# Commentarii ad Homeri Odysseam 1.376.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.376.1

τὸ σιγῶ σιγάζω. ἀνιῶ ἀνιάζω. ἀτιμάζω. πελάζω. ἐκ δὲ τοῦ βάζω, καὶ ἡ βάξις Δωρικώτερον. καὶ οὕτω μὲν ἐκ τοῦ φῶ Μακεδονικῶς γέγονε τὸ βῶ. οὐδέ ποτε γάρ φησι κατ' ἀρχὰς λέξεων ἐκεῖνοι τῷ φ χρῶνται, ἀλλ' ἀντ' αὐτοῦ δηλαδὴ τῷ β. ὡς καὶ ὁ Βίλιππος δηλοῖ καὶ ἄλλα εἰρημένα ἑτέρωθι. ἐν δὲ ἑτέρῳ τόπῳ λέγει ὁ αὐτὸς Ἡρακλείδης τοὺς Παμφυλίους ἄλλως χαίρειν τῷ β, προτιθέντας αὐτὸ παντὸς φωνήεντος. τὸ γοῦν φάος φάβος φασί. καὶ τὸ ἀέλιος βαβέλιος. οὕτω δέ φησι καὶ τὸ ὀρούω ὀρούβω λέγουσι, καὶ περισπωμένως δὲ ὀρουβῶ. ὡς δὲ οἱ Αἰολεῖς ἄλλως τῷ β χαίρουσι προτιθέντες τοῦ ρ ἐν τῷ ῥάκος βράκος ῥοτὸς βροτὸς ῥυτὴρ βρυτὴρ, ἐν ἄλλοις δηλοῦται. λέγει δὲ Ἡρακλείδης καὶ ὅτι Ταραντίνων τὰ εἰς ζω λήγοντα βαρύτονα ῥήματα, ὧν ὁ παρακείμενος καὶ ὑπερσυντέλικος διὰ τοῦ κάππα ἐκφέρονται, φραζόντων ἐν δυσὶ σίγμα. οἷον. σαλπίζω σαλπίσσω. λακτίζω λακτίσσω. οὕτω δὲ καὶ φράζω φράσσω τὸ λέγω. ἐκεῖθεν Κόριννα ἡ μελοποιὸς φράττω ἔφη ἐν δυσὶ τ Βοιωτικῶς. ἔτι λέγει ὁ αὐτὸς, καὶ ὡς οἱ εἰρημένοι Ταραντῖνοι τὰ παρ' ἡμῖν διὰ δύο σίγμα ἔμπαλιν διὰ τοῦ ζ προφέρουσι. τὸ γὰρ πλάσσω, πλάζω φασὶ, καὶ τὸ ἀνάσσω, ἀνάζω. ἔτι λέγει καὶ ὅτι Αἰολεῖς τῷ α προστιθέντες τὸ υ ὥς φησιν Ἀρίσταρχος παρατιθεὶς τὸ, ἀτὰρ αὐτὰρ δαλὸς δαυλὸς ἴαχεν ἴαυχεν, λέγουσιν οὕτω καὶ φάσκω φαύσκω, καὶ μετὰ τοῦ ρ, φραύσκω. δῆλον δ' ὅτι ἐκ τοῦ εἰρημένου φαύσκω καὶ τὸ πιφάσκω γίνεται κατὰ ἀναδιπλασμὸν συνήθη τοῖς Ἴωσιν. οἳ τὰ ἀπὸ συμφώνου ἀρχόμενα ῥήματα διπλάζοντες τὸ πρῶτον σύμφωνον ἐκφέρουσι μιᾷ πλεονάζον συλλαβῇ. οἷον δέξεται δεδέξεται. λάβῃ λελάβῃσι. κάμωσι κεκάμωσι. δάπτω δαδάπτω καὶ πλεονασμῷ τοῦ ρ δαρδάπτω. μύρω μορμύρω. οὕτω καὶ ἀπὸ τοῦ δάσκω διδάσκω. καὶ τιτρώσκω ἀπὸ τοῦ τρῶσαι. καὶ ἀπὸ τοῦ πρήσω καὶ πλήσω, τὸ πίμπρησι καὶ πίμπλησι. καὶ ἐκ τοῦ φόνος τὸ, ὦ πέπονες μεταπεσόντος τοῦ φ εἰς π. Δωριεῖς γάρ φασι τοὺς ἐπονειδίστους φόνους λέγουσιν ὡς οἱονεὶ ἄξια φόνου δεδρακότες, καὶ μετὰ προθέσεως, καταφόνους ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. (Vers. 179.) Ὅτι διὰ τὸ πολὺ τοῦ πένθους καὶ πρηνεῖς ἢ ἄλλως ἐγκεκαλυμμένοι ἔκειντο οἱ τοῦ Ὀδυσσέως, ὡς δηλοῖ τὸ, ἐκ δὲ καλυψάμενοι θηήσαντο ἔλαφον. (Vers. 181.) Ὅτι δηλωτικὸν θαυμασμοῦ τὸ, αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσι. (Vers. 211.) δυσελπίστων δέ τις εἴποι ἂν, ἀλλὰ φραζώμεθα θᾶσσον εἴτις ἔτι ἔσται μῆτις, ἐγὼ δ' οὐκ οἴομαι εἶναι. (Vers. 193.) Ὅτι τὴν τῶν Φαιάκων νῆσον πλείονος ἀξιώσας λόγου (Vers. 211.) καὶ τὴν πρὸ τῶν Κυκλώπων, καὶ αὐτὴν δὲ τὴν τῶν Κυκλώπων, καὶ περὶ τῆς τῶν Λαιστρυγόνων δὲ εἰπὼν θαυμαστήν τινα ἰδιότητα ἐλάττου λόγου ἀξίαν τὴν τῆς Κίρκης νῆσον κρίνει, τοσοῦτον μόνον εἰπὼν, ὡς τὰ μὲν αὐτῆς δώματα ξεστοῖς λίθοις τετυγμένα ἦν ἐφ' ὑψηλοῦ. τὴν δὲ κατ' αὐτὴν νῆσον περὶ πόντος (Vers. 195.) ἀπείριτος ἐστεφάνωται, ἤγουν κύκλῳ περιέχει ὡς ἀμφίαλον. (Vers. 196.) αὐτὴ δὲ χθαμαλὴ κεῖται οὐ μὴν καὶ πανυπερτάτη ὡς ἡ Ἰθάκη ἀλλαχοῦ. καλὸν δὲ τοῖς δώμασι τῆς Κίρκης, καὶ τὸ κεῖσθαι αὐτὰ κατὰ (Vers. 197.) δρυμὰ πυκνὰ καὶ ὕλην τουτέστιν ἐν βήσσαις ὡς μετ' ὀλίγα φησίν. ἔτι δὲ καὶ τὸ περισκέπτῳ ἐνὶ χώρῳ εἶναι αὐτά. ὃ ταυτόν ἐστι τῷ, ἐν σκοπιᾷ καὶ περιωπῇ. (Vers. 198.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, κατεκλάσθη φίλον ἦτορ, ἀντὶ τοῦ κατεκάμφθη καὶ κατεάγη τῇ λύπῃ ἐκ μεταφορᾶς τῶν κλωμένων ξύλων. οἷον. πτόρτον κλάσε χειρὶ παχείῃ. λέγει δ' ἐνταῦθα καὶ (Vers. 200.) τὸν Κύκλωπα, μεγαλήτορα καὶ ἀνδροφόνον ἢ ἀνδροφάγον. (Vers. 201.) Ὅτι ἐπὶ τῶν ἀπράκτως κλαιόντων ῥηθήσεται τὸ, κλαῖον δὲ λιγέως, θαλερὸν κατὰ δάκρυ χέοντες. ἀλλ' οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν ὅ ἐστι κλαίουσι, περὶ οὗ πολλαχοῦ δεδήλωται. (Vers. 203.) Ὅτι ποικίλος ὢν ὁ ποιητὴς, καὶ ὅτε δι' Ὀδυσσέως ἀποπειρᾶσθαι τῶν τόπων ἐθέλει, ποιεῖ ὡς ἐν μὲν τῇ γῇ τῶν Κικόνων, σὺν ἅπασι τοῖς φίλοις πολεμήσας ἐκεῖνος, ἀνδραγαθεῖ. ἐν δὲ τῇ τῶν Λωτοφάγων ἄνδρας δύο κρίνας καὶ τρίτατον κήρυκα προΐησι πυθέσθαι. τὸ δὲ τοῦ Κύκλωπος σπήλαιον ἐκεῖνον αὐτὸν ἔσχεν ἔνδον καὶ δυώδεκα ἑταίρους. ὁ μέντοι Αἴολος οὐχ' ἕνα τινὰ, ἐκεῖνον δὲ καὶ τοὺς ἅπαντας ἑταίρους ἰδὼν ἐφιλοξένησε. παρὰ δὲ τοῖς Λαιστρυγόσι βραχύ τι ἐνέλιπε τοῦ πάντας ἀπολωλέναι δύο καὶ ἐκεῖ ἀνδρῶν σταλέντων καὶ τρίτου κήρυκος. εἰς δὲ τὴν Κίρκην οἱ λαχόντες στέλλονται, ἄλλος τρόπος οὗτος τοῦ γνῶναι τὴν νῆσον. φησὶ γοῦν ὁ Ὁμηρικὸς Ὀδυσσεύς· αὐτὰρ ἐγὼ δίχα πάντας ἑταίρους ἠρίθμεον, (Vers. 204.) ἀρχὸν δὲ μετ' ἀμφοτέροισιν ὄπασσα, τουτέστιν ἀμφοῖν τοῖν μεροῖν δέδωκα. τῶν μὲν ἐγὼν ἦρχον, τῶν δ' Εὐρύλοχος θεοειδής. γαμβρὸς δὲ Ὀδυσσέως οὗτος ἐπὶ ἀδελφῇ. (Vers. 206.) κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
