# Commentarii ad Homeri Odysseam 1.382.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.382.1

ῥάπιδας ἔχων ὅ ἐστιν ὑποδήματα κατὰ τοὺς παλαιούς. ἐξ ὧν καὶ αἱ κρηπίδες παράγονται. (Vers. 279.) Τίς δὲ ἡ ὑπήνη καὶ ἡ ἥβη, ἐδηλώθη ἐν ἄλλοις. ὥσπερ καὶ τὸ ἀντιβολεῖν ὅ ἐστι συναντᾶν ὅπερ οἱ μεθ' Ὅμηρον ἐπὶ παρακλήσεως τιθέασιν. (Vers. 277.) Ἑρμηνεία δὲ ὑπηνήτου παρὰ Δημοσθένει τῷ παραφραστῇ αὕτη. Ἑρμῆς τῷ Ὀδυσσεῖ ἐπιτυγχάνει, νεανίσκῳ προσεοικὼς, ἄρτι ὑποπιμπλαμένῳ γενείου. ὅπερ οἱ λατινοήθεις μεθοδεύσαντες ἀεὶ ἔχειν ὡς διὰ βίου ὑπηνῆται εἶναι, βιάζονται τὸν πώγωνα τῇ συνεχεῖ ἐν χρῷ κουρᾷ, δοκεῖν πάντοτε ἄρτι γενειάσκειν. καὶ αὐτοὶ μὲν ἀτιμούσθωσαν. (Vers. 280.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ ἐξονομάζειν ἀντὶ τοῦ ἁπλῶς πλατικώτερον ὁμιλεῖν καὶ μάλιστα ἐφεξῆς ἐν τοῖς περὶ Κίρκης. ἄλλως γὰρ οὔτε ὁ Ἑρμῆς ἐξ ὀνόματος τὸν Ὀδυσσέα καλεῖ, οὔτε μὴν ἐν τοῖς παροῦσιν ἡ Κίρκη. αὐτὴ γὰρ ὕστερον ἐπιγνοῦσα ἐρεῖ θαυμαστικώτερον, ἦ σύ γ' Ὀδυσσεύς ἐσσι πολύτροπος. (Vers. 281.) Τὸ δὲ δι' ἄκριας ἔρχεαι οἶος, ὅ ἐστι μόνος, ἑρμηνείαν τινὰ ὑποβάλλει τοῦ, ὄρεσιν οἰοπόλος. ἔνθα δηλαδὴ μόνος τις ἀναστρέφεται διὰ τὸ ἐρημάζον τοῦ τόπου. (Vers. 282.) Τὸ δὲ χώρου ἄϊδρις ἐὼν ἀϊδρείαν τινὰ προσμαρτύρεται καὶ τῷ Ὀδυσσεῖ, δι' ἣν ἔπαθε ἄν τι μὴ θελητὸν, εἰ μὴ ὁ Ἑρμῆς φροντίδα ἔθετο αὐτοῦ τιμῶν τὸν σπουδαῖον καὶ αὐτὸς ὡς λόγιος καθὰ καὶ ἡ Ἀθηνᾶ, ἣ καὶ εἰποῦσα ὡς οὐ δύναμαί σε προλιπεῖν οὕνεκα ἐπήτης ἐσσὶ, βαρυτόνως, ἢ καὶ ἐπητὴς ὀξυτόνως, τουτέστι λόγιος. ὅπου γε καὶ ἄλλως μετῆν τῆς ὁδοῦ ταύτης κατά τι καὶ τῷ Ἑρμῇ, ὃς εἶπέ ποτε τῇ Κίρκῃ, ἐλεύσεσθαι αὐτῇ τὸν Ὀδυσσέα, ὥς φησιν αὐτὴ ἐκείνη ἐν τοῖς ἑξῆς. Τὸ δὲ ἐν Κίρκης ἔρχαται, Ἀττικὴν ἔχει ἔλλειψιν, κεῖται γὰρ ἀντὶ τοῦ, ἐν δώμασι Κίρκης καθειργμένοι εἰσίν. Ἰωνικὸν δὲ τὸ ἔρχαται καθὰ καὶ πρὸ ὀλίγου τὸ ἔρχατο, τοῦτο μὲν ἀπὸ τοῦ εἷρκται παθητικοῦ παρακειμένου, ἐκεῖνο δὲ, ἀπὸ τοῦ εἷρκτο ὑπερσυντελίκου. πρὸς ὅπερ ὅμοιον καὶ τὸ, εἵλικτο εἰλίχατο. ὡς Ἡρόδοτος εἰλίχατο τουτέστι εἱλιγμένοι ἦσαν μίτραις. ὅ περ οὐκ ἀεὶ πολεμικὸν σκεῦος δηλοῖ ἀλλὰ καί τι περίθεμα κεφαλῆς, ὡς δηλοῖ παρὰ τῷ αὐτῷ τὸ, ἀντὶ πίλων μιτροφόροι ἦσαν. (Vers. 283.) Τὸ δὲ ὥστε σύες συμβάλλεταί τι πρὸς τὴν πρὸ βραχέων ῥηθεῖσαν ἀλληγορίαν, οἷα τῶν περιπεσόντων τῇ καθ' ἡδονὴν Κίρκῃ, μὴ ἄντικρυς γινομένων συῶν, ἀλλ' ὥστε ἤγουν ὡσανεὶ συῶν διὰ τὸ χοιρῶδες τοῦ βίου. Πυκινοὶ δὲ κευθμῶνες περιφραστικῶς οἱ συφεοὶ λέγονται. (Vers. 286.) Τὸ δὲ ἐκλύσομαι ἠδὲ σαώσω ὡς ἐπὶ αἰχμαλωσίας ἐῤῥέθη. διὸ καὶ λύτρα καὶ σῶστρα τῷ Ἑρμῇ ὁ Ὀδυσσεὺς ὀφείλει μὴ αἰχμαλωτισθεὶς τῇ Κίρκῃ δι' ἡδονῆς. καὶ ἄλλως δὲ ὥσπερ ἐκ δεσμῶν λύεταί τις, οὕτω καὶ κακῶν ἐνταῦθα λύεται τὸν Ὀδυσσέα ὁ Ἑρμῆς. ὥσπερ δὲ διχῶς λέγεται ὡς δεδήλωται τὸ νήχειν καὶ νήχεσθαι καὶ τὸ ἐκέρασαν καὶ ἐκεράσατο, οὕτω καὶ τὸ λύειν ἐνταῦθα καὶ λύεσθαι. οἷον, λῦσον ἵνα ὀφθαλμοῖσιν ἴδω ἑτάρους. καὶ, ὄφρα λύσῃ ἑτάρους. καὶ, ἄγε δὴ κακῶν ἐκλύσομαι. καὶ, λυσόμενος δεῦρ' ἔρχεαι. Φάρμακον δὲ ἐσθλὸν τὸ τοῦ Ἑρμοῦ δὶς ἐν τούτοις κεῖται πρὸς διαστολὴν τῶν τῆς Κίρκης, ἃ λυγρὰ καὶ κακὰ ὄντα τοὺς προσιεμένους μετέβαλλεν εἰς θηρία. (Vers. 288.) Τὸ δὲ κρατὸς ἀπαλάλκη κακὸν ἦμαρ, χρήσιμον καὶ αὐτὸ εἰς ἀλληγορίαν, ὡς μὴ σωμάτων ἀλλοιουμένων τοῖς περὶ τὴν Κίρκην, ἀλλὰ τοῦ κατὰ κεφαλὴν λογιστικοῦ. ἄλλως μέντοι διὰ τῆς κρατὸς ὁ πᾶς δηλοῦται ἄνθρωπος. (Vers. 289.) Τὸ δὲ πάντα δέ τοι ἐρέω ὀλοφώϊα δήνεα Κίρκης, ὃ μετ' ὀλίγα γοργότερον ἐρεῖ, ἐρέω δὲ ἕκαστα, παρῴδηται ἐκ τοῦ, πάντα δέ τοι ἐρέω ὀλοφώϊα τοῖο γέροντος, ὅπερ ἐν τῇ δ ῥαψῳδίᾳ κεῖται. (Vers. 290.) Τὸ δὲ κυκεῶ ἀποκέκοπται ὁμοίως τῷ, ἱδρῶτα ἱδρῶ καὶ τοῖς τοιούτοις. (Vers. 291.) Τὸ δὲ θέλξαι καὶ ἐνταῦθα βλάβην τινὰ δηλοῖ, τὴν ἀποθηρίωσιν γὰρ, ὡς καὶ μετ' ὀλίγα τὸ, οὐδέ μ' ἔθελξε, καὶ, οὔτι πιὼν ἐθέλχθης. Ἐλάσαι δὲ ῥᾴβδῳ τὸ πλῆξαι ὡς καὶ ἐν ἄλλοις μυριαχοῦ. (Vers. 293.) Περιμήκης δὲ κατ' ἀλληγορίαν ἡ τῆς Κίρκης ῥᾴβδος διὰ τὸ μὴ συνεσταλμένως ζῆν τοὺς τρυφῶντας. ἀρετῆς γὰρ τοῦτό γε. (Vers. 294.) Ξίφος δέ φασιν ἐκφοβεῖ τὴν Κίρκην, ἢ ὡς δαιμόνιον οὖσαν μακροχρόνιον μὲν, θνητὸν δὲ ὅμως καὶ σωματοειδὲς καὶ πάθει δειλίας ἁλώσιμον, ἢ κατά τινα φυσικὴν ἰδιότητα. τῶν τινὰ γὰρ δαιμονίων, ὡς λόγος, ὕλας τινὰς πτοοῦνται. ἡ γοῦν ἴασπις κατὰ τὸν περιηγητὴν Διονύσιον ἐχθρὰ ἐμπούσαις καὶ ἄλλοις εἰδώλοις. καὶ τὰς Ἅιδου δὲ ψυχὰς ξίφει Ὀδυσσεὺς ἐκφοβῶν ἐπέχει τῆς ἐπὶ τὸ αἷμα ὁρμῆς. (Vers. 296.) Τοῦ δὲ κελήσεται ἡ κλίσις κατὰ τὴν τοῦ θελῶ θελήσω καὶ μελῶ μελήσω καὶ τῶν ὁμοίων. (Vers. 301.) Τὸ δὲ ἀνήνορα δηλοῖ μὲν τὸν ἄνανδρον, ἀντίκειται δὲ πρὸς τὸν εὐήνορα τε καὶ ἀγήνορα. ταυτὸν δὲ ἐνταῦθα τὸ κακὸν καὶ τὸ ἀνήνορα. (Vers. 307.) Σημείωσαι δ' ἐν τούτοις καὶ ὡς οὐκ ἐκ Διὸς ὁ Ἑρμῆς ἐλθὼν ἀλλ'

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
