# Commentarii ad Homeri Odysseam 1.37.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.37.1

καὶ τοὺς μαγείρους οὕτω καλεῖσθαι φησίν. ἐνταῦθα δὲ ἴσως, κήρυκας τοὺς οἰνοχόους εἶπεν ὁ ποιητής. οὓς καὶ ἐπεγχύτας ἔλεγον οἱ Ἑλλησπόντιοι. ὡς δὲ καὶ γυναῖκες ἐῳνοχόουν, ὁ αὐτὸς ῥήτωρ δηλοῖ. λέγων ὅτι Κλίνης γυναικός τινος οὕτω καλουμένης τῆς οἰνοχόου Πτολεμαίου τοῦ βασιλέως, ἀνδριάντες ἵσταντο κατὰ πολλὰ μέρη τῆς πόλεως μονοχίτωνες, ῥυτὸν κρατοῦντες ἐν ταῖς χερσίν. ἔστι δὲ ποτηρίου εἶδος τὸ ῥυτὸν ὡς ἐν ἄλλοις δηλοῦται σαφῶς. Χρὴ δὲ μὴ δούλους νοεῖν τοὺς Ὁμηρικοὺς οἰνοχόους. δοῦλος γάρ φασιν οὐδεὶς ἦν ἐν τοῖς τοιούτοις διακονῶν. ἀλλ' οἱ ἐλεύθεροί φασι τῶν νέων, ᾠνοχόουν. ὡς καὶ ὁ τοῦ Μενελάου υἱὸς καί τοι νυμφίος ὢν, ἐν αὐτοῖς τοῖς γάμοις. Ὅτι δὲ τὸ τὰς χεῖρας νίπτεσθαι, κατὰ χειρὸς καὶ κατὰ χειρῶν ὕδωρ λαμβάνειν ἢ διδόναι ἢ δίδοσθαι ἢ χεῖσθαι ἐλέγετο, παραδιδόασιν οἱ πάλαι ῥήτορες. παρ' οἷς ᾄδεταί τις παράσιτος ἐγκωμαζόντων τινῶν μὲν, τὸ ἀπὸ λέρνης ὕδωρ κρήνης Ἀργείας. τινῶν δὲ, τὸ ἀπὸ πειρήνης τῆς κατὰ Κόρινθον, αὐτὸς εἰπεῖν, ἄριστον εἶναι τὸ κατὰ χειρῶν. ἤγουν τὸ ἐν συσσιτίοις διδόμενον. Κερᾶν δὲ ἀφ' οὗ καὶ ὁ κρατὴρ καὶ τὸ κιρνᾶν καὶ ὅσα τοιαῦτα, οὐ μόνον οἴνῳ προσαρμόττει, ἀλλὰ καὶ ἑτέροις ὑγροῖς. ὡς δῆλον καὶ ἐκ τοῦ μελικρήτου. καὶ ἐκ τοῦ, θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων. καὶ ἐξ ἄλλων δὲ διαφόρων. (Vers. 147.) Τὸ δὲ παρενήνεον, λέξις μέν ἐστι ποιητικὴ, καὶ τοῖς πεζολεκτοῦσιν ἀσυντελής. δηλοῖ δὲ τὸ σωρεύειν, καὶ ἐμφαίνει τὸν πληθυσμὸν τοῦ σίτου, ἀπὸ τοῦ νῶ τὸ σωρεύω. ἵνα ᾖ κατὰ ἀναδιπλασιασμὸν, νανῶ. καὶ ἐκτάσει, νηνῶ. ὅμοιον καὶ τῶ, τητῶ. ἤτοι στερίσκω. τοιοῦτον καὶ τὸ ἀνακηκίειν ἐν Ἰλιάδι. ὅμοιον δὲ καὶ τὸ κηκάζειν. ὅθεν ἐπικήκαστον τὸ ἐπονείδιστον καὶ καταγέλαστον. ὅτι δὲ καὶ τὸ κακάζειν ἐν χρήσει ἐστί, δῆλον. ἐπὶ ὀρνίθων ὀνοματοποιηθέν. (Vers. 149.) Οἱ δὲ δηλωθέντες κοῦροι, δῆλον ὡς καὶ τρυφερῶς εἶχον καὶ πρεπόντως τοῖς ὑπερφιάλοις μνηστῆρσιν, ὥς που καὶ ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. καὶ οἱ μεθ' Ὅμηρον δὲ οἰνοχόοι τῶν μεγάλων προσώπων, οὐκ ἄλλως διέκειντο. εἴγε καὶ καθαρείως ἐνέχεον ὥς φησιν ὁ Ξενοφῶν. καὶ ἐν τοῖς τρισὶ δακτύλοις ὀχοῦντες τὸ ποτήριον προσέφερον. ἦν δὲ πάντως τοῖς τοιούτοις ἀνάγκη, καὶ τὸν οἶνον ἐπιμελῶς χέειν ἐς τοὺς κρατῆρας. διὸ τῶν τις κούρων, φαύλως οἰνοχοῶν, ἐπετιμήθη, ἀκούσας μὴ δεῖν τὸν οἰνέα πηλέα ποιεῖν. ὅπερ ἦν ἐξ ἡρωϊκῶν προσώπων ἀστεῖον αἴνιγμα, τοῦ μὴ χρῆναι ὑπόπηλον οἶνον κιρνᾶν. Ἐπιστέφεσθαι δὲ κρατῆρας ποτοῦ λέγει ὡς ἐν Ἰλιάδι, τὸ μέχρι τοῦ χείλους ἐμπιπλᾶν. ἢ μᾶλλον ὑπερχειλεῖς ποτοῦ τοὺς κρατῆρας ποιεῖν. ἐκ τούτου δὲ καὶ κρατῆρες ἐπιστεφέες οἴνου παρὰ τῷ τὴν γλῶσσαν χρυσῷ. Ἰστέον δὲ ὅτι τὸ ἀνάπαλιν τοῦ ἐπιστέψαι, ἐκστέψαι, ὁ Παυσανίας φησίν. ἐκεῖνο μὲν γάρ ἐστι πληρῶσαι ποτοῦ. τοῦτο δὲ, ἐκκενῶσαι. ἐδήλου δέ φησιν ἐκστέψαι, καὶ τὸ ἀποθέσθαί τι, ἐκ μεταφορᾶς τῶν τὰ στέμματα ἀποτιθεμένων. Ἰστέον δὲ ὅτι τὸ οὕτω τοὺς κρατῆρας ἐπιστέφεσθαι ὡς διὰ τοῦ ποτοῦ ἐπιστεφανοῦσθαι καθά φησιν Ἀθήναιος, ἔπρασσον οἱ παλαιοὶ πρὸς οἰωνοῦ φησι τιθέμενοι, τουτέστιν οἰωνιζόμενοι, ἦν δὲ ἴσως τὸ οἰώνισμα, εἰς ἐντελὲς εὐδαιμονίας σύμβολον καὶ πληρέστατον. ὅπερ ἀπεναντίας τῇ κενεαγίᾳ ἐστί. τὸ γὰρ ὡς ἐῤῥέθη ἐπιστεφὲς, κυκλώματι ἔοικε σφαιροειδεῖ. τὰ δὲ τοιαῦτα σχήματα, καὶ τέλειά ἐστι καὶ πολυχώρητα, καὶ διατοῦτο, προσφυῆ τῷ εἰρημένῳ οἰωνίσματι τῷ ἐπὶ βίῳ εὐδαίμονι. Ὡς δὲ κοινὸν μὲν ὁ κρατὴρ ἐκ τοῦ κερῶ κεράσω συγκοπεὶς, Ἰωνικὸν δὲ ὁ κρητὴρ ἐκ τοῦ κρῶ κρήσω ἐξ οὗ καὶ ἐπικρῆσαι τὸ ἐπικεράσαι. καὶ ὅτι παρὰ τὸ κέρας αἱ τοιαῦται λέξεις γεγόνασι. καὶ ὅτι ἐκ τοῦ κρατῆρος, καὶ κρατηρίζειν τὸ συμπίνειν, δῆλον ἐκ τῶν παλαιῶν. δόξοι δ' ἂν καὶ ἡ Κρήτη καὶ ὁ Κρὴς, τῷ τοιούτῳ ῥήματι συστοιχεῖν. (Vers. 150.) Ὅτι ἐπὶ ἑτοίμου πανδαισίας λεχθήσεται τὸ, οἵ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον ὅ ἐστιν ἔπεμπον ἢ ἔβαλλον. καὶ ἔστι τὸ ὅλον, περίφρασις τοῦ ἤσθιον. γίνεται δὲ τὸ ὄνειαρ, ἐκ τοῦ ὀνέω τὸ ὠφελῶ, πλεονασμῷ τοῦ ι. ὡς ἔδω ἔδαρ εἶδαρ καὶ ἔαρ εἶαρ. ὅτι δὲ ὀνήσιμον ἡ τροφὴ, δηλοῖ ὁ ποιητὴς ἔνθα λέγει, ἔπειτα δὲ καὶ αὐτὸς ὀνήσεαι πιών. ἐν δὲ τῷ τέλει τῆς Ἰλιάδος, ἕτερόν τι παρὰ τὸ βρῶμα δηλοῦται ἐν τῷ τοσσά δ' ὀνεία τ' ἔχοντα. χρήματα δηλαδή. Τὸ δὲ ἑτοῖμα, προπερισπᾶται καὶ ἐνταῦθα ὥσπερ καὶ ἐν τῇ Ἰλιάδι, καθὰ καὶ τὸ ἐρῆμα ἀντὶ τοῦ ἔρημα. Τὸ δὲ χεῖρας ἴαλλον, ἀστείως ἔχει ῥηθέν. ὡς εἴπερ αἱ χεῖρες ἐπὶ ἔργον ἐπέμποντο οἷα καί τινες θεράπαιναι. Ἰστέον δὲ ὅτι τοῦ, χεῖρας ἐπιϊάλλειν, ἑτεροῖόν ἐστι τὸ ἀπὸ χεῖρας ἰάλλειν. ἐκεῖνο μὲν γὰρ, ταυτόν ἐστι τῷ, εἰς βρῶσιν ἄγειν. τοῦτο δὲ, ἀνάπαλιν ἔχει. ὡς δῆλον ἐκ τοῦ, ἐν δὲ Θάσῳ, τὸν σκορπίον ὠνοῦ ἂν ἦ μὴ μείων πυγόνος. μεγάλου δ' ἀπὸ χεῖρας ἴαλλε. ἤγουν ἄπεχε. ἄπαγε. Καὶ ὅρα τηλίκοι σκορπίοι ἐν Θάσῳ θαλάσσιοι λέγεται εἶναι. Ἰστέον δὲ καὶ ὅτι τὸ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
