# Commentarii ad Homeri Odysseam 1.384.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.384.1

αὐτὸν δ' ἐνθά δ' ἔχουσα δολοφρονέουσα κελεύεις ἐς θάλαμόν τε ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς. ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θείης, ὡς καὶ προγέγραπται. (Vers. 343.) οὐδ' ἂν ἔγωγε θέλοιμι καὶ τὰ ἑξῆς. ἐν οἷς Κίρκη μὲν ἀπόμνυται μή τι κακὸν βουλεύσειν ἄλλο τῷ Ὀδυσσεῖ, αὐτὸς δ' ἐπιβαίνει τῆς κατ' αὐτὴν εὐνῆς, οὐ πάντῃ ἀπαξιώσας, ὡς καὶ προεδηλώθη, τὴν ἡδονὴν, ἀλλ' ἀσφαλισάμενος ἑαυτὸν φιλοσόφως εἰς τὸ σωφρόνως καὶ ἀβλαβῶς μετ' αὐτῆς γενέσθαι. (Vers. 337.) Ὅρα δὲ ὡς καὶ ἐνταῦθα καινότερον ἀπὸ τοῦ γαρ συνδέσμου ἤρξατο, οὗ μετὰ τέσσαρας στίχους ἡ ἀπόδοσις ἐν τῷ, οὐ δ' ἂν ἔγωγε θέλοιμι. (Vers. 341.) Γύμνωσιν δὲ καὶ τὴν περιφρόνησιν ἐνταῦθα ἔστι νοῆσαι τὴν ἐκ τοῦ ἀποθέσθαι τὸ ἄορ. ὅπερ ἀφοπλισμῷ ἔοικε γυμνωτικῷ. διὸ καὶ ἐπῆκται τὸ, κακὸν καὶ ἀνήνορα θείης, ἅπερ ἐκ παραλλήλου τὸν δειλὸν δηλοῦσιν, ὁποῖοι δηλαδὴ καὶ οἱ ἐν δεινοῖς ἄοπλοι. (Vers. 343.) Ἰστέον δὲ ὅτι ἐν τῷ τόπῳ τέθεικεν Ὅμηρος καὶ τὰ ἐκ τοῦ ὀμῶ ὀμόσω πρωτοτύπου καὶ τὸ ἐκεῖθεν παράγωγον ὀμνύειν. δῆλον γὰρ ὡς καθὰ σὺν πολλοῖς ἄχω ἄχνω ἀχνύω ἄχνυμι, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν, οὕτω καὶ ὀμῶ ὀμνῶ ὀμνύω ὄμνυμι. τοῦ δὲ ὀμῶ ὀμόσω πολλῶν ὄντων συνθέτων, ἐνθυμητέον ἐνταῦθα τὸν συνωμότην. περὶ οὗ φασὶν οἱ παλαιοὶ ὅτι συνωμότης μὲν ὁ κατὰ τοῦ δήμου ἀνιστάμενος, ξυναγωγεὺς δὲ ὁ τοὺς τοιούτους ὑποδεχόμενος. ἔτι δὲ καὶ τὴν ἀντωμοσίαν καὶ τὴν ὑπωμοσίαν καὶ τὴν ἐξωμοσίαν, ὧν κατὰ τοὺς αὐτοὺς ἀντωμοσία μὲν ἦν δίκη ἀντωμοσμένη. προώμνευε μὲν γὰρ ὁ διώκων δικαίως κατηγορεῖν, καὶ ἦν φασὶ τὸ αὐτὸ καὶ κατωμοσία, ἀντώμνυε δὲ ὁ φεύγων ἀδίκως ἐγκαλεῖσθαι καὶ ἐλέγετο οὐκ ἀντωμοσία μόνον ἀλλὰ καὶ διωμοσία ὁ ἀμφοῖν ὅρκος, τὴν δὲ ὡς ἐῤῥέθη διωμοσίαν κατωμοσίαν Ἡρόδοτος εἶπεν ἐν τῷ, μετὰ δὲ τὴν κατωμοσίην ἐδίωκε. καὶ τοιοῦτον μὲν ἡ ἀντωμοσία. ὑπωμοσία δέ φασιν ἐστὶν ἀπόδοσις αἰτίας δι' ἣν οὐκ ἀπήντησέ τις πρὸς τὴν δίκην. ἐξωμοσία δὲ, ὅταν φασὶν ὀμνύῃ τις ἀδύνατος εἶναι ποιεῖν τὸ προσταττόμενον. (Vers. 348.) Ὅτι ἀμφίπολοι τέσσαρες πλάττονται εἶναι τῇ Κίρκῃ τῇ μυθικῇ, πρέπουσαι αὐτῇ, νύμφαι δηλαδή. ἃς πολλαχοῦ ἡ ποίησις ἱστορεῖ ἐκ πηγῶν καὶ ἀλσέων καὶ ποταμῶν καὶ τοιούτων τινῶν γινομένας, ἀνιττομένη δι' αὐτῶν φυσικάς τινας δυνάμεις, τάς τε ἄλλας, καὶ ὅσαι ὑπουργοῦσι τοῖς τρυφῶσι κατὰ τὴν Κίρκην, διά τε γενέσεως ζῴων καὶ καρπῶν ὡραίων φορᾶς, καὶ ὅσων ἄλλων αἴτια τὰ στοιχεῖα. ὧν καὶ αἱ τοιαῦται νύμφαι γεγενῆσθαι λέγονται, ὡς ἐκεῖθεν προβεβλημέναι. τινὲς δέ γε τῶν παλαιῶν ἀσυμβιβάστως μὲν πρὸς πλάτος ἀλληγορίας, ὅμως δὲ ὑπενόησαν, ἐνιαυτὸν μὲν τὴν Κίρκην. τὰς δ' ἐνταῦθα τέσσαρας αὐτῆς διακόνους τὰς τέσσαρας ὥρας, οὐδέν τι γενναῖον ὑπειπόντες οὕτως. (Vers. 349.) ἄλλως μέντοι ἔστιν εἰπεῖν ὡς ἡ Κίρκη διακόνοις τέσσαρσι χρᾶται πρὸς ἀνάλογον ἔμφασιν τῆς τῶν ὡρῶν τετρακτύος, αἳ τὰ εἰς τρυφὴν πορίζουσι τοῖς ἐθέλουσιν. Ἔστι δὲ ὁ περὶ αὐτῶν Ὁμηρικὸς λόγος τοιοῦτος. ἀμφίπολοι δ' ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο τέσσαρες. αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι. γίνονται δ' ἄραταί γε, ἔκ τε κρηνέων, ἀπό τ' ἀλσέων, ἔκ θ' ἱερῶν ποταμῶν, οἵ τ' εἰς ἅλαδε προρέουσι. τάων ἡ μὲν ἔβαλε θρόνοις ἔνι ῥήγεα καλὰ πορφύρεα καθύπερθεν, (Vers. 353.) ὑπένερθεν δὲ λῖθ' ὑπέβαλλεν, ὁ ἐστι λῖτα ὑπετίθει. ἡ δ' ἑτέρη προπάροιθεν θρόνων ἐτίτανε τραπέζας ἀργυρέας. ἐπὶ δέ σφισι τίθει χρύσεια κύπελλα ἢ κάνεια. ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα ἡδὺν ἐν ἀργυρέῳ. νέμε δὲ χρύσεια κύπελλα. ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε πολλὸν ὑπὸ τρίποδι μεγάλῳ. ἰαίνετο δ' ὕδωρ. (Vers. 355.) Καὶ ὅρα πολυσκευῆ παρασκευὴν τραπέζης τά γε περὶ σκεύη καὶ λοιπὴν ἑτοιμασίαν. τίνα δὲ καὶ τὰ εἰς δαῖτα παρατεθέντα, οὐ παρεσημῄνατο ἡ Ὁμηρικὴ Μοῦσα, τὸ μέν τι καὶ ἀφιεῖσα νοεῖν τὸν ἀκροατὴν ἅπερ εἰκός ἐστιν ἐνταῦθα νοεῖσθαι, τὸ δὲ καὶ ὀκνοῦσα καὶ τοῖς τοιούτοις ἐνασχολῆσαι ἄρτι τοὺς λόγους, ἴσως δὲ καὶ αἰνιξαμένη τὴν δαῖτα ἀπὸ ἀλσέων καὶ ποταμῶν καὶ τοιῶν δέ τινων παρατεθεῖσθαι, ὁποῖα τά τε καθ' ὕλην ζῷα καὶ τὰ ἐξ αὐτῆς φυόμενά τε καὶ θάλλοντα, κρέα δηλαδὴ καὶ μέθυ ἡδὺ ὡς ἐν τοῖς ἑξῆς ὁ ποιητὴς λέγει, καὶ ἄλλα δέ τινα κατὰ τὸ εἰκὸς, ὡραῖα γεννήματα γῆς. ἐν τούτοις δὲ καὶ τὸ ἐγκρατὲς τοῦ φιλοσοφοῦντος Ὀδυσσέως ἐμφαίνεται. οὐ γὰρ εὕρηται ἐμφαγὼν οὔτε πρὸ τῆς τῶν φίλων λύσεως οὔτε εὐθὺς μετὰ τὸ ἐκείνους λύσασθαι, ἀρκεσθεὶς ὡς ἔοικε τηνικαῦτα καιροῦ ἀντὶ βρώσεως τῇ χαρᾷ. ἴσως δὲ καὶ κατὰ τὸ σιωπώμενον συμφαγὼν καὶ αὐτὸς ἐκείνοις μετὰ τὴν λύσιν. καὶ τοιαῦτα μὲν ταῦτα. (Vers. 360.) Ὅρα δὲ ὅτι ὁ ποιητὴς καὶ τὰ ἑξῆς ἐπάγων τοῖς προῤῥηθεῖσι φησίν· αὐτὰρ ἐπειδὴ ζέσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, ἐς ῥ' ἀσάμινθον ἕσασα, (Vers. 361.) λό' ἐκ τρίποδος μεγάλοιο. ἤγουν ἔλουε,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
