# Commentarii ad Homeri Odysseam 1.390.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.390.1

ἀνελὼν μετέπεσεν εἰς γυναῖκα. εἶτα συγκατενεγκὼν μετὰ καιρὸν καὶ τὸν ἄῤῥενα τὴν οἰκείαν φύσιν ἀπέλαβε. τοῦτον Ζεὺς καὶ Ἥρα διαφερόμενοι κριτὴν εἵλοντο οἷα πεπειραμένον ἑκατέρας φύσεως, εἰ ἄρα μᾶλλον τὸ ἄῤῥεν ἢ τὸ θῆλυ ἐνεργοῦντα γέγηθεν. ὃ δ' ἐγνωμάτευσέ πως ἐμμέτρως ὡς εἴπερ ἐν δέκα μοιράων εἴη τὰ τῆς τερπωλῆς, τὰς ἐννέα ἐμπίπλησι γυνὴ τέρπουσα νόημα. ἐφ' ᾧ Ἥρα μὲν ὀργισθεῖσα ἐκτυφλοῖ αὐτὸν, Ζεὺς δὲ δωρεῖται τὴν μαντικὴν, ὡς ἔχειν οὕτω καὶ αὐτὸν ἀγαθόν τε κακόν τε, τὸ μὲν τὴν μαντοσύνην, τὸ δὲ καὶ ἀλαωτήν. Καλλίμαχος δὲ λέγει τὸν Τειρεσίαν ἰδόντα γυμνὴν λουομένην τὴν Ἄρτεμιν περί που τὴν Βοιωτίαν πηρωθῆναι. Σώστρατος δὲ ἐν Τειρεσίᾳ, ποίημα δέ ἐστιν ἐλεγειακὸν, φησὶ τὸν Τειρεσίαν θήλειαν τὴν ἀρχὴν γεννηθῆναι καὶ ἐκτραφῆναι ὑπὸ Χαρικλοῦς. καὶ ἑπτὰ ἐτῶν γενομένην ὀρειφοιτεῖν. ἐρασθῆναι δὲ αὐτῆς τὸν Ἀπόλλωνα. καὶ ἐπὶ μισθῷ συνουσίας διδάξαι τὴν μουσικήν. τὴν δὲ μετὰ τὸ μαθεῖν μηκέτι ἑαυτὴν ἐπιδιδόναι τῷ Ἀπόλλωνι κἀκεῖνον ἀνδρῶσαι αὐτὴν, ἵνα πειρῷτο Ἔρωτος. καὶ αὐτὴν ἀνδρωθεῖσαν κρῖναι Δία καὶ Ἥραν ὡς ἀνωτέρω ἐῤῥέθη. καὶ οὕτω πάλιν γυναικωθεῖσαν ἐρασθῆναι Κάλλωνος Ἀργείου ἀφ' οὗ σχεῖν παῖδα κατὰ χόλον Ἥρας τὰς ὄψεις διεστραμμένον. διὸ καὶ κληθῆναι Στράβωνα. μετὰ δὲ ταῦτα τοῦ ἐν Ἄργει ἀγάλματος τῆς Ἥρας καταγελῶσαν εἰς ἄνδρα μεταβληθῆναι ἀειδῆ, ὡς καὶ πίθωνα λέγεσθαι. ἐλεηθεῖσαν δὲ ὑπὸ Διὸς εἰς γυναῖκα μορφωθῆναι αὖθις ὡραίαν καὶ ἀπελθεῖν εἰς Τροιζῆνα, ὅπου ἐρασθῆναι αὐτῆς Γλύφιον ἐγχώριον ἄνδρα καὶ ἐπιθέσθαι αὐτῇ λουομένῃ. τὴν δὲ ἰσχύϊ περιγενομένην τοῦ μείρακος πνίξαι αὐτόν. Ποσειδῶνα δὲ οὗ παιδικὰ ἦν ὁ Γλύφιος ἐπιτρέψαι ταῖς μοίραις δικάσαι περὶ τούτου. καὶ αὐτὰς εἰς Τειρεσίαν αὐτὴν μεταβαλεῖν καὶ ἀφελέσθαι τὴν μαντικήν. ἣν αὖθις μαθεῖν ὑπὸ Χείρωνος καὶ δειπνῆσαι ἐν τοῖς Θέτιδος καὶ Πηλέως γάμοις. ἔνθα ἐρίσαι περὶ κάλλους τήν τε Ἀφροδίτην καὶ τὰς Χάριτας αἷς ὀνόματα, Πασιθέη, Καλὴ, καὶ Εὐφροσύνη. τὸν δὲ δικάσαντα κρῖναι καλὴν τὴν Καλὴν, ἣν καὶ γῆμαι τὸν Ἥφαιστον, ὅθεν τὴν μὲν Ἀφροδίτην χωλωθεῖσαν μεταβαλεῖν αὐτὸν εἰς γυναῖκα χερνῆτιν γραῖαν, τὴν δὲ Καλὴν χαῖτας αὐτῇ ἀγαθὰς νεῖμαι καὶ εἰς Κρήτην ἀπαγαγεῖν, ἔνθα ἐρασθῆναι αὐτῆς Ἄραχνον, καὶ μιγέντα αὐχεῖν τῇ Ἀφροδίτῃ μιγῆναι. ἐφ' ᾧ τὴν δαίμονα ὀργισθεῖσαν τὸν μὲν Ἄραχνον μεταβαλεῖν εἰς γαλῆν, Τειρεσίαν δὲ εἰς μῦν, ὅθεν καὶ ὀλίγα φησὶν ἐσθίει ὡς ἐκ γραὸς, καὶ μαντικός ἐστι διὰ τὸν Τειρεσίαν. ὅτι δὲ μαντικόν τι καὶ ὁ μῦς, δηλοῦσιν ὅ τε χειμὼν οὗ σημεῖον ἐν καιρῷ οἱ τῶν μυῶν τρισμοὶ, καὶ αἱ ἐκ τῶν οἰκιῶν φυγαὶ, ἃς διαδράσκουσιν, ὅτε κινδυνεύοιεν καταπεσεῖν. τούτου δὲ τὸ διγενὲς δηλοῖ σὺν ἄλλοις καὶ ὁ Λυκόφρων, παρ' ᾧ φέρεται τὸ, τὸν Τειρεσίαν ἀνδρῶν γυναικῶν εἰδέναι ξυνουσίας. ὁποῖόν τινα καὶ τὸν Καινέα γενέσθαι φασί. καὶ τοιαῦτα μὲν ταῦτα. ὁ δὲ ποιητὴς οὐ μόνον μαντικώτατον ἐνταῦθα τὸν Τειρεσίαν ἐμφαίνει ὡς τοιοῦτον ὄντα ὑπὲρ τὰς ἄλλας ψυχὰς, ἀλλὰ καὶ στερέμνιόν τι ἔχοντα, εἴπερ αὐτῷ μὲν φρένες ἔμπεδοι νοοῦντι (Vers. 495.) καὶ πεπνυμένῳ θειότερον. οἱ δὲ σκιαὶ ἀΐσσουσι. τουτέστιν οἱ περὶ τὸν Ἅιδην. ὃ καὶ σημείωσαι. μὴ προειπὼν γάρ τινας ὅμως ἐπήγαγε τὸ, τοὶ δὲ σκιαὶ ἀΐσσουσι. Σημείωσαι δὲ ὅτι περὶ Σειρήνων μὲν καὶ Σκύλλης καὶ Χαρίβδεως καὶ Ἡλίου βοῶν ἐρεῖ πρὸς Ὀδυσσέα ἡ Κίρκη ὡς γειτνιῶσα φασὶ, καθὸ Τυρσηνικὴ, τοῖς κατὰ τὸν Σικελικὸν πορθμὸν μέρεσι, περὶ ὧν οὐδὲν ὁ Τειρεσίας ἐρεῖ. περὶ δὲ τῶν λοιπῶν ἐπιτρέπει τῷ μάντει ὡς ἂν μὴ ἀπιστηθῇ, καθὰ καὶ προεγράφη, οἷα ὑπὲρ ἑαυτῆς τὰ τοιαῦτα εἰποῦσα. Σημείωσαι δὲ καὶ ὅτι ἡ πρὸς Ἅιδην κάθοδος τοῦ σοφοῦ Ὀδυσσέως αἰνίττεται ὡς οὐδὲ τὰ κάτω γῆς τὸν τοιοῦτον ἄνδρα διαπέφευγεν, ἀλλὰ τῇ κατὰ σκέψιν βαθύτητι γενόμενος ὑπὸ γῆν ἐντυγχάνοι καὶ τοῖς ἐκεῖ, τί τέ ἐστι ψυχὴ ἐμβαθύνων, καὶ τί ποτε δρᾷ ἢ πάσχει λυθεῖσα τοῦ σώματος, καὶ οἷα τὰ ὑπὸ γῆν, καὶ ἄλλα ὅσα τοιαῦτα διασκοπεῖσθαι εἰκός. τινὲς δὲ νεκυομαντίαν τεχνήσασθαι τὸν Ὀδυσσέα φασὶ Κίρκης ὑπαγορευσάσης πρὸς δυσμαῖς Ἡλίου γενόμενον ὡς ἐν τοῖς ἑξῆς φανεῖται, ἃς δὴ τόπον Ἅιδου ἡ ποίησις ὑπονοεῖ, καὶ τὴν τοιαύτην ψυχαγωγίαν καὶ πρὸς τοὺς κατοιχουμένους ὁμιλίαν, κάθοδον εἰς Ἅιδου φασίν. ἄλλως μέντοι ὁ ποιητὴς τὴν τοιαύτην εἰς Ἅιδου κάθοδον πλάττει πρὸς χορηγίαν γραφῆς πλείονα ὡς καὶ προδεδήλωται. Ἡ δὲ τοῦ πεπνύσθαι τὸν Τειρεσίαν πλάσις δοκεῖ γενέσθαι παρὰ τὸ, αὐτὸν μάλιστα ὑπὲρ τὰς ἄλλας ψυχὰς ἐν ταῖς νεκυομαντικαῖς ἀνακαλεῖσθαι ψυχαγωγίαις διὰ τὸ ἐν τοῖς ζῶσι μαντικὸν αὐτοῦ. Ὅτι λύπης πολλῆς παραστατικὸν τὸ, αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ. ὃ καὶ ἀλλαχοῦ κεῖται. κλαῖον δ' ἐν λεχέεσσι καθήμενος. οὐδέ τι θυμὸς ἤθελ' ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. (Vers. 499.) Παύσεως

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
