Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.38.1
Not analysed yet
ἰάλλειν κατὰ μὲν τὸν κανόνα τοῦ ἰὸς καὶ ἰήϊος καὶ τῶν ὁμοίων, ὀρθῶς ψιλοῦται. ὁ δὲ Ὁμηρικὸς Ἐφιάλτης, ὑποβάλλει νοεῖν, ὡς καὶ δασύνεται ἀπὸ τοῦ ἵημι, ὅθεν τὸ ἀφίει. καὶ τὸ ἀφιέναι. καὶ ὅσα τοιαῦτα. βοηθεῖ δὲ τῇ ἐνταῦθα δασείᾳ, καὶ ἐκ τῶν τῆς κωμῳδίας τὸ, ἀλλ' οὐκ ἀποδώσεις οὐδ' ἐφιαλεῖς οἶδ' ὅτι, ἀντὶ τοῦ ἐπιβαλεῖς. ὁρμήσεις. καὶ εἰ μὲν οὕτως ἡ γραφὴ συναλείφεται, ἔχομεν τὴν ἀνάλογον δασεῖαν τοῦ ἱάλλειν. εἰ δὲ κατὰ τὸν Σουΐδαν οὐκ ἔστι τετρασυλλάβως ἐφιαλεῖς ἀλλὰ τρισυλλάβως φιαλεῖς ἀπὸ τῆς φιάλης. ἀντὶ τοῦ, μετ' εὐχῆς ἕξῃ τοῦ πράγματος κατὰ τὸ, ταχέως ὕπεσχε τὴν φιάλην ὅπως ἔργῳ φιαλοῦμεν, τοῦτο μὲν χρήσιμον ἔσται εἰς τὸ νοεῖν ὅτι ἐκ τῆς φιάλης καὶ ῥῆμά ἐστι τὸ φιαλῶ. εἰς δὲ τὸ δοκεῖν δασύνεσθαι τὸ ἱάλλω, ἀρκέσει ὁ Ἐφιάλτης. οὗπερ αὖθις ἡ ψίλωσις, ὑποφαίνεται ἐν τῷ ἐπίαλτος. ὃ καὶ αὐτὸ ἀλλαχόθι δεδήλωται. καὶ μὴν ἄλλως οὐκ ἀναντίῤῥητον ὅτι ἐν τῷ, ἔργῳ φιαλοῦμεν, τὸ τοῦ φιαλεῖν ἔγκειται ῥῆμα. δύναται γὰρ ὥσπερ ἀττικίζεται ὁ λόγος ἐν τῷ, τῷ ἐμῷ τὠμῷ, οὕτως εἶναι κατὰ συναλοιφὴν, καὶ τὸ, ἔργὠφιαλοῦμεν, ἀντὶ τοῦ ἐφιαλοῦμεν καὶ ἐπιβαλοῦμεν ἔργῳ. ἵνα κατὰ τὸ χεῖρας ἰάλλειν κρέασιν, οὕτω καὶ ἔργῳ ἐφιαλεῖν ᾖ, τὸ ἐγχειρῆσαι πράξει τινί. (Vers. 150.) Ὅτι τὸ, πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, δηλοῖ μὲν τὸ ἐξεπλήρωσαν τὴν ἔφεσιν, διεσαφήθη δὲ ἐν τῇ Ἰλιάδι. Ἰστέον δὲ ὅτι τοῦ ἐδητὺς ἡ παραγωγὴ, ἀπὸ τοῦ ἐδῶ ἐδήσω γίνεται ἀῤῥήτου ἐνεστῶτος. ὡς γὰρ ἐπὶ τῆς αἰδοῦς ἔστιν αἰδῶ αἰδήσω ἀφ' οὗ ὁ αἰδήμων, καὶ αἰδῶ αἰδέσω ὅθεν τὸ αἰδεσθῆναι, οὕτω καὶ ἔδω βαρύτονον ἀφ' οὗ ἡ ἐδωδή. καὶ ἐδῶ περισπώμενον. οὗ ὁ μέλλων, οὐ μόνον ἐδήσω τὸ παράγον τὴν ἐδητὺν, ἀλλὰ καὶ ἐδέσω ἀφ' οὗ τὸ ἔδεσμα. Παυσανίας δὲ, παράγει καὶ χρήσεις τοιαύτας. Πλάτων σοφιστῇ ἐν τρισὶ πληγαῖς ἀπηδέσθη τὸ ῥάμφος καὶ ἐν ἑορταῖς. κατηδέσθημεν ἂν καὶ κατεκόπημεν εὐθύς. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι θριπήδεστα ξυλήφια τὰ ὑπὸ θριπῶν βεβρωμένα, ὡς ἀπὸ τοῦ ἔδω. οἷς ἐχρῶντο φησὶν οἱ σφόδρα οἰκονομικοὶ ἀντὶ γλυπτῶν σφραγίδων. τινὲς δὲ, αὐτὰ πεντασυλλάβως θριπηδέστατα εἶπον. ἐκ τοῦ ἔδειν δὲ, καὶ ἡ τερηδὼν θηρίδιόν φασι ξυλοφάγον. οὗ ἡ χρῆσις καὶ παρὰ Ἀριστοφάνει ἐν ἱππεῦσι. τείρει γὰρ καὶ ἔδει τὸ παραπεσόν. ἐκ τοῦ αὐτοῦ δὲ ῥήματος, καὶ ὁ παρὰ Αἰλίῳ Διονυσίῳ ἐδέατρος. περὶ οὗ λέγει ἐκεῖνος ὅτι τὸ μὲν ὄνομα, Ἑλληνικὸν. ἡ δὲ χρεία, περσική. ἦν δέ φησι προγεύστης. προεσθίων τοῦ βασιλέως, εἰς ἀσφάλειαν. ὕστερον δὲ ἐνομίσθη, ἐδέατρον καλεῖν τὸν ἐπιστάτην τῆς ὅλης διακονίας καὶ παρασκευῆς. δῆλον δὲ ὡς αὐτοῦ τοῦ ἔδω βαρυτόνου ῥήματος, οὐ φαίνεται κλίσις εἰς μέλλοντα καὶ τοὺς ἑξῆς χρόνους, ὅτι μὴ μόνον ἐπὶ τοῦ ἐδήδοκα παρακειμένου καὶ τοῦ ἐδηδόκειν ὑπερσυντελίκου. οἳ γίνονται οὕτω. ἔδω. ἔσω. ἧκα καὶ Ἀττικῶς ἔδηκα. καὶ πλεονασμῷ, ἐδήδοκα. ὑπερσυντέλικος ἐδηδόκειν. γίνεται δὲ ὁ πλεονασμὸς τῆς δο συλλαβῆς, ἵνα ἔχῃ ὁ Ἀττικὸς παρακείμενος τρίτην συνήθως συνεσταλμένην παραλήγουσαν, ὡς, καὶ ἐπὶ τοῦ ἀγήοχα γίνεται. ἄγω γὰρ ἄξω. ἦχα. καὶ κατὰ Ἀττικοὺς, ἄγηχα. καὶ πλεονασμῷ, ἀγήοχα. (Vers. 151.) Ὅτι οἰκεῖον ἐπί τινων τρυφώντων εἰπεῖν τὸ, τούτοις μὲν ἐνὶ φρεσὶν ἄλλα μέμηλε, μολπήτ' ὀρχηστύς τε. τὰ, γὰρ ἀναθήματα δαιτὸς ἐπὶ δὲ τῶν ἀλλοτρίοις καλοῖς ἐντρυφώντων, καλὸν εἰπεῖν τὸ, τούτοις μὲν, ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή. ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν. ὡς εἴπερ δηλαδὴ μὴ ἀλλότρια ἤσθιον ἀλλὰ ἐπονοῦντο περὶ κτῆσιν οἰκείαν, οὐκ ἂν ἀπησχόλουν ἑαυτοὺς εἰς κιθαρῳδίαν καὶ λοιπὰ ὁπόσα συμποσίοις πρέπουσιν. Ἔστι δὲ τὸ μέμηλε, μέσου παρακειμένου, καὶ γίνεται κατὰ συγκοπὴν ἐκ τοῦ μεμέληκα. ὡς ἐκ τοῦ λελάληκα τὸ λέληκα. καὶ τοῦ βεβούληκα τὸ βέβουλα. πάνυ δὲ βαρέως ἡ λέξις ἔχει. οὐ γὰρ ἁπλῶς οἷά τι σύμβαμα τὸ κακὸν τοῖς μνηστῆρσι καί τις ποιότης παθητικὴ, ἀλλὰ σπουδὴ καὶ ἄντικρυς μέλημα. θαμίζουσι γοῦν ἐς Ὀδυσσέως οἱ ἀκόλαστοι, ὡς ἐς διδασκάλου, καὶ ὡς ἑκάστοτε τρυφῶσι. καὶ οὐκ ἔστιν αὐτοῖς καθά τις εἶπεν, ἀποτακτὸς ἡμέρα οἰνῶσαι σῶμα ἀμέτροισι πότοις. (Vers. 152.) Καὶ ὅρα ἐνταῦθα τὸ, ἡ ἀποτακτὸς θηλυκόν. ὅμοιον ὂν τῷ, κλυτὸς Ἱπποδάμεια. καὶ τῷ, τυτθὸς κύλιξ. καὶ τῷ, ἀγγελθεῖσά μοι γενναῖος. καὶ τῷ, ἡ Λαῒς ἀργός ἐστι καὶ πότις. καὶ τῷ, τιθασσὸς γέγονεν, ἡ αὐτὴ δηλαδὴ Λαΐς. Μολπὴν δὲ ἐνταῦθά φησι, τὴν μετὰ ᾠδῆς παιδιὰν τὴν τῷ μέλει ἑπομένην ὡς δοκεῖ τοῖς παλαιοῖς. Δαιτὸς δὲ ἀναθήματα ἡ μολπὴ καὶ ἡ ὀρχηστὺς, ἀντὶ τοῦ ὥσπερ ναοῖς ἀναθήματα, οὕτω καὶ αὐτὰ κόσμος τις ἀνακείμενος τῇ δαιτί. δῆλον δὲ, ὅτι τῇ πολυτελεῖ. οὐ γὰρ τῆς τυχούσης ἁπλῶς δαιτός ἐστιν ἀναθήματα τὰ τοιαῦτα. τῆς γοῦν τοῦ Τηλεμάχου δαιτὸς, ἀναθήματα οὐκ εἰσίν. ὃς καὶ μέμφεται αὐτά. ἔστι δ' ἐνταῦθα εἰπεῖν, καὶ ὅτι τὸ τὴν μολπὴν ἀνάθημα δαιτὸς εἶναι, παραποιήσεως λόγῳ ταυτόν ἐστι