# Commentarii ad Homeri Odysseam 1.378.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.378.1

τρυφὴν παντὸς ἤθους ἀγρίου μαλθατικὴν εἶναι. ἔστι δὲ προσφυὴς καὶ ἐπὶ ἀνδρῶν οἳ φύσει ἄγριοι ὄντες ὅμως διὰ κέρδος προσποιοῦνται ἡμέρως ἔχειν καὶ σαίνειν τοὺς παρατυχόντας. (Vers. 220.) Ὅτι στάντες οἱ περὶ τὸν ῥηθέντα Εὐρύλοχον ἐν προθύροις Κίρκης ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ, ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, (Vers. 223.) οἷα θεάων λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται. ἔπαινος δὲ ταῦτα πέπλου καλοῦ. εὐγενὴς δὲ ἡ ἱστουργία ὡς καὶ ἡ Πηνελόπη δηλοῖ, καὶ ἡ Ἑλένη, καὶ ἡ Χρυσηῒς, καὶ ἡ Ἀνδρομάχη. γυναικεῖον δὲ καὶ τὸ ἐν τοῖς ἔργοις φιλῳδὸν, ὑποκλεπτομένου τοῦ πόνου τῇ ἀοιδῇ. ἡ μέντοι Ναυσικάα καὶ αἱ περὶ αὐτὴν οὐ πονοῦσαι ἀλλὰ μετὰ τὸ ἔργον ἔμελπον ἀνακαλούμεναι τὸ τῆς ψυχῆς ἡδόμενον. ὑποκατιὼν δὲ καὶ οὕτω φησὶν ὁ ποιητής· ἔνδον τις ἐποιχομένη μέγαν ἱστὸν καλὸν ἀοιδιάει. (Vers. 227.) δάπεδον δ' ἅπαν ἀμφιμέμυκε, τουτέστιν ἠχεῖ. καὶ ὡς ἀπὸ φωνῆς δὲ βοῶν ἡ λέξις τέτραπται. ἀλλαχοῦ δὲ, καὶ θύραι ἔμυκον. ἑτέρωθι δὲ, θύρατ' ἔβραχεν ὡς ὅτε ταῦρος. καὶ βροντὴν δέ τις μεμυκέναι φησὶ κατὰ ὁμοίαν μεταφορὰν ἢ καὶ ὀνοματοποιητικῶς. Περὶ δὲ τοῦ, ἱστὸν ἐποιχομένη, καὶ ἐν ἄλλοις δεδήλωται. (Vers. 227.) Τὸ δὲ καλὸν ἀοιδάειν λίγ' ἀείδειν μετ' ὀλίγα φησίν. ἀσύνηθες δὲ τὸ ἀοιδάειν. ἀείδειν γὰρ τὸ κοινόν. Ὅτι δὲ τὸ ᾄδειν ἐν τῷ ἐργάζεσθαι δεῖγμά ἐστι τοῦ ῥᾳδίως τὸ ἔργον ποιεῖν, ἔτι δὲ καὶ σὺν ἡδονῇ, κατὰ γὰρ Πλάτωνα τὸν φιλόσοφον οὐδὲν ζῷον λυπούμενον ᾄδει, ἐδήλωσε καὶ ὁ περὶ Παῤῥασίου τοῦ Ἐφεσίου ζωγράφου ἱστορήσας, ὡς οὐκ ἀηδῶς αὐτῷ τὰ κατὰ τέχνην ἐποιεῖτο ἀλλὰ ῥᾳδίως ὡς καὶ ᾄδειν γράφοντα. Δάπεδον δὲ οὐ γῆν ὕπαιθρον ἐνταῦθα δηλοῦν ἔοικεν, ἀλλὰ τὸ τοῦ δώματος ἐμβαδόν. ἐξ αὐτοῦ δὲ τὸ πᾶν δῶμα δηλοῦται, ἠχῆεν δηλαδὴ ὄν. (Vers. 224.) Ὅτι Πολίτης κύριον ἀρχικὸς ἀνὴρ κήδιστος ἑτάρων ἦν κεδνότατός τε τῷ Ὀδυσσεῖ. (Vers. 225.) ἔστι δὲ κήδιστος μὲν ὁ φίλτατος, οὗ μάλιστα κήδεταί τις. Κεδνότατος δὲ κατὰ τοὺς παλαιοὺς, ὁ φροντιστικώτατος, ὅ ἐστι σοφώτατος ἢ συνετώτατος. ἔστι δὲ καὶ ἐν Ἰλιάδι Πολίτης κύριον. (Vers. 230.) Ὅτι φθεγξαμένων τῶν περὶ Ὀδυσσέα ἔξωθεν καὶ καλεσάντων ταχὺ ἐξελθοῦσα ἡ Κίρκη θύρας ὤϊξε φαεινὰς, καὶ κάλει. οἳ δ' ἅμα (Vers. 231.) πάντες ἀϊδρείῃσιν ἕποντο. οὕτω γὰρ ἡ ἡδονὴ ἐφολκὸν εἰς ἣν ἀλληγορεῖται ἡ Κίρκη, ἅμα καλουμένη καὶ ὑπακούσασα καὶ εἰσδεχομένη τοὺς μὴ ἴδμονας. (Vers. 232.) Εὐρύλοχος δέ φησιν ὑπέμεινε, τουτέστιν ἔμεινεν, οὐκ ἠκολούθησεν, ὀϊσσάμενος δόλον εἶναι, ὁποῖά τις ἴδρυς, ὠΐσσατο δὲ δόλον, διά τε τὸ αἶψα ἐξελθεῖν τὴν Κίρκην, καὶ τὸ καλέσαι δίχα ἐρωτήσεως, ἢ διὰ τὸ μόνην ὀφθῆναι, καὶ διὰ τὴν ἡμερότητα δέ φασι τῶν θηρίων. (Vers. 230.) Τὸ δὲ ἐξελθοῦσα θύρας ὤϊξε, πρωθύστερόν ἐστιν. ὤφειλε γὰρ εἰπεῖν ὡς θύρας οἴξασα ἐξῆλθεν. (Vers. 231.) Ἡ δὲ παραλήγουσα τῆς ἀϊδρείας διὰ διφθόγγου ἀεὶ γράφεται, διὰ τὴν κλίσιν τοῦ, ἴδρις ἴδρεως, ὡς ὄφεως. (Vers. 233.) εἶτα διασκευάζων καὶ οἷος ἦν ὁ τῆς Κίρκης δόλος, ἐπάγει· εἷσεν δ' εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε. ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν οἴνῳ Πραμνείῳ ἐκύκα. ἀνέμισγε δὲ σίτῳ (Vers. 236.) φάρμακα λυγρά. ὃ ταυτόν ἐστι τῷ, κακὰ φάρμακα. ὧν ἐνταῦθα τέλος ἡ τῆς πατρίδος λήθη. φησὶ γοῦν· ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης. τοιοῦτον γὰρ ἡ ἡδονὴ, ἑαυτῆς μόνης ποιουμένη τὸν τρυφῶντα, τῶν δὲ σπουδαιοτέρων ἀπάγουσα. αὐτὰρ ἐπεί φησι δῶκέν τε καὶ ἔκπιον, αὐτίκ' ἔπειτα ῥᾴβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ. ἤγουν καθείργνυεν ἐν μάνδραις χοίρων. (Vers. 239.) εἶτα ὡς αὐτόχρημα τοιούτων γινομένων οἳ τὸν κυκεῶνα ἐκπίωσιν ἐπιφέρει· οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ. (Vers. 241.) διὸ καὶ κλαίοντες ἐέρχατο οἷα νοοῦντες ὃ ἔπαθον. ἐπεὶ δὲ οὐ παράμονος ἡ ἡδονὴ, ἀλλ' ἐπὶ βραχὺ κολακευτικῶς δελεάσασα καὶ θέλξασα κατὰ φαντασίαν ἀγαθοῦ τινὸς, εἶτα ἐνάγει τοῖς χείροισι, καὶ οὐκέτι μετὰ τὸν κυκεῶνα καὶ τὴν ἀποχοίρωσιν (Vers. 242.) ἡδέως εὐωχεῖ τοὺς μεταβληθέντας ἀλλὰ πρεπόντως ἀλόγοις φησί. τοῖσι δὲ Κίρκη παρ' ἄκυλον βάλανόν τ' ἔβαλε κρανείης ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν. εἰ μὲν οὖν καὶ τοὺς παρὰ τῇ Κίρκῃ λύκους καὶ τοὺς λέοντας ὁ κυκεὼν ὁ ῥηθεὶς μετεποίει, οὐκ ἔστιν ἐκ τοῦ ποιητοῦ γνῶναι. τοὺς δὲ ὡς (Vers. 241.) ἐῤῥέθη χοίρους τὸ τοῦ κυκεῶνος πόμα ἐξ ἀνθρώπων ἐποίει. περὶ ὧν ἡ ἀλληγορία τοιαῦτα φησί. Κίρκη ἡ κατὰ τὰ γευστὰ ἡδονὴ, καὶ ἡ ἐκ τρυφῆς κατασάρκωσις. ᾗπερ οἱ ἐμπελάσαντες ἐκθηριοῦνται μὲν οἷον τῇ ἀλογίᾳ. καὶ οὐ μόνον ἄλλως ἀλογίζονται πολυτρόπως, ἀλλὰ καὶ εἰς χοίρους μεταποιοῦνται χαμαιευνάδας, κάτω βρίθοντες καὶ ἀνακύπτειν οὐκ ἔχοντες. ὁ νοῦς μέντοι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
