# Commentarii ad Homeri Odysseam 1.39.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.39.1

τῷ, φόρμιγξ δαιτὶ ἑταίρη καθ' Ὅμηρον. εἰς ὃ γράφει Ἀθήναιος, ὅτι ἀποδέδοται ἡ φόρμιγξ ταῖς συνουσίας, ἐπανορθώσεως χάριν καὶ ὠφελείας. ἰατρεύει γάρ φησιν ὕβριν καὶ ἀκοσμίαν ἡ μουσική. καὶ αὐθάδειαν παύει. περιαιρουμένη γὰρ τὴν στυγνότητα, ποιεῖ πρᾳότητα καὶ χαρὰν ἐλευθέριον. Τὸ δὲ κίθαρις, ἀπὸ τοῦ κιθάρα. ὡς ἀπὸ τοῦ χαρὰ χάρις. καὶ δαμάλη δάμαλις. καὶ ἄκρη ἄκρις. ὡς τὸ, ἄκριας ἠνεμοέσσας. ὧν ἐκ μὲν τοῦ ἄκρη, ἀκραία Ἥρα. ἐκ δὲ τοῦ ἄκρις, ἄκριος Ζεύς. (Vers. 160.) Ἰστέον δὲ, ὡς οἱ ἀλλότριον βίον ἔδοντες, ἀλλοτριοφαγεῖν τε λέγονται, καὶ δειπνομανεῖς εἶναι. χρῆσις δὲ τοιούτων λέξεων, παρὰ τῷ δειπνοσοφιστῇ. ἔνθα ἱστορεῖ ἐκεῖνος ὡς ὁ παρῳδὸς Τίμων Ὁμηρικὸν ἔπος τὸ οἰνοβαρὲς κυνὸς ὄμματ' ἔχων κραδίην δ' ἐλάφοιο, παραποιήσας, ἔγραψε περί τινος ἀλλοτριοφάγου ἴσως δὲ καὶ δυσμόρφου καὶ ἀτέγκτου τὸ ἦθος, οὕτω. δειπνομανὲς νεκροῦ ὄμματ' ἔχων κραδίην δ' ἀκύλιστον. Ἰστέον δὲ ὅτι Ἕρμιππος ὁ κωμικὸς εἰπὼν ὡς Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα Παφλαγόνες παρέχουσιν, ἐπάγει Ὁμηρικῶς τὸ, τὰ γὰρ ἀναθήματα δαιτός. ἤγουν ἱερά τινα κειμήλια. κεῖται γάρ φασι τὸ ἀνατιθέναι καθὰ καὶ τὸ ἀνακεῖσθαι, ἐπὶ τοιούτων. διὸ οἱ ἐπὶ κατακειμένων λέγοντες τὸ ἀνακεῖσθαι, διεσύροντο. ὡς δηλοῖ Δίφιλος ἐν τῷ, ἐγώ δ' ἕως μέν τινος, κατεκείμην, πρὸς ὃν δυσχεραίνων ὁ ἀκούων, ἔφη. ἀνάκεισο. ὡς εἴπερ εἶπεν, ἔσο ἄψυχος ἀνδριάς. πάλιν δέ τινος εἰπόντος, δειπνῶν ἀεὶ ἀνακείμενος παρ' αὐτὸν, ἐπιφέρει ὁ ἀκούσας. πότερον ἀνδριάντα εἱστία; Ἔτι ἰστέον καὶ ὅτι ὁ ἀλλοτριοφαγῶν κατὰ τοὺς μνηστῆρας, τεχνίτης εἶναι λέγοιτ' ἂν, τοῦ ἀσυμβόλως δειπνεῖν, ἤγουν δωρεάν. δίχα συμβολῆς, ἤτοι δαπάνης τῆς οἴκοθεν. ὅπερ ὁ Χαλκιδεὺς Κτησίβιος εἰπεῖν λέγεται πρὸς τὸν ἐρωτήσαντα τί περιγέγονεν αὐτῷ ἐκ φιλοσοφίας. ἀπεκρίνατο γὰρ ἐκεῖνος, τέχνην ἐκεῖθεν σχεῖν, τοῦ ἀσυμβόλως ὡς ἐῤῥέθη δειπνεῖν. εὔστοχος ὤν φασι καὶ χαρίεις περὶ τὸ γελοῖον. Χρῆσις δὲ ἀλλοτριοφαγίας μνηστῆρσι καὶ αὐτὴ πρέπουσα τοῖς καὶ ἐκ διαφόρων τόπων συγκεκροτημένοις καὶ κολάσεως δὲ ἀξίοις καὶ τὸ, μαστιγίαι κέντρωνες ἀλλοτριοφάγοι. ὃ δὴ ἐκ τῶν τοῦ Σοφοκλέους εἶναι λέγεται. (Vers. 155.) Ὅτι τὴν τοῦ σοφοῦ Φημίου κίθαριν, περικαλλέα φησί. καὶ ἀείδειν αὐτόν φησι παρὰ μνηστῆρσιν, ἀνάγκη. τουτέστι βίᾳ καὶ ἄκοντα. φιλόσοφος μὲν γὰρ ὁ Φήμιος καθὰ καὶ πᾶς ἀοιδός. ὑπερφίαλοι δὲ οἱ μνηστῆρες. καὶ οὐδὲν ἑκουσίως κοινὸν ἀμφοτέροις. Τὸν δὲ Φήμιον, ἡ παλαιὰ ἱστορία διδάσκαλον γενέσθαι λέγει τοῦ ποιητοῦ, ἄνδρα σοφὸν καὶ μούσαις κάτοχον. διὸ καὶ τὸν Ἰθακήσιον ἀοιδὸν ὁ ποιητὴς, οὕτω πλάττει καλεῖσθαι. ἐγκατατιθέμενος τῇ ποιήσει, τὸ τοῦ διδασκάλου ὄνομα οἷα κενηρίῳ λαμπρῷ εἰς κλέος ἀείμνηστον. φασὶ δὲ καὶ ὅτι τὴν τοῦ Ὁμήρου μητέρα Κρηθηῖδα ἐκεῖνος ὁ ἀληθὴς Φήμιος ἔπεισε συνοικήσειν αὐτῷ. ἐπιμαρτύρεται δὲ ὁ ποιητὴς τῷ Φημίῳ τούτῳ, οὐ μόνον σύνεσιν εἴπερ ἀνάγκῃ παρὰ τοῖς μνηστῆρσιν ἀείδει, ἀλλὰ καὶ σοφίαν ἐν οἷς πολλὰ λέγει αὐτὸν εἰδέναι βροτῶν θελκτήρια. ὅλως γὰρ ὁ ποιητὴς, σοφοὺς καὶ φιλοσόφους πλάττει τοὺς ἀοιδούς. καὶ αὐτοδιδάκτους εἶναι φησί. καὶ ὡς εἰπεῖν, θυμοσόφους. καὶ κατὰ Πίνδαρον, αὐτόθεν φυᾷ εἰδότας. καὶ θεοῖς φησὶ καὶ ἀνθρώποις ἀείδειν αὐτούς. καὶ τὸν θεὸν αὐτοῖς ἐν φρεσὶν, οἴμους παντοίας ἐμφύειν. οὐ μόνον δὲ τὸ τοῦ Φημίου ἐνταῦθα ὄνομα ἐξ ἀληθοῦς τινος Φημίου οἱ ἱστοροῦντες μετηνέχθαι φασὶν, ἀλλὰ καὶ τὸν ῥηθέντα Μέντην. ναὶ μέντοι καὶ τὴν τοῦ μετὰ ταῦτα ῥηθησομένου Μέντορος κλῆσιν. φασὶ γὰρ καὶ αὐτοὺς, ἑταίρους φίλους γενέσθαι τῷ ποιητῇ. τὸν μὲν, ναύκληρον ὄντα. τὸν Μέντην. πεπαιδευμένον ἄνδρα καὶ πολυΐστορα. ᾧ συμπλέων ὁ ποιητὴς, ἱστορίαν συνῆγε. τὸν δὲ Μέντορα, Ἰθακήσιον. παρ' ᾧ κατελείφθη καὶ ἐνοσοκομήθη ὁ ποιητὴς ὅτε πλέων ἐξ Ἰβηρίας μετὰ τοῦ Μέντου, δεινῶς ἐνόσησε τοὺς ὀφθαλμούς. καὶ διατοῦτο καὶ αὐτοὺς ἀπεσέμνυνεν ὁ ποιητὴς, τῷ εἰς αὐτοὺς μετασχηματισμῷ τῆς Ἀθηνᾶς. Ὅτι δὲ καὶ ὁ Θερσίτης καὶ ὁ Τυχίος καὶ ὁ Ἔχετος ἐπὶ Ὁμήρου γινόμενοι ἀνεχρονίσθησαν ὡς πάλαι ποτὲ γεγονότες, ἐν ταῖς παλαιαῖς ἱστορίας εὑρίσκεται. (Vers. 155.) Ὅτι τὸ, ἤτοι ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν, ἐλλιπῶς ἔχει ὡς καὶ τὸ, χέρνιβα ἐπέχευε νίψασθαι. λείπει γὰρ τὸ ὥστε ἢ τοιοῦτόν τι. ἵνα λέγῃ ὅτι ὕδωρ ἐπέχεεν ὥστε νίψασθαι, καὶ ἀνεβάλλετο ὥστε καλὸν ἀείδειν. Τὸ δὲ ἤτοι, ἰσοδυναμεῖ φασι τῷ μέν. διὸ καὶ ἐκ παραλλήλου κεῖνται ποτέ. ὡς ἐν τῷ, ἤτοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ. τίθεται δὲ ἀεὶ ἐν ἀρχῇ. ὡς καὶ ὁ ἀταρ καὶ ὁ αὐταρ καὶ ὁ ἠδὲ ἀντὶ τοῦ και. οἳ καὶ αὐτοὶ παραλληλίζονται ἐν τῷ, ἠδέκε καὶ ᾧ παιδὶ κλέος ἤρατο. Τὸ δὲ ἀνεβάλλετο, ἀντὶ τοῦ προανεκρούετο ὡς ἀσόμενος. ἤτοι προοιμιάζετο. ἀναβολὴ γὰρ, οὐ μόνον ἐπὶ ἀργίας τίθεται καὶ ἱματισμοῦ, ἀλλὰ καὶ ἐπὶ προοιμίου, καθὰ δηλοῖ καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
