# Commentarii ad Homeri Odysseam 1.388.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.388.1

σεν, ἀδιανόητόν ἐστιν. οὐ γὰρ δή που καὶ ὁ Κύκλωψ μετέβαλε τοὺς περὶ τὸν Ὀδυσσέα ἐπὶ φυλακῇ τοῦ κατ' αὐτὸν σπηλαίου, ἀλλ' ἐθοινήσατο καὶ ἀπώλεσε κατὰ τὸ, (Vers. 437.) τούτου ἀτασθαλίαις ὤλοντο. μίμησις δὲ πάντως ἤθους τεταραγμένου τὸ ἀδιανοήτως πλάσαι λαλοῦντα τὸν Εὐρύλοχον. ὁ δὲ τοῦ Εὐρυλόχου ἐν τούτοις λόγος ἄρχεται οὕτως· (Vers. 431.) ἆ δειλοὶ, ὡς καὶ ἀνωτέρω κεῖται. πόσ' ἴμεν; ἤγουν ποῦ ἐρχόμεθα; τί κακῶν ἱμείρετε τούτων, Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας ἢ σῦς ἢ ἐλάφους ποιήσεται καὶ ἑξῆς. ἐν οἷς τὸ μὲν ἆ σχετλιαστικόν ἐστι κλητικὸν ἐπίῤῥημα λαμβανόμενόν ποτε καὶ ἀντὶ τοῦ αἴθε οὗ καὶ χρῆσιν παράγουσιν οἱ παλαιοί. Τὸ δὲ πόσε οὐ καθαρῶς εἴληπται ἀντὶ τοῦ ποῦ ὃ δηλοῖ τὸ ἐν τόπῳ. οἷον· ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα; ἀλλὰ μᾶλλον ἀντὶ τοῦ πῇ καὶ ποῖ, δι' ὧν δηλοῦται τὸ εἰς τόπον. οἷον· πῇ ἔβη Ἀνδρομάχη; καὶ, ποῖ φεύγεις; Τὸ δὲ ἴμεν ἢ ἐκ τοῦ εἶμι τὸ ἔρχομαι γίνεται τοῦ παραληγομένου τῇ ει διφθόγγῳ καὶ συστέλλει τὴν ἄρχουσαν τῷ λόγῳ τῶν εἰς μι, ἅπερ ἐπὶ πληθυντικῶν καὶ παθητικῶν συστέλλουσι τὰς παραληγούσας, ἢ ἀπὸ τοῦ ἑτέρου ἶμι ὃ καταμόνας τῷ ι παραλήγεται ὡς ἀπὸ τοῦ ἴω. καὶ οὕτω φυλάσσει ἀναλόγως τὴν διὰ τοῦ βραχέος ἰῶτα γραφήν. (Vers. 433.) Σημείωσαι γὰρ ὅτι κατὰ τοὺς τεχνικοὺς διφορεῖται τὸ ἶμι παρὰ τοῖς παλαιοῖς μονοφθόγγῳ τε παραληγόμενον τῷ ἰῶτα, καὶ διφθόγγῳ τῷ διὰ τοῦ ε καὶ ι. (Vers. 432.) Τὸ δὲ σῦς ἢ ἐλάφους ποιήσεται Ἀττικῶς εἴρηται ἀντὶ τοῦ ποιήσει. Τὸ δὲ Κίρκης ἐς μέγαρον καταβῆναι ἢ ἁπλῶς ἀντὶ τοῦ βῆναι κεῖται, ἢ καὶ ἀστειότερον, ὡς εἴπερ ἔφη ἐς Ἅιδου καταβῆναι διὰ τὸν ἐλπιζόμενον ὄλεθρον. ἄλλως γὰρ ἀναβῆναι ἦν ἐκεῖ κατὰ τὸ, παρὰ νηὸς ἀνήϊον, εἰς τὴν Κίρκην δηλαδή. ἔχει δέ τινα τὸ ῥηθὲν ὁμοιότητα καὶ πρὸς τὸ, ἐς Τρώων κατέδυ πόλιν εὐρυάγυιαν. (Vers. 435.) Μέσαυλον δὲ καὶ νῦν, ὡς καὶ ἐν Ἰλιάδι, κατοικία ἀγροτικὴ, τουτέστιν ἔπαυλις. (Vers. 437.) Τὸ δὲ θρασύτητα καὶ ἀτασθαλίαν τοῦ Ὀδυσσέως κατειπεῖν πάνυ ὄντως αὐτὸ θρασὺ καὶ ἀτάσθαλον καὶ λόγος ἀλογίστου θυμοῦ. διὸ καὶ Ὀδυσσεὺς ἐπεί ποτε λυπεῖ καὶ τοὺς ἄγαν σοφοὺς τὰ τῆς ψευδοῦς ὕβρεως καὶ μᾶλλον, ὅτ' ἂν ἐφ' οἷς δέον ἐπαινεῖσθαι οἱ δὲ προσεξυβρίζωνται, βουλεύεται σπασάμενος τανύηκες (Vers. 440.) ἄορ παχέος παρὰ μηροῦ, τῷ οἱ ἀποτμήξας ἢ κατά τινα τῶν ἀντιγράφων ἀποπλήξας κεφαλὴν οὖδασδε πελάσαι (Vers. 441.) καὶ πηῷ περ ἐόντι μάλα σχεδόν. ἤγουν συγγενεῖ ἐξ ἀγχιστείας ἐγγίζοντι. γαμβρὸς γὰρ ἦν τῷ Ὀδυσσεῖ ἐπὶ τῇ ἀδελφῇ Κτιμένῃ. ἐκώλυσαν δὲ τὸ κακὸν οἱ ἑταῖροι, οἳ μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος. (Vers. 439.) Τὸ δὲ παχέος παρὰ μηροῦ ἀντὶ τοῦ ἀπὸ μηροῦ, ὡς καὶ παρὰ νηὸς ἀνήϊον ἀντὶ τοῦ ἀπὸ νηός. (Vers. 448.) Ὅτι Θρασύδειλος καὶ ὁ Εὐρύλοχος, ὃς οὕτω πολὺς φανεὶς τὴν ὀργὴν εἶτα ὑποκύπτει τοῦ ἀτενοῦς ἤθους. φησὶ γὰρ ὅτι καὶ αὐτὸς εἵπετο δείσας τὴν τοῦ Ὀδυσσέως ἐπίπληξιν. Χρήσιμον δὲ εἰς τοιοῦτον φόβον τὸ, ἀλλ' ἕπετ', ἔδδεισε γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν. Ἔνθα ὅρα ὅτι ἐκτείνει τὴν παραλήγουσαν ἡ ἐνιπή. μετ' ὀλίγα δὲ καὶ τὸ ὀδύρεσθαι ἐκτείνει τὸ δίχρονον. (Vers. 457.) Ὅτι παραμυθητικὸν πρός τινας πολυπαθεῖς τὸ, μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε. οἶδα καὶ αὐτὸς ἠμὲν ὅσα ἐν πόντῳ πάθετ' ἄλγεα ἰχθυόεντι, ἠδ' ὅσ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντο ἐπὶ χέρσου. περὶ τῶν Ὀδυσσέως δὲ φίλων ταῦτα, ἐπιτεμόντος τοῦ ποιητοῦ τὰ κατ' αὐτοὺς κακὰ ἐν στίχοις δυσίν· εἰσὶ δὲ ἀνάρσιοι, οὓς οὐκ ἔστιν ἄρσεσθαι ὅ ἐστιν ἀρέσασθαι καὶ φιλιωθῆναι. (Vers. 459.) Θαλερὸς δὲ γόος καθ' ὁμοιότητα τοῦ θαλερὸν δάκρυ τὸ ἄπαυστον καὶ ἀεὶ νεάζον. Ἀριστοφάνης δέ, φασι, στυγερὸν γράφει. (Vers. 467.) Ὅτι οἱ περὶ Ὀδυσσέα τελεσφόρον εἰς ἐνιαυτὸν παρὰ τῇ Κίρκῃ ἐκάθηντο δαινύμενοι κρέατ' ἄσπετα καὶ (Vers. 468.) μέθυ ἡδὺ, πίνοντες δηλαδή. ὃ δὴ καὶ μετ' ὀλίγα ὡσαύτως κεῖται. τούτου δὲ τὸ ἐντελὲς πρὸ ὀλίγου ἐν τῷ, ἐσθίετε βρώμην καὶ πίετε οἶνον. (Vers. 467.) Πῶς δὲ τελεσφόρος ὁ ἐνιαυτὸς, ἐῤῥέθη ἀλλαχοῦ, ὅτι δηλαδὴ, συντόμως εἰπεῖν, πάντα εἰς τέλος αὐτὸς ἄγει ἐντελέστατον διὰ τῶν τεσσάρων ὡρῶν. (Vers. 469.) Ὅτι τρόπος ὑστερολογίας ἤτοι σχῆμα πρωθύστερον καὶ τὸ, ἀλλ' ὅτε δή ῥ' ἐνιαυτὸς ἔην περὶ δ' ἔτραπον ὧραι. περιτραπεῖσαι γὰρ ὧραι συντελοῦσιν ἐνιαυτόν. καὶ ἔστιν οἷον καὶ ὁρισμὸς ἐνιαυτοῦ τὸ, περὶ δ' ἔτραπον ὧραι. ἵνα ᾖ περιτροπὴ ὅ ἐστι κύκλος ὡρῶν ὁ ἐνιαυτός. δῆλον δὲ ὅτι πρῶτος ἐντεῦθεν ὁ ποιητὴς ἀφορμὴν ἐνδέδωκε, τροπικοὺς πόλους ὅ ἐστι κύκλους καλέσαι καὶ ὡρῶν τροπὰς εἰπεῖν. (Vers. 472.) Ὅτι προτρεπτικὸν εἰς ἐπάνοδον τὸ, δαιμόνιε ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
