐξ Αἰόλου τοῖς περὶ τὸν Ὀδυσσέα νύκτας καὶ ἦμαρ ὃ καὶ ἀλλαχοῦ κεῖται τῇ δεκάτῃ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα. καὶ δή φησι πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντας. ἔνθα ἐμὲ μὲν γλυκὺς ὕπνος ὑπήλυθε

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
