# Commentarii ad Homeri Odysseam 1.385.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.385.1

θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων, ὄφρα μοι ἐκ κάματον (Vers. 363.) θυμοφθόρον εἵλετο γυίων, ὃ τελικόν ἐστιν αἴτιον τοῦ λούεσθαι. δῆλον γὰρ ὡς λούεταί τις, ἵνα ἐξέληται τοῖς θερμοῖς ὕδασι τὸ ἐκ τοῦ κάμνειν κακόν. ἄλλως γὰρ χάριν ἀποῤῥύψεως καὶ ψυχροῖς καταντλεῖταί τις, ἢ περὶ θάλατταν ἢ ἐν ποταμῷ. ἐπεὶ δέ φησιν ἔλουσε καὶ ἔχρισεν ἐλαίῳ καὶ ἐνέδυσε, τότε δὴ ἐπὶ θρόνου καθίσασά με ἀργυροήλου καλοῦ δαιδαλέου ἐσθίειν ἐκέλευσεν, ἐμῷ δ' οὐχ' ἥνδανε θυμῷ, (Vers. 374.) ἀλλ' ἤμην ἀλλοφρονέων, ἢ κατά τινα τῶν ἀντιγράφων, ἄλλα φρονέων, κακὰ δ' ὄσσετο θυμός. ἤτοι προεβλέπετο, ἐφαντάζετο. πάθος δὲ τοῦτο φρονίμου ἀνδρός. ὃς καὶ παρακειμένων τῶν ἡδέων οὐ μόνον οὐ μεταλήψεται, ἀλλὰ καὶ φοβηθήσεται μή πού τι ἔσται δεινὸν, ἄλλα φρονῶν παρὰ τὰ βλεπόμενα. τοιοῦτον γάρ τι νῦν τὸ ἀλλοφρονεῖν, εἰ καὶ ἐν Ἰλιάδι ἐπὶ τοῦ ἠλλοιῶσθαι τὴν φρόνησιν κεῖται, καὶ ὡς εἰπεῖν παραφρονεῖν. καθ' ὃ σημαινόμενον καὶ Ἡρόδοτος τῇ λέξει χρῆται, ἀλλοφρονῆσαι εἰπὼν τὸ οὕτω τινὰς μανῆναι ἀλλοιωθέντας τὴν φρόνησιν, ὡς καὶ κτείνειν φησὶν ἀλλήλους ἅτε πολεμίους. (Vers. 349.) Δρήστειραι δὲ αἱ δουλεύτριαι παρὰ τὸ δρᾶν τὸ ὑπουργεῖν, ἐξ οὗ καὶ δρηστὴρ καὶ μετὰ προθέσεως ὑποδρηστὴρ, ὁ ὑποεργός. ὅτι δὲ δρᾶν οὐ μόνον κοινότερον τὸ ποιεῖν ποιητικῶς δὲ καὶ τὸ ὑπουργεῖν, ἔστι δὲ ὅτε καὶ τὸ θύειν, ὁ Ἀθήναιος δηλοῖ. (Vers. 350.) Αἱ δὲ ἀπὸ κρηνῶν καὶ ποταμῶν αὗται δρήστειραι Νηΐδες ἂν εἶεν, ὥσπερ αἱ ἀπὸ ἀλσέων Δρυάδες, εἴτουν Ἁμαδρυάδες καὶ Ὀρεστιάδες καὶ Μηλίδες, καὶ τοιαῦταί τινες. (Vers. 351.) Ἱεροὶ δὲ ποταμοὶ οὐ μόνον οἱ κατὰ ῥοῦν ἱέμενοι, ἀλλὰ καὶ οἱ θεῖοι διὰ τὸ ἀένναόν τε καὶ τρόφιμον καὶ τὸ τοῦ ὕδατος δὲ ἀρχικόν. Περὶ δὲ τῶν εἰρημένων δουλίδων τῆς Κίρκης οὕτω λαλεῖ ἡ τῆς Ὀδυσσείας παράφρασις. γένεσις δὲ τούτων οὐχ' οἵα περ ἡ ἀνθρώπων ἐστὶν ἡ δι' ἀλλήλων, ἀλλὰ ποταμοὶ καὶ ἄλση καὶ πηγαὶ ἐκείνας φύουσιν. Ἐν δὲ τῷ εἰς ἅλαδε, περιττῶς κεῖται ἢ τὸ εις, ἢ τὸ δε, διὰ τὸ ἐκ παραλλήλου κεῖσθαι, ὁποῖόν τι γίνεται καὶ ἐν τῷ, ὅνδε δόμονδε, καθὰ καὶ προσεσημείωται. Τὸ δὲ προρέουσιν, ἀδιπλασίαστον ἔχει τὸ ρ καθὰ καὶ ἐν ἄλλοις γίνεται, διὰ τὸ μὴ χρείαν ἐνταῦθα εἶναι Ἀττικισμοῦ. (Vers. 353.) Τὰ δὲ ῥήγεα, πολυτελέστερα ἤπερ τὸ λῖτα ἢ τὰ λῖτα. ταῦτα μὲν γὰρ ὑποβέβληται εἴτουν ὑπέστρωται, τὰ δὲ ῥήγεα καλά τε ὄντα καὶ πορφύρεα ἐφήπλωται. εἰ δὲ πορφύρεα, βέβαπται ἄρα. τοιοῦτον γὰρ, ὡς πολλαχοῦ ἐδηλώθη, τὸ ῥῆγος. (Vers. 354.) Τὸ μέντοι λῖτα οὐκ ἐξ ἀνάγκης τοιοῦτον. Ἐν δὲ τῷ ἡ δ' ἑτέρη ὡς καὶ ἐν ἄλλοις, δῆλον, ἐπὶ δύο τινῶν τὸ ἕτερον λέγεσθαι. ἡ μὲν γάρ φησιν ἐποίει τόδε, ἡ δ' ἑτέρη τόδε τι, ἡ δὲ τρίτη καὶ ἡ τετάρτη ἄλλα τινά. Τὸ δὲ ἐτίταινε τραπέζας, ἐμφαίνει μὴ στρογγύλας αὐτὰς ἀλλὰ προμήκεις εἶναι, ἢ καὶ ἄλλως ἀποδιπλουμένας καὶ οὕτω τεινομένας. καθὰ καὶ ὁ ὀκλαδίας δίφρος τέταται ὅτε εἰς καθέδραν ἑτοιμασθῇ. Πληθυντικῶς δὲ τραπέζας φησὶν, ἴσως μὲν, πληθύνων συνήθως τὸ ἑνικὸν πρὸς μεγέθους ἔμφασιν, ἴσως δὲ καὶ πολλὰς ὑποτιθεὶς, τὴν μὲν οἰνοχοεῖν, τὴν δὲ ἐσθίειν, τὴν δὲ ὑποδέχεσθαι τὰ περιττά. Τὸ δὲ πολλὸν πῦρ, οἰκεῖον μεγάλῳ τρίποδι. (Vers. 359.) Ἰαίνετο δὲ ὕδωρ, ἀντὶ τοῦ, ἐχλιαίνετο, ἐθερμαίνετο. καὶ ἔστι τοῦτο κυρίως ἰαίνεσθαι. (Vers. 360.) Τὸ μέντοι ζέσεν ὕδωρ, ἐπίτασις ἐστί τις τοῦ ἰαίνεσθαι. αὐτοῦ δὲ ἐπιτατικώτερον τὸ παφλάζειν ἢ καὶ καχλάζειν. τὸ γὰρ ζέειν οὔπω τραχὺ κατὰ ὀνοματοποιΐαν, ἀλλ' εἰς ὅσον ἡ τοῦ ζῆτα στοιχείου δηλοῖ ἐκφώνησις. τὸ δέ γε καχλάζειν καὶ παφλάζειν τραχυφωνότερα. Σημείωσαι δὲ ὅτι ἐν συνεχέσι δυσὶ στίχοις τὸ ὕδωρ ἐξέτεινε τὴν ἄρχουσαν ἐν τῷ, ἰαίνετο δ' ὕδωρ, καὶ συνέστειλεν ἐν τῷ, ἐπειδὴ ζέσεν ὕδωρ. Ἦνοψ δὲ καὶ νῦν χαλκὸς ἢ ὁ ἔμφωνος ὡς καὶ ἀλλαχοῦ καλῶς ἐγράφη ἢ ὁ διαυγὴς, δι' οὗ ἔστιν ἐνοπτρίζεσθαι. (Vers. 361.) Τὴν δὲ ἀσάμινθον πύελον ὁ μεταβολεὺς ἑρμηνεύει, φράσας οὕτως· ἐπεὶ ἦν καιρὸς, ἐλουόμην ἐν πυέλῳ. Τὸ δὲ λόεν ἐκ τρίποδος πρωτότυπόν ἐστι τοῦ λοέω καὶ τοῦ λούω. ποιητὴς δὲ ἂν τὸ τοιοῦτον μόνος ῥῆμα φιλοίη. (Vers. 362.) Τὸ δὲ θυμῆρες κεράσασα, ἀντὶ τοῦ, καταχέασα οὐ πάνυ τι ζέον, ἀλλὰ δηλαδὴ εὔκρατον. ἐκ τοῦ κρατῆρος δὲ ἡ μεταφορά. ἔστι δὲ τὸ θυμῆρες τοῦτο ἐναντίον τῷ θυμοφθόρῳ καμάτῳ, ὃς ἐξαιρεῖται γύων διὰ τοιούτου κράματος. (Vers. 374.) Τὸ δὲ ἀλλοφρονεῖν παραφράζων ὁ ποιητὴς διὰ τῆς Κίρκης, ἶσον ἀναύδῳ καθῆσθαι λέγει τὸν οὕτως ἔχοντα. (Vers. 378.) ἔνθα καὶ ἀστεῖον ἀντίθετον κεῖται εἰπούσης τῆς Κίρκης τῷ Ὀδυσσεῖ· τί δή ποτε κάθησαι ἶσος ἀναύδῳ θυμὸν ἔδων, βρώμης δ' οὐχ' ἅπτεαι οὐδὲ ποτῆτος; οἱονεὶ γάρ φησιν, ὡς τί δή ποτε κατεσθίεις ἑαυτὸν καὶ οὐ τὰ εἰς βρῶσιν προκείμενα. (Vers. 364.) Ἰστέον δὲ καὶ ὅτι φιλοξενίας δηλωτικὰ τὸ, αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισε λίπ'

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
