# Commentarii ad Homeri Odysseam 1.373.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.373.1

τὸ τῶν Κυκλώπων καὶ τὸ τῶν Λαιστρυγόνων κακόξενον. οὓς πτοηθέντες ὑποπτεύουσι καὶ τὴν τῆς Κίρκης νῆσον ὡς ἀνθρωπόλεθρον. ἡ δὲ καὶ αὐτὴ οὐκ ἀπῆγε μὲν ἀνθρώπους τοῦ βίου, μετεποίει δὲ ἄλλως τὸν βίον αὐτοῖς ἐξ ἀνθρώπων εἰς θῆρας μετάγουσα. (Vers. 142.) Ὅτι πολλοῦ καμάτου δηλωτικὸν τὸ, ἔνθα τότε δύο τ' ἤματα καὶ δύο νύκτας κείμεθα ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. ὅ πέρ ἐστιν ἐναντίον τῷ, θυμὸν ἥδοντες ἤτοι εὐφραίνοντες. ἐξ οὗ ἡ θυμηδία. ὅτι δὲ ἡ λύπη θυμὸν ἔδει, καὶ ὁ Βελλεροφόντης δηλοῖ ἐν Ἰλιάδι ὃν θυμὸν κατέδων. (Vers. 144.) Ὅτι καὶ ἐνταῦθα ἐν τῷ, τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ' Ἠὼς, Ἠὼς μὲν ἡ σωματοειδὴς δαίμων. ἦμαρ δὲ ἡ κοινῶς λεγομένη ἡμέρα, ὁ πεφωτισμένος ὑπὸ Ἡλίου ἀήρ. (Vers. 145.) Ὅτι εὐλαβηθεὶς Ὀδυσσεὺς μή πως ἀποστέλλων ἑταίρους ἐπὶ κατασκοπῇ τῆς Αἰαίης νήσου εὑρήσει ἐκείνους μὴ πειθομένους διὰ τὰ φθάσαντα γενέσθαι κακὰ αὐτοδιάκονος κἀνταῦθα γίνεται κατ' ἔθος ἡρωϊκὸν, καὶ ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ ἀνῆλθεν ἐς περιωπὴν εἴ πως φησὶν ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην. ἔστη δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν, καὶ ἰδὼν καπνὸν διὰ δρυμὰ πυκνὰ καὶ ὕλην μερμήριξεν ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδεν αἴθοπα καπνόν. ὧδε αὐτῷ φρονέοντι δοάσσατο κέρδιον εἶναι πρῶτα ἐλθεῖν ἐπὶ νῆα καὶ δεῖπνον τοῖς περὶ αὐτὸν δοῦναι, (Vers. 155.) προέμεν τε πυθέσθαι ἤγουν προεῖναι, προπέμψαι. τοῦτο δὲ διὰ τὸ εὔπλαστον οἰκονομεῖται καὶ πιθανόν. πεμφθέντων μὲν γὰρ φίλων ἕξει χώραν ὁ κυκεὼν καὶ ἡ λοιπὴ μαγγανεία τῆς Κίρκης καὶ τὸ τοῦ Ἑρμοῦ πλάσμα καὶ τὸ κατ' ἐκεῖνον μῶλυ καὶ ἡ τοῦ Ὀδυσσέως ἀρετή. αὐτοῦ δὲ πρώτου ἀπελθόντος εἰς Κίρκην οὐκ ἦν ἀποβῆναι τὰ τοιαῦτα, πλασθέντα δεξιῶς καὶ πιθανῶς. ὃ γοῦν Ὅμηρος περὶ Ὀδυσσέως λέγει, περὶ ἑαυτοῦ λέγει. αὐτὸς γὰρ σκοπήσας εὐμεθόδως ἐπικρίνει κρεῖττον εἶναι πεμφθῆναί τινας καὶ μὴ αὐτὸν τὸν Ὀδυσσέα ἀπελθεῖν. (Vers. 146.) Ὅρα δὲ τὸ, περιωπὴν καὶ ἐνοπὴν, ἐν οἷς ἔχει τι παρηχήσεως ἡ ὁμοιοφωνία τῶν λέξεων. εἰ δέ που πλησίον παρέκειτο καὶ ἡ ἀνωτέρω ῥηθεῖσα σιωπὴ, ἐγίνετο ἂν καὶ δι' αὐτῆς τὸ ὅμοιον. Περιωπὴν δὲ καὶ σκοπιὰν εἰπεῖν, τὸ αὐτόν ἐστιν. (Vers. 149.) Ὁ δὲ καπνὸς οὐ μόνον πυρὸς ἀλλὰ καὶ ἀνθρώπων οἰκήσεως τεκμήριόν ἐστιν, ὡς τὰ πολλὰ καὶ ἡ τῶν Λαιστρυγόνων ἐδήλωσε γῆ. (Vers. 150.) Δρυμὰ δὲ καὶ ὕλη ταυτὰ ἐκ παραλλήλου. ἔστι δὲ δρυμὰ ἡ συνδενδρία ὡς ἀπὸ δρυός. ὅθεν καὶ δρυοκολάπτης, ὁ πᾶν ξύλον κολάπτων. καὶ δρύκαρπα οὐ τὰ ἐκ δρυὸς μόνον, ἀλλὰ καὶ ἐξ ἑτέρων δένδρων. εἰκὸς δὲ καὶ ἀρσενικὸν εἶναι μὴ μόνον ὁ δρυμὼν, ἀλλὰ καὶ ὁ δρυμός. οὗπερ οὐδέτερον τὸ δρυμὸν ὡς τὸ ἐρετμόν. (Vers. 152.) Αἶθοψ δὲ καπνὸς ὁ ἐκ τοῦ αἴθεσθαί τινα ὕλην ἀναδιδόμενος. (Vers. 153.) Δοάσατο δὲ καὶ νῦν κατὰ τοὺς παλαιοὺς οὐ μόνον τὸ ἔδοξεν ὡς ἀπὸ τοῦ δοκῶ δοξάζω κατὰ ἔλλειψιν τοῦ κάππα, ἀλλὰ καὶ ἀντὶ τοῦ ἠρέθη, προεκρίθη. ἔστι δέ φασι δοάσασθαι τὸ, δύο τινῶν προκειμένων ἑλέσθαι θάτερον, ὡς ἐκ τοῦ δοιὼ δοιάσατο καὶ δοάσατο. Ὅτι κατιόντι τῷ Ὀδυσσεῖ ἐκ τῆς σκοπιᾶς θεός τις, ὃς αὐτὸν ὀλοφύρατο μοῦνον ἐόντα, ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν ἧκεν, ὁ μὲν ποταμόνδε κατήϊεν ἐκ νομοῦ ὕλης πιόμενος. δὴ γάρ μιν ἔχεν μένος Ἠελίοιο. τὸν δ' ἐγώ φησιν (Vers. 161 sqq.) ἐκβαίνοντα ἐκ τῆς ὕλης δηλαδὴ, κατ' ἄκνηστιν νῶτα πλῆξα. τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε. κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών. ἀπὸ δ' ἔπτατο θυμός. τῷ δ' ἐγὼ ἐμβαίνων, δόρυ χάλκεον ἐξ ὠτειλῆς εἰρυσάμην. καὶ τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ εἴασα. αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε. πεῖσμα δ' ὅσον τ' ὄργυιαν εὐστρεφὲς ἀμφοτέρωθεν πλεξάμενος, συνέδησα πόδας δεινοῖο πελώρου. βῆν δὲ καταλοφάδια φέρων ἐπὶ νῆα μέλαιναν, ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦν ἐπὶ ὤμου χειρὶ φέρειν ἑτέρῃ, μάλα γὰρ μέγα θηρίον ἦεν. (Vers. 172.) κὰδ δ' ἔβαλον ἤτοι κατέῤῥιψα προπάροιθε νεώς. ἀνέγειρα δ' ἑταίρους μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον. καὶ ἑξῆς. (Vers. 156.) Καὶ ὅρα ὅτι πρὸ μὲν τῶν Κυκλώπων κοινὰ ἦν τοῖς ἀμφὶ τὸν Ὀδυσσέα τὰ τῆς θήρας. νῦν δὲ τῶν ἄλλων κειμένων οἷς πολλὰ ἔκαμον, μόνος ὁ πολύτλας Ὀδυσσεὺς πορίζει τοῖς φίλοις τροφὴν, ἀγρεύσας ἀπραγματεύτως καὶ εὐτυχῶς ὡς οἷα κατά τι θεῖον. ταῦτα γὰρ δηλοῦται ἔν τε τῷ, καὶ τότε τίς με (Vers. 157.) θεῶν ὀλοφύρατο τουτέστι κατελεήσατο, καὶ ἐν τῷ, εἰς ὁδὸν αὐτήν. μεγεθύνων δὲ τὸν ἔλαφον ὑψίκερών τε λέγει καὶ μέγαν. (Vers. 168.) τὸν δ' αὐτὸν προσεπαύξων καὶ δεινὸν πέλωρον ἔφη, καὶ μάλα μέγα θηρίον. τοιοῦτος γὰρ ὢν ἀρκέσει τε τοῖς ἐν τῇ νηῒ τοῦ Ὀδυσσέως ὁ ἔλαφος καὶ ἀξία θήρα ἔσται τοῦ ἥρωος καὶ θεοῦ δόσις. Ὅρα δὲ καὶ ἐνταῦθα Ὁμηρικὴν ποικιλίαν. ἐν μὲν γὰρ τῇ λαχείᾳ νήσῳ ἄγρα πολλῶν ἀγρίων

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
