Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.391.1
Not analysed yet
δὲ καὶ ἀνέσεως ἔνδειξις τὸ, αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην. (Vers. 501.) Ὅτι Ὀδυσσεὺς μὲν μαθὼν δεῖν αὐτὸν εἰς Ἅιδου πλεύσειν πυνθάνεται· ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει; εἰς Ἄϊδος δ' οὔπω τις ἀφίκετο νηῒ μελαίνῃ. ἡ δὲ μή τί τοι φησὶν ἡγεμόνος γε ποθὴ μελέσθω, ἱστὸν δὲ στήσας ἀνά θ' ἱστία λευκὰ πετάσας (Vers. 507.) ἧσθαι, τουτέστι κάθησο. τὴν δὲ πνοιὴ Βορέαο φέρῃσιν, εἰς τοὺς περὶ τὸν Ἅιδην δηλαδὴ τόπους, εἰ καὶ μὴ ῥητῶς τοιοῦτον πρόσκειται. συνάγοιτο δ' ἂν ἐντεῦθεν σοφιστικῶς καὶ ἀστείως ναυτιλίας ψόγος. δεῖ γὰρ ἱστὸν στῆσαι καὶ ἀνέμοις ἑαυτόν τινα ἐπιτρέψαι, καὶ τοῦτό ἐστιν εἰς Ἅιδου στέλλεσθαι. (Vers. 501.) Τὸ δὲ ταύτην ὁδὸν, ἔλλειψιν ἔχει καὶ νῦν προθέσεως, ἵνα ᾖ, εἰς ταύτην ὁδὸν ἡγεμονεύσει. (Vers. 502.) Ἔχει δὲ καὶ τὸ, εἰς Ἄϊδος, ἔλλειψιν Ἀττικὴν τοῦ, δόμον ἢ τόπον ἢ τοιούτου τινὸς, ὥστε τρεῖς ἐλλείψεις τὸ ῥηθὲν ἴσχει χωρίον, ἤγουν τὰς δύο ταύτας, καὶ τὸ, πνοιὴ Βορέαο φέρῃσιν, εἰς Ἅιδην δηλαδή. Τὸ δὲ νηῒ μελαίνῃ, πρὸς ἀσφάλειαν κεῖται λόγου. εἰ γὰρ καί τινες εἰς Ἄϊδος ἀφίκοντο οἷον καὶ Ἡρακλῆς καὶ Θησεὺς καὶ Περίθους, ἀλλὰ νηῒ μελαίνῃ οὐδείς. ὁ γὰρ πορθμεὺς Χάρων καὶ τὸ κατ' αὐτὸν πλοιάριον μεθ' Ὅμηρον μεμύθευται. διὸ καὶ παρασημειοῦται τοῦτο ὁ ποιητὴς ὡς πάνυ τερατῶδες. Ἰστέον δὲ καὶ ὅτι Χάρων οὐ μόνον ὁ ῥηθεὶς δαιμονιώδης, ἀλλὰ καὶ λέοντος ἐπίθετον ἀπὸ τῆς κατ' αὐτόν φασι χαροπότητος. (Vers. 501.) Σημείωσαι δὲ ὅτι ἐν τῷ, ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει, δοκεῖ πάντῃ καὶ ἐκ περισσοῦ κεῖσθαι ὁ αἰτιολογικὸς σύνδεσμος. θεραπευθείη δ' ἂν λόγῳ ἐλλείψεως, ἵνα λέγῃ ὅτι ὦ Κίρκη ἀδύνατα φής. τίς γὰρ εἰς Ἅιδου ἡγεμονεύσει; καὶ ἔχει πολὺ τὸ σεμνὸν ἡ τοιαύτη ἔλλειψις διὰ τὴν προσωπικὴν ποιότητα. (Vers. 508.) Ὅτι οὐχ' ἁπλῶς πρὸς δύσιν τὰ τοῦ ποιητικοῦ Ἅιδου, ἀλλ' ὑπερέκεινα τοῦ Ὠκεανοῦ. φησὶ γοῦν ἡ ποιητικὴ Κίρκῃ· ἀλλ' ὁπότ' ἂν δὴ νηῒ δι' Ὠκεανοῖο περήσῃς, ἔνθ' ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης, μακραί τ' αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι· νῆα μὲν αὐτοῦ κέλσαι ἐπ' Ὠκεανῷ βαθυδίνῃ. ἤγουν ἐπὶ τῷ ἐκεῖσε πέρατι τοῦ Ὠκεανοῦ, ὡς ἐκεῖ δῆθεν περατουμένου. αὐτὸς δ' εἰς Ἀΐδεω ἰέναι δόμον (Vers. 512.) εὐρώεντα, ἤγουν σκοτεινὸν ἢ καὶ πλατύν. Καὶ ὅρα τὸ εἰς Ἀΐδεω δόμον ἐντελῶς φρασθὲν καὶ οὐκ ἐλλιπῶς κατὰ τὸ, εἰς Ἄϊδος δ' οὔπω τις ἀφίκετο. ἡ δὲ τοπογραφία τῶν ἐκεῖθεν τοῦ Ὠκεανοῦ ἤγουν τοῦ κατὰ Περσεφόνην ἄλσους καὶ τῶν ἐφεξῆς, ἃ δὴ μετ' ὀλίγα εἰρήσεται, οὐκ ἂν εἶχον ἱστορικῶς ῥηθῆναι, εἰ μὴ Μοῦσα μυθικῶς ὑπέκειτο λέγουσα καὶ Κίρκη, δαιμόνια πρόσωπα. διὸ οἱ τοιαῦτα προτιθέμενοι λαλεῖν ποιηταὶ εἰκότως καὶ τοιούτοις προσώποις χρῶνται πρὸς ἀφήγησιν. Πιθανῶς δὲ πέπλασται τὰ κατὰ τὸ ῥηθὲν ἄλσος καὶ προσφυῶς τοῖς περὶ τὸν Ἅιδην. (Vers. 509.) ἀκτή τε γὰρ ὁ τόπος καὶ οὐ λιπαρὰ γῆ, καὶ ἄκαρπα τὰ ἐκεῖ δένδρα. τοιαῦτα γὰρ (Vers. 510.) αἴγειροι καὶ ἰτέαι, δένδρα προσήκοντα τόποις νεκρῶν. οἷς καὶ τρίχας ἔκειρον, τὰ ἐν ζῴοις ἄψυχα. καὶ ζωμάτων ἀπήρχοντο, καὶ ἀνθέων, καὶ ἀκροδρύων, καὶ τοιούτων τινῶν ἀψύχων. κἂν εἴ που ζῷόν τι ἔδει ἐπισφάξαι, στεῖραν βοῦν καὶ ἕτερα ζῷα ἔντομα, οὐ μὴν ἔνορχα καὶ γόνιμα, ἐκείνοις ἔθυον. ἀλλὰ τὰ, ὡς εἰπεῖν, ἐν ζῴοις ἄζωα διὰ τὸ ἄγονον. οὕτω δὲ καὶ οἱ ἐφεξῆς ῥηθησόμενοι ποταμοὶ προσφυῶς τοῖς ἐν Ἅιδου πλάττονται, ὁ Ἀχέρων καὶ οἱ λοιποί. (Vers. 508.) Ἰστέον δὲ ὅτι οἰκείως ἐν τοῖς ἑξῆς καὶ ἀσφοδελὸς λειμὼν ἐν Ἅιδου πλάττεται διὰ τὸ τῶν ἀσφοδέλων ἄκαρπον ὡς κατὰ τόπον ῥηθήσεται. Ὅρα δὲ τὸ δι' Ὠκεανοῖο περήσῃς, οὐ γὰρ εἶπεν εἰς Ὠκεανὸν περάσεις, ἀλλὰ δι' Ὠκεανοῦ, ἵνα δηλοῖ ὡς ἐκ τῆς ἑσπερίας θαλάσσης εἰς Ὠκεανὸν πλεύσας καὶ διὰ τοῦ τοιούτου Ὠκεανοῦ ἤγουν διὰ τῆς ἔξω θαλάσσης περάσας εἰς τὴν ἐκεῖθεν ἀκτὴν ὄψει τὰ κατὰ τὸν Ἅιδην. (Vers. 509.) Λάχεια δὲ, ἡ ἐλαχίστη κατὰ τοὺς παλαιούς. ὥστε γράφοιτ' ἂν τῷ λόγω τούτῳ καὶ ἡ ἐλάχεια. εἰ δὲ καὶ κύριόν ἐστι τοπικὸν ὄνομα κατὰ τὴν προῤῥηθεῖσαν νῆσον τὴν πρὸ τῶν Κυκλώπων, εἰδείη ἂν ἡ Ὁμηρικὴ Μοῦσα καὶ Κίρκη. Ἄλσεα δὲ καὶ νῦν χωρία φασὶν ἱερὰ σύνδενδρα. (Vers. 510.) Τὸ δὲ μακραὶ αἴγειροι ταυτὸν ὡς εἰ καὶ μακεδναὶ εἴποι. ἔφη γοῦν πρὸ τούτων φύλλα μακεδνῆς αἰγείρου. Ἰτέαι δὲ, κοινῶς μὲν δένδρα γνώριμα. ἦν δὲ καὶ ἀσπίδων ὄνομα αἱ ἰτέαι ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη. Ὠλεσίκαρποι δὲ ἰτέαι ἢ ὅτι ἀποβάλλουσι φασὶ τὸ ἄνθος πρινὴ πεπανθῆναι ἢ διότι οἱ πιόντες τοῦ κατ' αὐτὰς ἄνθους ὄλλουσι τὸν καρπὸν ἤτοι ἄγονοι γίνονται, ὡς καὶ Θεόφραστος ἱστορεῖ. ἐκτείνει δὲ ἡ λέξις τὴν ἄρχουσαν ἀναγκαίως ὡς μέτρῳ χρήσιμον. ὁ γὰρ τρίβραχυς ποὺς ἀσυντελὴς τοῖς ἡρωΐζουσιν. οὕτω δὲ καὶ τὸ εὐρώεντα πρὸς εὐχρηστίαν μέτρου ἐκτείνει τὴν προπαραλήγουσαν ὁμοίως τῷ κητώεντα καὶ ὠτώεντα καὶ τοῖς