Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.377.1
Not analysed yet
πάλλομεν ὦκα. ὅπερ καὶ ἐν Ἰλιάδι ἐπί τινι γίνεται. (Vers. 207.) ἐκ δ' ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο, καθά που καὶ ἐν Ἰλιάδι ὁ τοῦ Αἴαντος (Vers. 208.) βῆ δ' ἰέναι Εὐρύλοχος δηλαδὴ, τοῦ κλήρου ἀναγκάζοντος. ἅμα τῷ γε δύο καὶ εἴκοσ' ἑταῖροι κλαίοντες διὰ τὸ τῆς τύχης ἄδηλον καὶ τοὺς ἐν τοῖς φθάσασι κινδύνους. (Vers. 209.) κατὰ δ' ἄμμε λίπον γοόωντας ὄπισθεν, διὰ τὸ φιλάλληλον. εὗρον δὲ ἐν βήσσαις, ὡς πρὸ ὀλίγων ἐῤῥέθη, δώματα Κίρκης, τετυγμένα ξεστοῖσι λάεσσιν. ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες. (Vers. 213.) τοὺς αὐτὴ κατέθελξεν ἐπεὶ κακὰ φάρμακ' ἔδωκεν. ἐχρῆν γὰρ τῇ Κίρκῃ, ἥτις εἰς τρυφὴν ἀλληγορικῶς ἐκλαμβάνεται, καὶ τοιαύτας ἀλόγους τινὰς φύσεις προσεῖναι θυμικὰς καὶ ἁρπακτικὰς καὶ, τὸ ὅλον εἰπεῖν, θηριώδεις, οὐ μὴν καὶ γενναῖόν τι ἐχούσας, ἀλλὰ τῇ ἄγαν κατασαρκώσει πάνυ ἀπαμβλυνθείσας ὡς μετ' ὀλίγα φανεῖται ὅπου οἱ τοιοῦτοι σαίνουσι τοὺς παραβαλόντας. ἔνθα τις καθικνούμενος τῶν ἀγριαινόντων ἀνθρώπων ὡς ἐν ἀστεϊσμῷ συγκρινεῖ τοὺς τοιούτους τοῖς παρὰ τῇ Κίρκῃ θηρίοις. καὶ θαυμάσεται εἴπερ αὐτὰ μὲν φαρμάκοις ἐτιθασεύοντο, ἄνθρωπος δὲ τὸ φύσει ἐν ζῴοις ἡμερώτατον ἀγριώτατον τῇ προαιρέσει γίνεται. Σημείωσαι δὲ καὶ ὅτι Εὐρύλοχος μὲν ἐν τοῖς ἑξῆς ὑπονοεῖ ὡς ἐξ ἀνθρώπου ἡ Κίρκη ἐκθηριώσασα λύκους ἑαυτῇ καὶ λέοντας ἐποίησεν. ἕτεροι δὲ νοοῦσιν, ὡς ἐξ ἀγρίων καὶ καθά φησιν ὁ ποιητὴς ὀρεστέρων ἐτιθάσευε. καὶ φαρμάκοις (Vers. 213.) ἠλλοίωσε θέλξασα, ὅ ἐστι νωθρωτέρους πρὸς τὰς κατὰ φύσιν θυριώδεις ἐνεργείας ἐποίησεν, ὥς που καὶ ὁ τῶν Ἀχαιῶν θέλγεται νόος, ἀντὶ τοῦ, νωθρότερος ἐνεργεῖν γίνεται. εἴτε δὲ ἐγχώριοι λέοντες οἱ ῥηθέντες καὶ λύκοι εἴτε καὶ ἄλλοθέν ποθεν μετενηνεγμένοι, σιωπᾷ ὁ ποιητὴς ὡς μὴ ἀναγκαῖον ὂν παρασημανθῆναι. Κακὰ δὲ φάρμακα πρὸς διαστολὴν ἐῤῥέθη τῶν ἀγαθῶν. Ἑρμῆς οὖν ἐν τοῖς ἐφεξῆς φάρμακον ἐσθλὸν ἔχειν δίδωσι τῷ Ὀδυσσεῖ. (Vers. 208.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ, δύω καὶ εἴκοσιν ἑταῖροι, πεντήκοντα εἶναι φασὶν οἱ παλαιοὶ τοὺς ἐξ ἀρχῆς τῷ Ὀδυσσεῖ συμπλέοντας ἐν τῇ κατ' αὐτὸν νηΐ, στοχαζόμενοι οὕτως. ἓξ ἀφ' ἑκάστης νηὸς ἀπώλοντο παρὰ τοῖς Κίκοσιν. ἔπαθε δὴ τοῦτο καὶ ἡ τοῦ Ὀδυσσέως ναῦς. λοιποὶ τοίνυν ἐν ἑκάστῃ νηῒ ἀνὰ μδ. ὧν ἄρτι μερισθέντων εἰς δύο οἱ μὲν ἡμίσεες εἰκοσιδύο ἀκολουθοῦσιν Εὐρυλόχῳ. οἱ δὲ ἄλλοι μένουσι παρὰ τῷ Ὀδυσσεῖ. γέγραπται δὲ καὶ ἐν τῇ γ ῥαψῳδίᾳ ὡς καὶ αἱ τοῦ Νέστορος νῆες ἀνὰ πεντήκοντα εἶχον ἐπικώπους. (Vers. 204.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἠρίθμεον, ἀρχὸν δὲ καὶ ἑξῆς, τινὲς μὲν δακτυλικῶς τὴν ἀρχὴν ἐπόδισαν λαβόντες τὴν ρι συλλαβὴν βραχεῖαν διὰ τὸ ἐπιγμένον ἄφωνον θῆτα. οἷον, ηρῖθμον. τὸ δὲ ον μακρὸν ἐδέξαντο κατὰ πολλὰς αἰτίας. καὶ οὕτω δι' αὐτοῦ καὶ τῆς αρ συλλαβῆς ἀπετέλεσαν πόδα σπονδεῖον. καὶ οὕτω μέν τινες. ἕτεροι δὲ τὸ η καὶ τὸ ρι καταλογισάμενοι εἰς σπονδεῖον τὰς ἐφεξῆς τρεῖς συλλαβὰς τρόπῳ συνεκφωνήσεως ἤγουν συνιζήσεως σπονδειακῶς ἐξ ἀναπαίστου ἐῤῥύθμησαν. (Vers. 212.) Ὅτι οἱ παρὰ τῇ Κίρκῃ λύκοι καὶ λέοντες οὓς (Vers. 219.) καὶ αἰνὰ πέλωρα λέγει καθ' ὁμοιότητα τοῦ πρὸ ὀλίγων ῥηθέντος δεινοῖο πελώρου οὐχ' ὡρμήθησαν ἐπ' ἀνδράσι τοῖς περὶ τὸν Ὀδυσσέα ὅτε εἰς τὰ τῆς Κίρκης δώματα ἦλθον, ἤδη γὰρ ἐθέλχθησαν ὑπὸ Κίρκης φαρμάκοις κακοῖς, ἀλλ' ἄρα οὗτοι οὐρῇσι μακρῇσι περισαίνοντες, ἀνέσταν. (Vers. 216.) εἶτα παραβολὴν πορισάμενος ἐκ τοῦ σαίνειν ὅπερ ἐπὶ κυνὸς κυριολεκτεῖται, ὡς εὐθὺς φανεῖται, φησίν, ὡς δ' ὅταν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα σαίνωσιν, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ, ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες σαῖνον. οἱ δὲ ὅμως ἔδεισαν διὰ τὸ προφαινόμενον, ἐπεί φησιν ἴδον αἰνὰ πέλωρα. Καιριοτάτη (Vers. 213.) δὲ λέξις τὸ σαίνειν ἐπὶ ζῴων ἀλόγων. ὅ ἐστι σείειν τὴν οὐράν. διὸ καὶ ἐνέμεινε τρὶς αὐτὴν εἰπών. γίνεται δὲ ἀπὸ τοῦ σέω σῶ τὸ σείω, σαίνω. ὡς βῶ βαίνω. ξῶ ξαίνω. κῶ καίνω. χῶ χαίνω, καὶ τὰ ὅμοια. λέγεται δὲ ἡ λέξις παρὰ τοῖς μεθ' Ὅμηρον μεταφορικῶς καὶ ἐπὶ τοῦ κολακεύειν διὰ τὸ ἐν τοῖς σαίνουσι ζῴοις κολακευτικόν. (Vers. 214.) Τὸ δὲ ὡρμήθησαν ἐπ' ἀνδράσιν, ἀντὶ τοῦ, κατ' ἀνδρῶν. ὡς καὶ τὸ, δαιμονίη τί μοι ἐπέχεις, ἀντὶ τοῦ, κατ' ἐμοῦ ἔχεις. οὕτω καὶ ἐν Ἰλιάδι ἐπαλλήλοισιν ὄρουσαν, ἀντὶ τοῦ, κατὰ ἀλλήλων. (Vers. 217.) Μειλίγματα δὲ θυμοῦ, κρέα τινά. ἢ μαγδαλιὰ μειλίσσουσα κύνας. ἣν αὐτοὶ ὡς εἰκὸς προσδεχόμενοι ἐγρηγόρασι. τίς δὲ ἡ μαγδαλιὰ, ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. (Vers. 218.) Ὅρα δὲ καὶ ὅτι οὐ μόνον ἵπποι κρατερώνυχες, ὡς καὶ προδεδήλωται, ἀλλ' ἰδοὺ καὶ λύκοι ἐνταῦθα. Ἰστέον δὲ ὅτι ὁ κατὰ τοὺς ῥηθέντας λύκους καὶ λέοντας λόγος, (Vers. 213.) οἱ θελχθέντες φαρμάκοις οὐχ' ὁρμῶνται κατ' ἀνδρῶν ἀλλὰ περισαίνουσιν, αἰνίττεται μὲν, ὡς καὶ προεδηλώθη, τὴν