# Commentarii ad Homeri Odysseam 1.386.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.386.1

ἐλαίῳ, ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα, εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ θρόνου τοιοῦδε, ἐσθέμεναι δ' ἐκέλευσεν. (Vers. 373.) εἰ δὲ ὁ ξενοδοχηθεὶς λυπούμενος οὐκ ἐσθίει, ἁρμόττει καὶ τῶν ἐφεξῆς τὸ, ἐμῷ δ' οὐχ' ἥνδανε θυμῷ, καὶ ἑξῆς ὡς προγέγραπται. (Vers. 373.) εἰ δὲ ὁ ξενοδοχήσας παραμυθητικὸς εἴη τοῦ ξένου, εἴποι ἂν τάδε· τίφθ' οὕτως ἑταῖρε καθέζεαι ἶσος ἀναύδῳ καὶ ἑξῆς. ὡς καὶ αὐτὸ ἀνωτέρω κεῖται. (Vers. 380.) τυχὸν δὲ οἰκεῖον ἔσται ἐπαγαγεῖν καὶ τὸ, ἢ τινά που δόλον οἴει; οὐδέ τί σε χρὴ δειδίμεν. ὁ δὲ μὴ θέλων φαγεῖν πρινὴ γενέσθαι ὃ θέλει ἐρεῖ ἄν· ὦ οὗτος, τίς γάρ κεν ἀνὴρ ὃς ἐναίσιμος εἴη, πρὶν τλαίη πάσασθαι ἐδητύος ἠδὲ ποτῆτος, πρὶν τόδε τι γενέσθαι. οἷον, λύσασθ' ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι. (Vers. 386.) Ὅτι πρόφρων μὲν ἐπὶ ἀνδρός. ἐπὶ δὲ γυναικὸς δύναται μὲν λέγεσθαι καὶ αὐτό. ἡ δὲ ποίησις ἐθέλει λέγειν πρόφρασσα ἤτοι τὰ ὑπέρ τινος φραζομένη. οἷον· ἀλλ' εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις, (Vers. 387.) λῦσον ἵν' ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους. ὃ παρῳδηθήσεταί ποτε ἐπὶ φίλων λυτρώσει. (Vers. 386.) Καὶ ὅρα τὸ πιεῖν, ἄρτι προκείμενον τοῦ φαγεῖν. ἀνωτέρω μέντοι ἄλλως ἔχει ἐν τῷ, ἐδητύος ἠδὲ ποτῆτος. καὶ μετ' ὀλίγα ἐν τῷ, ἐσθίετε βρώμην καὶ πίνετε οἶνον. ὅλως δὲ εἰπεῖν, ἀδιάφορον οὕτως ἢ οὕτως φράζειν. Τὸ δὲ λῦσον, προσεχῶς παθητικῶς προεγράφη ἐν τῷ, πρὶν λύσασθ' ἑτάρους. (Vers. 387.) Τὸ δὲ ὀφθαλμοῖσιν ἴδω, τῆς ἐν φαντασίᾳ ὁράσεως καὶ νῦν ἔχει διαστολήν. (Vers. 389.) Ὅτι Κίρκη μετὰ τὴν Ὀδυσσέως παράκλησιν ῥᾴβδον ἔχουσα ἐν χειρὶ θύρας ἀνέῳγε συφειοῦ, ἐκ δ' ἔλασε σιάλοισιν (Vers. 390.) ἐοικότας ἐννεώροισι, τοὺς ἑταίρους δηλαδὴ τοῦ Ὀδυσσέως. οἱ μὲν ἔπειτ' ἔστησαν (Vers. 391.) ἐναντίοι τουτέστιν ἀντικρὺ τοῦ Ὀδυσσέως. ἡ δὲ, δι' αὐτῶν ἐρχομένη, προσάλειφεν ἑκάστῳ (Vers. 392.) φάρμακον ἄλλο, οἷα δηλαδὴ πολυφάρμακος. τῶν δ' ἐκ μὲν μελέων τρίχες ἔῤῥεον ἃς πρὶν ἔφυσσε (Vers. 394.) φάρμακον οὐλόμενον, τὸ τοῦ κυκεῶνος δηλονότι. ἄνδρες δ' αἶψ' ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν. καὶ πολὺ καλλίονές τε καὶ μείζονες εἰσοράασθαι. ἔπαινος δὲ τοῦτο ἀνδρῶν ἐμφανῶν. (Vers. 392.) Ἰστέον δὲ ὅτι κατὰ ἀλληγορίαν τὸ ἄλλο φάρμακον ὅπερ ἑκάστῳ νῦν προσαλείφεται, τὸ μέτριόν ἐστι τῆς τρυφῆς, ὅσον εἰς σωμασκίαν στρατιωτικὴν καὶ ζωογόνον τροφὴν, ἵνα, ὡς μετ' ὀλίγα ἡ Κίρκη λέγει, ἐσθίοντες βρώμην καὶ πίνοντες οἶνον θυμὸν ἐνὶ στήθεσσι λάβωσιν οἷον ὅτε πρώτιστον ἔλιπον πατρίδα γαῖαν τρηχείης Ἰθάκης, καὶ μὴ σκελετεύωνται. νῦν γάρ φησιν ἀσκελέες καὶ ἄθυμοι αἰεὶ ἄλης χαλεπῆς μεμνημένοι. οὐδέ ποθ' ὑμῖν θυμὸς ἐν εὐφροσύναις, ἐπειὴ μάλα πολλὰ πέποσθε. τοῦτο τοίνυν τὸ δεύτερον φάρμακον οὐ μόνον εἰς ἀνθρωπείαν φύσιν ἐπανεσώσατο τοὺς ἀπὸ συῶν, (Vers. 395.) ἀλλὰ καὶ πολὺ κάλλος ἐνειργάσατο καθάπερ ἐῤῥέθη. ἐπείπερ οἱ μετὰ πεῖραν κακίας εἰς ἀρετὴν στραφέντες βελτίους ἑαυτῶν γίνονται, μαθόντες τὸ καλὸν οἷς κακῶς ἔπαθον. (Vers. 389.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ, θύρας ἀνέῳγεν, ἀντὶ τοῦ, ἤνοιγεν κατὰ χρόνον παρατατικόν. ἢ ἀντὶ τοῦ, ἤνοιξεν, ἵνα ᾖ μέσος παρακείμενος. Τὸ δὲ συφειοῦ πλεονασμὸν ἔπαθεν ὁποῖον καὶ τὸ ἀδελφὸς ἀδελφειός. (Vers. 390.) Ἐννέωροι δὲ σύες ἢ οἱ ἐνναετεῖς, ἢ καὶ ἄλλως ἴσως οἱ ἐννέα ὡρῶν, ἤγουν ἐτῶν δύο καὶ ἑνὸς μηνός. κρεῖττον δὲ τὸ πρῶτον κατὰ τὸ, ἐννέωροι γὰρ τοίγε ἐννεαπήχεες, ὡς ἀπὸ τοῦ ὧρος ὁ ἐνιαυτὸς, ὃς ὁμώνυμος ὥρῳ ἡλίῳ ἐστί. (Vers. 392.) Τὸ δὲ ἐννεώροισι, συνίζησιν ἔπαθε τοῦ ε καὶ ω εἰς ἕνα πόδα μακρόν. (Vers. 393.) Τὸ δὲ φάρμακον ἄλλο ἤγουν ἀλλοίας φύσεως παρὰ τὸ ἐνταῦθα οὐλόμενον, ὡς εἶναι αὐτὸ μὴ τοιοῦτον ἀλλὰ σωτήριον. (Vers. 394.) Ῥέειν δὲ τρίχας ἀντὶ τοῦ ῥᾳδίως ἀποπίπτειν φησί. καὶ ἔστι καιριωτάτη λέξις. οὕτω δὲ καὶ ἄνθη ῥέειν καιριώτερον ἤπερ πίπτειν λέγονται. (Vers. 463.) Φάρμακον δὲ οὐλόμενον ὁμοίως ὡς εἰ καὶ ὀλοφώϊον εἶπεν. ἐκ τοῦ ὄλλω γὰρ καὶ ἐκεῖνο. (Vers. 417.) Τὸ δὲ τρηχείης Ἰθάκης, ἐπίτηδες ἔοικεν εἰπεῖν ἡ Κίρκη, ὡς οἷα κερτομοῦσα τοὺς ἐφιεμένους αὐτῆς, ἢ καὶ ἄλλως ἁπλῶς καθ' ἱστορίαν. (Vers. 463.) ὃ καὶ Ὀδυσσεὺς μετ' ὀλίγα ἐρεῖ, τρηχεῖαν Ἰθάκην καὶ αὐτὸς εἰπών. ἀσκέλεες δὲ ἀντὶ τοῦ, σκληροὶ, ἄγαν κατεσκληκότες, ἀπὸ τοῦ σκάλλω, καθὰ καὶ προδεδήλωται. ἢ ἀπὸ τοῦ σκέλλω, ἐξ οὗ καὶ τὸ σκέλος καὶ ὁ σκελετός. ὁ δὲ τοιοῦτος τόπος τηκτικὸν σώματος εἶναι δηλοῖ τὴν τῶν κακοπαθειῶν μνήμην, καθὰ καὶ μετ' ὀλίγα τὸ, φθινύθουσί μοι φίλον κῆρ ἀμφ' ἐμοὶ ὀδυρόμενοι. Ἄθυμοι δὲ οἱ μὴ εὔθυμοι, τουτέστιν οἷς οὐδέ ποτε θυμὸς ἐν εὐφροσύναις. (Vers. 464.) Ἄλη δὲ χαλεπὴ πρὸς διαστολὴν ἑτέρας ἀφ' ἧς κερδαίνουσιν οἱ ἀλώμενοι, ὁποῖος καὶ ὁ Μενέλαος. (Vers. 465.) Τὸ δὲ πέποσθε, οἱ μὲν ἐκ τοῦ πήθω τὸ πανθάνω παράγουσιν ἀκολου-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
