Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.366.1
Not analysed yet
κεκμηῶτα. (Vers. 32.) αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων. ὡς δηλαδὴ τεχνικώτερος καὶ φερεπονώτερος. οὐδέ τῳ ἄλλῳ δῶκα ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν. οἱ δ' ἕταροι ἔφασαν χρυσόν με καὶ ἄργυρον οἴκαδ' ἄγεσθαι δῶρα παρ' Αἰόλου. ὧδε δέ τις ἂν εἶπεν. ὢ πόποι. ὡς ὅδε πᾶσι φίλος καὶ (Vers. 38.) τίμιός ἐστιν ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται, ὃ δὴ περιοδευτοῦ δηλοῖ τιμιότητα. εἶτα εἰπόντες καὶ ὡς πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ ληΐδος, ἡμεῖς δὲ ὁμὴν ὁδὸν ἐκτελέσαντες οἴκαδε ἄπιμεν κενεὰς σὺν χεῖρας ἔχοντες. καὶ νῦν οἱ τάγε δῶκε χαριζόμενος φιλότητι Αἴολος, (Vers. 44.) βουλεύονται τὸ ἐπικίνδυνον. εἰπόντες. ἀλλ' ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδ' ἐστίν. ὅπερ ἐφερμηνεύων, φησίν. ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν, (Vers. 47.) οὕτως ὁ πολυτελὴς δεσμὸς αὐτοὺς, ὡς ἐῤῥέθη, ἐξηπάτησεν. εἰ δὲ καὶ ἐκ τῆς κουφότητος τοῦ ἀσκοῦ ἦν γνῶναι ὡς οὐκ εἶχε τοιαῦτα ἐντὸς, ἀλλὰ τὸ προσδεδέσθαι ἐκώλυεν τὴν πεῖραν. ἔοικε γὰρ καταδεδεσμῆσθαι ὁ ἀσκὸς ἐν τῇ νηΐ. ὡς καὶ τοῦτο ὑποδηλοῖ τὸ, νηῒ δ' ἐνὶ γλαφυρῇ κατέδει. ὣς ἔφασαν. βουλὴ δέ φησι κακὴ νίκησεν ἑταίρων. ἀσκὸν μὲν λῦσαν. ἄνεμοι δ' ἐκ πάντες ὄρουσαν. (Vers. 48.) τοὺς δὲ, ὅ ἐστι τοὺς ἀμφὶ τὸν Ὀδυσσέα, ἁρπάξασα φέρεν πόντονδε θύελλα κλαίοντας, (Vers. 49.) γαίης ἄπο πατρίδος, ἧς ἐγγὺς ἦσαν. Καὶ ὅρα οἷον ὁ φθόνος. ὃς πολυπραγμοσύνην ἐνθεὶς τοῖς τοῦ Ὀδυσσέως διὰ φιλοχρηματίαν περιεργάσασθαι δέδωκε τὸν ἀσκὸν, ὅθεν αὐτοῖς τὸ κακόν. ἔτι δὲ καὶ οἷα φαῦλα ποιεῖ βραχεῖα οὐκ ἐν καιρῷ ἀνάπτωσις. δι' ἣν Ὀδυσσεὺς ὑπνώσας γλυκὺ πικρὰ ἔπαθε. (Vers. 30.) Πυρπολεῖν δὲ ἢ τὸ πυρσεύειν ὅ ἐστι νυκτὸς πῦρ καίειν διὰ τοὺς πελαγίζοντας ἢ καὶ τὸ μεθ' ἡμέραν τεκμηριοῦσθαι τόπον τῷ τοῦ πυρὸς σημείῳ καπνῷ, ὃν ἀποθρώσκοντα ἐκεῖθεν ἰδεῖν ἐπηύξατο πρὸ τούτων Ὀδυσσεύς. (Vers. 31.) Τὸ δὲ ἐπήλυθε, μετὰ δοτικῆς φασὶν οἱ ὕστερον καὶ οὐχ' ὡς νῦν μετὰ αἰτιατικῆς ἐν τῷ, ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε. (Vers. 35.) Τὸ δὲ ἄγεσθαι καὶ τὸ ἄγεται, ἐπὶ κειμηλίων οὐ μὴν συνήθως ἐπὶ ἐμψύχων λέγει. (Vers. 39.) Τὸ δὲ ὅτεων, δύο ἔχει πλεονασμούς. τὸ γὰρ κοινὸν τῶν, ἀντὶ τοῦ ὧν τινων. τοιοῦτον καὶ τὸ ὁτέοισι καὶ τὸ ὅτεῳ καὶ τοιαῦτα. (Vers. 42.) Τὸ δὲ κενεὰς χεῖρας ἔχειν καὶ τὸ, βουλὴ δὲ κακὴ νίκησε, παροιμιώδη εἰσίν. (Vers. 50.) Ὅτι κινδυνώδη φράζει πλοῦν τὰ τοιαῦτα. αὐτὰρ ἐγὼ κατὰ θυμὸν ἀμύμονα μερμήριξα ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ ἢ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην, ἀλλ' ἔτλην καὶ ἔμεινα. καλυψάμενος δ' ἐνὶ νηῒ κείμην. αἱ δ' ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ. στενάχοντο δ' ἑταῖροι. (Vers. 51.) Γίνεται δ' ἐν τούτοις τὸ ἀποφθίμην ἀπὸ τοῦ φθίω ῥήματος, ἐξ οὗ καὶ ἡ φθίσις καὶ ὁ φθισίνωρ. (Vers. 52.) Τὸ δὲ τλαίην καὶ τὸ ἔτλην τλήμονα εἶναι τὸν Ὀδυσσέα παριστᾷ τὸν ταῦτα λέγοντα. (Vers. 59.) Ὅτι τὸ, κήρυκα ὀπασάμενος, ἀντὶ τοῦ ὀπαδὸν ἑλόμενος, ἐξ οὗ καὶ γίνεται ὁ ὀπαδός. οὐκ ἄρα ἐπὶ μόνου τοῦ παρέχειν τὸ ὀπάζειν λέγεται. (Vers. 60.) Ὅτι ἐν τῷ, βῆν εἰς Αἰόλου κλυτὰ δώματα, λαγαρότης ἐστὶν, ὡς τοῦ Αἰόλου ἀντὶ μακρᾶς ἔχοντος τὴν παραλήγουσαν καὶ σφιγγομένου ἀπὸ δακτύλου εἰς τροχαϊσμὸν ἀπεναντίας τῷ προκοιλίῳ. ἐπεὶ καὶ ἀντίκειται τὸ προκοίλοιον καὶ τὸ λαγαρόν. θεραπεία δὲ τοῦ τοιούτου μετρικοῦ πάθους ἴσως μὲν καὶ τὸ εἶναι κύριον ὄνομα τὸν Αἴολον καὶ διὰ τοῦτο ὑποπίπτειν ἐξανάγκης ἔστιν ὅτε ἀδιαφορίᾳ. μάλιστα δὲ ἡ ὀξεῖα, δυναμένη ἐκτείνειν, ὡς ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον βραχὺ φωνῆεν ᾧ ἐπίκειται ὡς ἐν τῷ, Αἰόλον ὄφιν, ἀλλὰ καὶ τὸ πρὸ αὐτῆς καὶ μετ' αὐτήν. Ὅτι δὲ ὁ οὕτω παθὼν στίχος οὐ μόνον λαγαρὸς, ἀλλὰ καὶ πρόκλαστος, ὡς δὲ ἐν ἄλλοις ἐῤῥέθη, καὶ σφηκώδης. καὶ ὅτι καθὰ τῇ ὀξείᾳ οὕτω καὶ ἄλλοις τόποις τὰ μετρικὰ ἐκτείνονται, καὶ αὐτὸ ἑτέρωθι ἐδηλώθη. Ἰστέον δὲ ὅτι τὸ βῆν ἡ μονοσυλλαβία περιέσπασεν, ἄλλως γὰρ τὸ πλῆρες αὐτοῦ, ἤγουν τὸ ἔβην, βαρύνεται. ἀμήχανον γὰρ κατὰ Ἡρακλείδην ὁριστικὸν εὑρέσθαι εἰς ην λῆγον, μὴ πάντως βαρυνόμενον ἐν πρώτῳ προσώπῳ, εἰ μὴ μονοσύλλαβον εἴη. μονοσυλλαβοῦν μέντοι περισπᾶται. οἷον. βῆν ἔβην. στῆν ἔστην. οὐκοῦν ὡς εἰκὸς καὶ τὸ χρῆν προσλήψει τοῦ ε ἦν ἂν ἔχρην, εἴ περ ἦν ὁριστικὸν ῥῆμα. ἔστι δὲ οὐ τοιοῦτον κατ' αὐτὸν, ἀλλὰ Δωρικὸν ἀπαρέμφατον, κατὰ τὸ ζῆν καὶ τὰ ὅμοια. πᾶν γάρ φησι ῥῆμα εἰς ην λῆγον καὶ περισπώμενον οὐκ ἄλλο τί ἐστιν ἢ ἀπαρέμφατον. καὶ τοῦτο παρὰ Δωριεῦσιν, οἳ φιλῆν καὶ νοῆν διὰ τοῦ η φασίν. οὐκοῦν φησὶ καὶ ἐχρῆν. σκοπητέον δὲ εἰ παραδεκτέον τοῦτο ἁπλῶς. χρῆν μὲν γὰρ ἀπαρέμφατον εὕρηται παρ' Εὐριπίδῃ ἐν τῷ, πότερα τὸ χρῆν σφ' ἐπήγαγ' ἀνθρωποσφαγεῖν. ὃ ταυτόν ἐστι τῷ χρῆναι. τοῦ μέντοι ἐχρῆν παρατατικὴν σημασίαν ἡ κοινὴ ἔχει χρῆσις. εἰ μὴ ἄρα ὥσπερ χθὲς ἐχθὲς οὕτω καὶ τὸ Εὐριπίδειον χρῆν ἐχρῆν γέγονεν. (Vers. 69.) Ὅτι οὐδὲν