Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.389.1
Not analysed yet
(Vers. 474.) τὸ δὲ ὑψόροφον οἶκον ἀλλαχοῦ ὑψηρεφὲς διὰ τοῦ η δῶμα λέγει, καὶ ὑψερεφὲς δὲ διὰ τῶν δύο εε. (Vers. 483.) Ὅτι προκλητικὸν εἰς φιλικὴν προπομπὴν τὸ, ὁ δεῖνα τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης ἤγουν ὑπέσχου, οἴκαδε πεμψέμεναι. θυμὸς δέ μοι ἔσσυται ἤδη ἠδ' ἄλλων ἑτάρων. (Vers. 489.) ὁ δὲ ἕτοιμος πέμπειν τοὺς τοιούτους ἐρεῖ ἂν τὸ τῆς Κίρκης πρὸς τὸν Ὀδυσσέα· μηκέτι νῦν ἀέκοντες ἐμῷ ἔνι μίμνετε οἴκῳ. (Vers. 490.) εἰ δὲ καὶ εἰς δεινόν τι πρόσωπον ἡ ὁδὸς, οἰκεῖον εἰπεῖν καὶ τὸ, ἀλλ' ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι εἰς Ἀΐδαο δόμους (Vers. 491.) καὶ ἐπαινῆς Περσεφονείης ἤγουν Φερσεφονείης. Ἔστι δὲ ἐπαινὴ Περσεφόνη, ἢ αἰανὴ, τουτέστιν ἐν σκότει διάγουσα, ἢ μᾶλλον αἰνὴ, ἡ δεινὴ, πλεοναζούσης καὶ νῦν προθέσεως ὡς καὶ ἐν ἄλλοις. Περσεφόνεια δὲ ἡ Περσεφόνη Ἰωνικῶς, ὁμοίως τῷ, Βερενίκη Βερενίκεια καὶ τοῖς τοιούτοις. πρωτότυπον δὲ τῆς ὕστερον Περσεφόνης ἡ ῥηθεῖσα Φερσεφόνη. λέγεται δὲ ἡ αὐτὴ καὶ Περσέφασσα καθ' ὁμοιότητα τινὰ τοῦ πρόφασσα. ἐκεῖνο μὲν ἐκ τοῦ φρῶ φράζω φράσω, τοῦτο δὲ ἐκ τοῦ φῶ φάζω φάσω τὸ φονεύω. δῆλον γὰρ ὅτι οὐ μόνον ἐκ τοῦ φέρω φέρσω ἡ Φερσεφόνη, ἀλλὰ καὶ μᾶλλον ἐκ τοῦ φθείρω φθέρσω Αἰολικοῦ καὶ αὐτοῦ ῥήματος. τοῦτο δὲ διὰ τὴν τῶν κατοιχομένων φθορὰν, ἧς μέρος καὶ τὰ ἐκ φόνου κακὰ, ἵνα πιθανῶς ἡ καταχθόνιος δαίμων ἐκ δύο ταυτοσήμων λέξεων εἴη συγκειμένη, τοῦ τε φθέρσω, καὶ τοῦ φένω φόνος, καθ' ὁμοιότητα τοῦ δάπεδον καὶ τῶν ἄλλων, ἃ καὶ ἐν τῇ Ἰλιάδι κεῖται. (Vers. 484.) Τὸ δὲ θυμός μοι ἠδ' ἄλλων ἑτάρων, καινῶς μὲν συντέτακται. θεραπεύεται δὲ ὡς ἀντίπτωσις, οἷον, θυμὸς ἐμοῦ καὶ τῶν ἄλλων, ἢ ἐμοὶ καὶ τοῖς ἄλλοις. (Vers. 489.) Ἰστέον δὲ ὅτι τὸ μηκέτι νῦν ἀέκοντες μίμνετε, λόγου ἤρτηται τοῦ παραινοῦντος ξεῖνον παρεόντα μὲν φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. (Vers. 491.) Ὅτι τὸν Ὀδυσσέα ἡ Κίρκη πρὸ τοῦ εἰς τὴν πατρίδα πλόου χρῆναι φησὶν εἰς Ἅιδην ἐλθεῖν. καὶ αὐτὴ μὲν ποιεῖ τοῦτο, ἵνα ἐκεῖ ἐκ τοῦ μάντεως Τειρεσίου μαθὼν ὅτι θάνατος δέ σοι ἐξ ἁλὸς ἔσται ἢ ὀκνήσῃ πρὸς τὸν ἀπόπλουν ἢ ἀποπλεύσας ἐκ τῆς Κίρκης μηδὲ τῇ Καλυψοῖ πεισθείη ὕστερον ἀθανασίαν ὑπισχνουμένῃ. αὐτὴ μὲν ἡ Κίρκη οὐ προλέγει φασὶ τὰ ἐσόμενα τῷ Ὀδυσσεῖ δυσχερῆ, ἵνα μὴ ἀπιστηθῇ ὡς δι' ἔρωτα τερατευομένη καὶ φοβερὸν πλαττομένη τὸν πλοῦν. καὶ τοιοῦτον μὲν τὸ τῆς Κίρκης. ὁ δὲ Ὁμηρικὸς νοῦς τοῦ τὸν Ὀδυσσέα εἰς Ἅιδου ἐλθεῖν μέθοδός ἐστι τῶν ἐφεξῆς δηλωθησομένων μύθων τε καὶ ἱστοριῶν καὶ λοιπῶν, ἐκ τῆς τοιαύτης πλάσεως. στέλλει δὲ κατὰ τὸν ποιητὴν τοὺς περὶ τὸν Ὀδυσσέα ἡ Κίρκη ἐς Ἅιδου ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο, μάντιος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι. τῷ καὶ τεθνειῶτι νόον (Vers. 494.) πόρε Περσεφόνεια οἴῳ πεπνύσθαι. τοὶ δὲ σκιαὶ ἀΐσσουσι. (Vers. 495.) τοῦτο δέ ποτε ἁρμόττει ἐπιλέγεσθαί τινι διαφέροντι τινῶν κατὰ νοῦν, ὃ καὶ δέεται τότε ἀκροατοῦ ἀπράγμονος. οὐ γὰρ ἁπλῶς οἰκεῖον τοῦτο ἐπὶ πάνυ συνετοῦ τινὸς λέγεσθαι, εἰ μὴ κατά τινα παρεκδοχὴν ἐννοίας. Ὅμηρος μὲν γὰρ τὸ οἱ δὲ ἐπὶ νεκρῶν φησὶν, ὁ δὲ ἄλλως εἰπὼν ἐν ἐπαίνῳ περί τινος ὡς οἶος πέπνυται, οἱ δὲ σκιαὶ ἀΐσσουσι, πάντως οὐ περὶ νεκρῶν ποιεῖται τὸν λόγον, ἀλλὰ ζῶντά τινα συγκρίνει πρὸς ζῶντας, λέγων ὡς οἱ ἄλλοι ζῶντες σκιαὶ ὥσπερ ἀΐσσουσι. Σκιὰς δὲ τὰς τῶν τεθνεώτων λέγει ψυχὰς, οἷα τοιάσδε τινὰς ἐπιφαινομένας ἐν ταῖς ψυχαγωγίαις. ὡς γὰρ ἡ σκιαγραφία ζωγραφίας ἀτελεστέρα, οὕτω καὶ ἡ τῶν τοιούτων ἐπιφάνεια τῆς ἐμφανείας τῶν ζώντων. Ἰστέον δὲ ὅτι ὁ παρῳδὸς Μάτρων κέντρωνος λόγῳ συμφορήσας ἐν μεταποιήσει καὶ ἐκ τῶν κατὰ Τειρεσίαν εἴς τινα Κλεόνικον σοφὸν ἄνδρα ἔγραψεν οὕτως· οἱ μὲν δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι, οἱ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν. ἔστι δέ τις Κλεόνικος ὃν ἀθάνατον λάχε γῆρας, οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων, ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Περσεφόνεια, διὰ τῶν αὐτοῦ δηλαδὴ βιβλίων καὶ τῶν ἐν αὐτοῖς λόγων. τοῦτο δὲ καὶ σκῶμμα ἔσται ποτὲ λάλου ἀνδρός. Ἰστέον δὲ ὅτι ἐν τῷ, οὔτε ποιητάων, ὃ ἀνωτέρω ἐγράφη, ὡς βραχεῖα ἐλήφθη ἡ ἄρχουσα, λόγῳ κοινῆς συλλαβῆς. οὕτω δὲ καὶ ἐν τῷ, Ἴστρος τοιαύτας παρθένους μνηστεύεται, ἡ δευτέρα χώρα βραχεῖαν ἔχει τὴν κατάρχουσαν λέξιν. (Vers. 492.) Χρησομένους δὲ λέγει τοὺς μαντευσομένους, ὅθεν καὶ ὁ χρησμὸς, καὶ τὸ χρηματίζεσθαι. χρήσασθαι γὰρ τὸ χειρὶ δέξασθαι ὑστερογενής ἐστι λέξις. Ὅτι δὲ Θηβαῖος ὁ Τειρεσίας, καὶ ὡς παρὰ τὸ εἴρειν ἐτυμολογεῖται, ἢ παρὰ τὰ τείρεα ὅ ἐστιν ἄστρα, καὶ ὡς τυφλὸς ἦν, λέγουσιν οἱ παλαιοί. φέρεται δὲ περὶ αὐτοῦ μυθικὸς λόγος, ὅτι δράκοντας ἐν Κιθαιρῶνι μιγνυμένους ἰδὼν καὶ τὴν θήλειαν