# Commentarii ad Homeri Odysseam 1.387.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.387.1

θοῦντες Ἡρῳδιανῷ, λέγοντες ὅτι καθὰ λήχω τὸ λαγχάνω οὗ παρακείμενος τροπῇ τοῦ η εἰς ο λέλοχα, καὶ προσλήψει τοῦ ν λέλογχα, ὥς που καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, οὕτω καὶ πείθω πέποθα. οὗ παθητικὸν πρινὴ προσληφθῆναι τὸ ν, πεπόθατε, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ σίγμα, πέποσθε. καὶ οὕτω μὲν οἱ τοιοῦτοι. Ἀρίσταρχος δὲ τὸ πολλὰ κακὰ πέποσθε πέπασθε γράφει. ὅ πέρ ἐστι κέκτησθε. εἰς μέντοι τὸ διὰ τοῦ ο γραφόμενον πέποσθε κρεῖττον ποιοῦσιν οἱ συγκόπτοντες αὐτὸ ἐκ τοῦ πεπόνησθε. (Vers. 398.) Ὅτι θρήνου ἐπίτασιν δηλοῖ τὸ, πᾶσι δ' ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα σμερδαλέον κανάχιζεν ἢ κονάβιζεν. ὡσαύτως καὶ τὸ οἰκτρὰ ὀλοφυρομένους θαλερὸν κατὰ δάκρυ χέοντας, καὶ τὸ κλαῖον ὀδυρόμενοι περὶ δὲ στεναχίζετο δῶμα. τοῦτο δὲ καὶ ἐπὶ ἡδονῆς ἐῤῥέθη πρὸ τούτων ἐν τῷ, κνισσῆεν δέ τε δῶμα περιστεναχίζεται. (Vers. 404.) Ὅτι τὸ ἀποθεῖναι πελάσαι τόπῳ τινί φησιν ἐνταῦθα, εἰπών· κτήματα δ' ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα, ἤγουν ἐγγὺς τοῦ σπηλαίου θέσθε. λέγει καὶ νῦν ὅπλα οὐ μόνον τὰ τῶν νηῶν, ἀλλὰ καὶ τὰ στρατιωτικά. Ἰστέον δὲ ὅτι καὶ μετ' ὀλίγα κοινότερον ἐρεῖ τὸ πελάσαι, ἐν τῷ, κεφαλὴν οὖδασδε πελάσαι ἀποτμηθεῖσαν ξίφει. (Vers. 410.) Ὅτι δεικνὺς ὁ ποιητὴς Ὀδυσσέα, ὅπως ἐχάρησαν ἰδόντες αὐτὸν οἱ ἑταῖροι ἐπανελθόντα ἐκ τῆς Κίρκης ἀβλαβῆ, φησὶ παραβολικῶς οὕτως· ὡς δ' ὅτ' ἂν ἄγραυλοι πόρτιες περὶ βοῦς ἀγελαίας ἤτοι κατὰ τοὺς παλαιοὺς, νομαίας, ἀζεύκτους, ἐλθούσας εἰς κόπρον ἐπὴν βοτάνης κορέσωνται, πᾶσαι ἅμα σκαίρουσιν ἢ σπαίρουσιν ἐναντίαι, οὐδέ τι συκοὶ ἴσχουσιν, ἀλλ' ἀδινὸν μυκώμεναι ἀμφιθέουσι μητέρας, ὣς ἐμὲ κεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι, (Vers. 414.) δακρυόεντες ἔχυντο, περὶ ἐμὲ δηλαδή. ἤγουν κατὰ σπουδὴν ἔδραμον καὶ ὡσεί τι ὑγρὸν χεόμενον κατὰ πρανοῦς. εἶτα καὶ ἄλλως τὸ αὐτὸ σαφέστερον ὑποδηλῶν φησί· δόκησε δ' ἄρα σφίσι θυμὸς, ὣς ἔμεν ὡς εἰ πατρίδα ἱκοίατο καὶ πόλιν αὐτῶν τρηχείης Ἰθάκης, ἵνα τ' ἔτραφεν ἠδὲ γένοντο. (Vers. 417.) ὃ δὴ πατρίδος ἐστὶν ὁρισμός. πατρὶς γὰρ πόλις τις περὶ ἣν ἐτράφη τις γεννηθείς. ὡς ὅγε μὴ τοιοῦτος ἀλλ' ἅμα τῷ γεννηθῆναι τῆς πατρίδος ἀποστερηθεὶς ἔκθετός τις ἐστὶ τῆς τοιαύτης πόλεως, καὶ οὐχ' οὕτως ἐκείνην εὐτυχεῖ πατρίδα, ὡς τὴν μετὰ ταῦτα θρεψαμένην. ἐπεὶ καὶ παροιμιακῶς πατρίς ἐστιν ἔνθα πράττει τις εὖ ἤγουν εὐπραγεῖ. (Vers. 419.) τὸ δ' αὐτὸ νόημα καὶ ἄλλως φράζων ὁ ποιητὴς παραφραστικῶς πλάττει τοὺς τοῦ Ὀδυσσέως φίλους εἰπόντας οὕτω· σοὶ μὲν νοστήσαντι διοτρεφὲς, ὣς ἐχάρημεν, ὡς εἴτ' εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν. λέγουσι δὲ αὐτοὶ τὸ, σοὶ νοστήσαντι ἐχάρημεν πρὸς διαστολὴν τῶν ἄλλων ἑταίρων οὓς αὐτοὶ ἐδόκουν ἀπολωλέναι. (Vers. 410.) ἡ δὲ ῥηθεῖσα παραβολὴ ἐδήλωσεν ὡς οὐ μόνον ἄρνες καὶ ἔριφοι σηκάζονται, ἀλλὰ καὶ πόρτιες ἤγουν νέαι βόες ἄρτι ἀρξάμεναι τοῦ πορεύεσθαι, καθ' ὁμοιότητα τοῦ νεβρὸς, ὃς καὶ αὐτὸς κατά τινας παρὰ τὸ νέον πορεύεσθαι λέγεται. ὅτι δὲ αἱ πόρτιες καὶ πόριες λέγονται καὶ πόρτακες, ἐδήλωσεν ἡ Ἰλιάς. Κόπρον δὲ καὶ νῦν τὰ βουστάσια λέγει. Σκαίρειν δὲ τὸ σκιρτᾶν. ὅθεν καὶ σκαρθμὸς ἡ κατὰ σκίρτημα κίνησις καὶ ἡ ἐν Ἰλιάδι πολύσκαρθμος μύριννα. ὥσπερ δὲ τὸ, ἀδινάων μυιῶν δι' ἑνὸς δ καὶ συστολῆς τῆς ἀρχούσης φέρεται, οὕτω κἀνταῦθα τὸ, ἀδινὸν μυκᾶσθαι ὡς ἀπὸ τοῦ ἄδην, ὃ καὶ ἐπὶ κακοῦ κεῖται ἐν τῷ, ἄδην ἐλάαν κακότητος. Τρηχεῖαν δὲ Ὀδυσσεὺς παρασημειοῦται τὴν πατρίδα καὶ νῦν ὡς καὶ πρὸ τούτων, δεικνὺς τοῖς περὶ Ἀλκίνοον, ὡς οὐ μόνῳ αὐτῷ ἡ τραχεῖα πατρὶς φιλτάτη, ἀλλὰ καὶ τοῖς τότε ποτὲ περιοῦσι φίλοις. Ὅτι σπευστικὸν εἰς ὁδὸν τὸ, αὐτοὶ δ' ὀτρύνεσθε, ἐμοὶ ἅμα πάντες ἕπεσθε. εὐπείθειαν δὲ ὑπηκόων δηλοῖ τὸ ὣς ἐφάμην, οἱ δ' ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. κωλύων δέ τις τοὺς τοιούτους εἰς ὁδὸν ἐπικίνδυνον ἐρεῖ· ἆ δειλοὶ, πόσ' ἴμεν; τί κακῶν ἱμείρεται τούτων; Περὶ δὲ τοῦ, ἆ δειλοὶ ἀντὶ τοῦ, ὦ δείλαιοι, ἐν τῇ Ἰλιάδι δεδήλωται ἀκριβῶς. Οἱ δὲ τὸν οὕτω κωλύοντα μὴ ἀποδεχόμενοι εἴποιεν ἂν, τοῦτον μὲν ἐάσομεν εἰ σὺ κελεύεις αὐτοῦ μένειν, ἡμῖν δ' ἡγεμόνευε. (Vers. 431.) Ὅτι θυμούμενος Εὐρύλοχος ἐνταῦθα λαλεῖ τινὰ παρὰ τὸ εἰκὸς, ἐνδεικνυμένου τοῦ ποιητοῦ, ὁποῖόν τι ἐστὶν ὁ ὑπὲρ μέτρον θυμός. φησὶ γὰρ κωλύων τοὺς τοῦ Ὀδυσσέως φίλους καταβῆναι εἰς τὸ τῆς Κίρκης μέγαρον, ὡς ἅπαντας ἐκείνη ἢ σῦς ἠὲ λύκους ποιήσεται, ἠὲ λέοντας, οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ. ὥσπερ Κύκλωψ ἔρξεν, ὅτε οἱ μέσαυλον ἵκοντο ἡμέτεροι ἕταροι, σὺν δ' ὁ θρασὺς εἵπετ' Ὀδυσσεύς. τούτου γὰρ κἀκεῖνοι ἀτασθαλίῃσιν ὄλοντο. (Vers. 432.) καὶ τὸ μὲν οἰηθῆναι αὐτὸν ἐξ ἀνθρώπων μεταβληθῆναι τοὺς παρὰ τῇ Κίρκῃ λύκους καὶ λέοντας καὶ μὴ φαρμάκοις τὰ θηρία κατακληθῆναι πρὸς ἡμερότητα, τῆς τοῦ Εὐρυλόχου ἀπειρίας εἶναι δοκεῖ φασί. (Vers. 435.) Τὸ δὲ ὡς Κύκλωψ ἐποίη-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
