# Commentarii ad Homeri Odysseam 1.367.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.367.1

ὤνησε τὸν Ὀδυσσέα εἰς ἱκετευτικὴν πειθὼ τὸ εὑρεῖν δαινυμένους τοὺς περὶ τὸν Αἴολον, οἵπερ, εἰ καὶ ἔδει αὐτοὺς ἱλαρῶς διατεθῆναι τῷ Ὀδυσσεῖ διὰ τὸ καὶ ἄλλως φιλοξένους εἶναι, ἀλλ' ὡς οἷα θεομισῆ αὐτὸν ἀποπέμπονται. ὡς δὲ καὶ ἡ πρὸς τὸν Κύκλωπα ἐπιδόρπιος ἱκετεία εἰς μάτην τῷ Ὀδυσσεῖ ἐκπέπτωκε, δῆλόν ἐστιν. ὥσπερ καὶ ὅτι παρὰ τοῖς Φαίαξιν ἀνάπαλιν ὁ τοιοῦτος καιρὸς ἀγαθὸς ἀπέβη. Ἰστέον δὲ ὅτι οὐκ ἔστι δέος τῷ Ὀδυσσεῖ μή ποτε ὑποκινήσῃ καὶ τοὺς Φαίακας μιμήσασθαι τὸν Αἴολον καὶ μὴ δ' αὐτοὺς ἀποπέμψαι τοῦτον ὡς οἷα θεομισῆ. οὐκέτι γὰρ τοιοῦτός ἐστιν, ὡς ἤδη περατωθείσης τῆς κατ' αὐτοῦ μήνιδος ἣν ὁ Κύκλωψ κατηύξατο. Ὅτι τὸ παρὰ τοῖς δώματος σταθμοῖς ἐπ' οὐδοῦ ἕζεσθαι πτωχικὸν ἦν καὶ δυσωπικόν, ὃ καὶ νῦν ἐν τοῖς τοῦ Αἰόλου δώμασιν Ὀδυσσεὺς ποιεῖ παλιμπλαγχθεὶς ἐκεῖ τὸ δευτέρον, καὶ ὅτε δὲ εἰς τὴν Ἰθάκην ἀπέλθῃ. οὕτω δὲ καὶ Πηνελόπη ἐπ' οὐδοῦ ἷζε πολυκλείτου θαλάμου ὅτε τὸν κατὰ τοῦ υἱοῦ λόχον ἔμαθεν. (Vers. 63.) Ὅτι ἐπὶ δυστυχοῦς ὑποστροφῆς οἰκεῖον τὸ, οἱ δ' ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ' ἐρέοντο. πῶς ἦλθες; τίς τοι κακὸς ἔχραε δαίμων; ὅ ἐστιν ἐπεβάρησεν ὡς καὶ ἀλλαχοῦ δηλοῦται. (Vers. 70.) Ὅτι Ὀδυσσεὺς μὲν μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν ἤγουν ἱκετεύων λέγει τοῖς περὶ τὸν Αἴολον ὑποστραφεὶς, ὅτι ἄασσάν μ' ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος σχέτλιος. εἶτα καὶ ἱκετεύει. (Vers. 69.) ἀλλ' ἀκέσασθε φίλοι. δύναμις γὰρ ἐν ὑμῖν. ὅ πέρ ἐστι περίφρασις τοῦ, δύνασθε γάρ. καὶ οὕτω μὲν ὁ Ὀδυσσεύς. (Vers. 72.) ἀκούει δὲ πρὸς τοῦ Αἰόλου, ὅ περ ἄν τις ἀκούσοι δυσωπῶν μὲν διὰ πομπὴν μετ' ὀργῆς δὲ ἀποπεμπόμενος. ἔῤῥε θᾶσσον ἐλέγχιστε ζωόντων. οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ' ἀποπέμπειν ἄνδρα ὃς ἂν θεῷ ἀπέχθηται. (Vers. 73.) ἔῤῥε. ἐπεὶ ἄρα θεῷ ἀπεχθόμενος τόδ' ἱκάνεις. ἤγουν ἐνταῦθα, κατὰ τόδε τὸ δῶμα ἐλλειπτικῶς, ὅ περ κοινότερον τῇδε λέγεται ὅ ἐστιν ἐνταῦθα ἐλλειπτικῶς καὶ αὐτὸ πάντως. τὸ γὰρ τῇδε ἱκάνεις, ὅμοιον ὡς εἴπερ λέγοι τις ἐν τῇδε τῇ οἰκείᾳ ἢ τῇ ὁδῷ, ἢ τοιοῦτόν τι. (Vers. 67.) Τοῦ δὲ ἄασα ὃ λέξις μέν ἐστι ποιητικὴ, γεννᾷ δὲ τὴν ἀάτην, ἐκτείνεται καὶ νῦν ἡ ἄρχουσα. (Vers. 69.) Τὸ δὲ ἀκέσασθε ἀφ' οὗ καὶ τὸ, ἀκεσταί τοι φρένες ἐσθλῶν, καὶ τὸ, νῆας ἀκειόμενον, δηλοῖ μὲν ἄρτι τὸ ἰάσασθαι. σημαίνει δέ ποτε καὶ τὸ ῥάψαι. λαβεῖν μέντοι τὴν λέξιν ἀντὶ τοῦ ἠπήσασθαι ὅθεν κατά τινας καὶ ἀκέστρια ἡ ἠτρία καὶ ἀκέστριον τὸ ἠπητήριον, οὐκ ὀρθῶς ἔχει. φησὶ γοῦν Αἴλιος Διονύσιος ἀκέστριαν οὐκ ἠπήτριαν. Μένανδρος. ἐξακεῖσθαί μοι δοκῶ τὸ δίκτυον. καὶ ἱμάτιον ἀκούμεθα. τὸ δὲ ἠπήσασθαι παντελῶς φησὶ βάρβαρον. συμφθέγγεται δὲ τῷ Διονυσίῳ καὶ ἡ συνήθεια, παρ' ᾗ τὸ, σουβλίῳ τρυπᾶν ἠπᾶν λέγεται. καὶ τὸ τῆς ἠπήσεως ὄργανον ἠπητήριον. (Vers. 70.) Καθάπτεσθαι δὲ ἔπεσι καὶ νῦν τὸ ἀποτείνεσθαι καὶ καθικνεῖσθαι. (Vers. 79.) Τὸ δὲ ἔῤῥε καίριον ὂν, δὶς ἐλέχθη κατὰ θυμικὴν διάθεσιν. ἑρμηνεύουσι δὲ αὐτὸ οἱ Ἀριστάρχιοι, μετὰ φθορᾶς ἄπιθι, ἐξηγούμενοι ἐκεῖνοι οὕτω καθ' Ἡρακλείδην, ἐπειδὴ ἐκ τοῦ φθείρω γίνεται τὸ ἔῤῥω, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, παρέσει τοῦ φ καὶ θ. ἴδιον γὰρ Ἰώνων καὶ Αἰολέων, τὰ τῶν λέξεων πρῶτα σύμφωνα αἴρειν εἴτε ἓν τύχοι ὂν οἷον λαιψηρὸς αἰψηρὸς, εἴτε δύο, πλευρὰξ εὐρὰξ ἐπίῤῥημα ποιότητος, τὸ παρὰ πλευρὰν ἤτοι πλάγιον. οὕτω γοῦν, καὶ φθείρω εἴρω, ἐξ οὗ Αἰολικῶς, ἔῤῥω. ὡς κείρω κέῤῥω. δείρω δέῤῥω. Αἰολεῖς γάρ φασι τῶν τοιούτων θεμάτων τὴν παρατέλευτον δίφθογγον ἀλλοιώσαντες καὶ μεταθέντες τὸ ἰῶτα εἰς ρ ἴδια ποιοῦσι ῥήματα. παραγὼν δὲ Ἡρακλείδης πρὸς ὁμοιότητα τοῦ φθείρω εἴρω καὶ τὸ πλάνη ἄνη καὶ ἀντιθέσει τοῦ ν εἰς λ ἄλη, καὶ εἰπὼν ἀντιστοιχεῖν τὸ λ καὶ ν Δωρικῶς ὡς ἐν τῷ ἄνη ἄλη οὕτω καὶ ἐν τῷ φίντατος φίλτατος. ἦνθεν ἦλθεν, ὃ δὴ καὶ ἐν τῷ Φίντης γίνεται παρὰ Πινδάρῳ, καὶ παρ' Ἀττικοῖς δὲ καὶ ἐν τῷ νίτρον λίτρον καὶ πνεύμων πλεύμων, λέγει καὶ ὡς ἐκ τοῦ φθείρω, γίνεται κατὰ Δωριεῖς φθαίρω, ἀφ' οὗ τὸ ἔφθαρκα. καὶ ἐκ τοῦ κτείνω, κταίνω Δωρικώτερον παρὰ Ἀλκαίῳ. ὅμοια δὲ καὶ τὸ μεσόγειον μεσόγαιον. καὶ κύπειρον κύπαιρον παρὰ Ἀλκμᾶνι. καὶ εἴθε αἴθε. καὶ δεινὸς αἰνὸς παρέσει τοῦ δ Ἰωνικῇ διαλέκτῳ. καὶ οὕτω μὲν φθείρω φθαίρω Δωρικῶς. ἐξαιρέσει δὲ τῶν πρώτων συμφώνων, αἴρω. καὶ ὑπερβιβασμῷ κατὰ Ἴωνας, ῥαίω. ἐξ οὗ αἱ σφύραι ὁ τε μὲν ῥαιστῆρες κοινότερον, ὁ τε δὲ, αἶραι ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. οὗ χρήσεις ἐν τῷ, αἰράων ἔργα διδασκόμενοι. ἔργον δὲ πάντως αἰραίων τὸ σφυροκοπεῖν. εἰκὸς δὲ καὶ τὸ σπέρμα τὴν αἶραν ἐκ τοῦ τοιούτου φθαίρω αἴρω καὶ ῥαίω γενέσθαι, φθορὰ γάρ τις ἡ αἶρα σίτου. καὶ τοιάδε μὲν ταῦτα. Ἐλέγχιστος δὲ, ὁ ἐφάρματος. τοιούτων γὰρ ἀνδρῶν τὸ ἐλέγχεσθαι. (Vers. 73.) Τὸ δὲ οὔ μοι θέμις κομίζειν οὐδ' ἀποπέμπειν ἀστείως ἔχει. ξένον μὲν γὰρ θεοφιλῆ χρὴ παρέοντα μὲν φιλεῖν,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
