# Commentarii ad Homeri Odysseam 1.392.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.392.1

τοιούτοις. (Vers. 511.) Περὶ δὲ τοῦ κέλσαι νῆα, προγέγραπται ἱκανῶς. ἔστι δὲ καὶ νῦν τὸ κέλσαι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, ὡς τὸ ἰέναι ἀντὶ τοῦ ἴθι καὶ ἄλλα ἐφεξῆς ὅμοια πολλά. (Vers. 513.) Ὅτι τοπογραφικῶς περιηγούμενος ὁ ποιητὴς ἐν ὀλιγίστῳ καθὰ καὶ ἐχρῆν ὥσπερ τὸ τῆς Περσεφόνης ἄλσος οὕτω καὶ τὰ ἐφεξῆς καὶ ἐνδοτέρω τοῦ Ἅιδου, φησὶν· ἔνθα μὲν, τουτέστιν ἐν Ἅιδου, εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀποῤῥώξ. πέτρη τε. (Vers. 515.) ξύνεσίς τε δύο ποταμῶν ἐριδούπων. Λέγει δὲ ξύνεσιν κατὰ τοὺς παλαιοὺς συνάφεσιν καὶ εἰς ταυτὸ συμβολὴν ποταμῶν τῶν ῥηθέντων δηλαδὴ, ὡς δῆθεν τοῦ Ἀχέροντος κοινουμένου τὸ αὐτῶν ῥεῦμα ξυνιόντων ἐκεῖ κατὰ σύῤῥοιαν. οἱ δέ γε μεθ' Ὅμηρον ἐπὶ φρονήσεως τιθέασι τὴν ξύνεσιν, παρὰ τὸ ξυνιέναι καὶ αὐτοὶ νοοῦντες τὴν λέξιν, ὡς πολλῶν συνιόντων εἰς βουλήν. κατὰ τὸ, πολλῶν ἀγρομένων, τῷ πείσεαι ὅς κεν ἀρίστην βουλὴν βουλεύει. διὸ καὶ ξυμβουλὴ τὸ τοιοῦτον ἔργον, ὡς ἄν τις εἴποι συμβολή. ὃ ταυτὸν ἦν τῷ ξύνεσις. ὁμοιοπαράγωγος δὲ τῇ ξυνέσει ταύτῃ καὶ ἡ παρὰ τῷ Ἡροδότῳ ἔξεσις, ὅπερ ἀπόπεμψιν δηλοῖ γυναικὸς ἤτοι διαζύγιον. ἐντεῦθεν δὲ καὶ ἐξεσία ἡ ἐπὶ πρεσβείαν ἔκπεμψις. (Vers. 513.) Ἰστέον δὲ ὅτι τὸ, εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε, προδιεζευγμένον σχῆμα καλεῖται, ὅπερ ἐν ἄλλοις ἐῤῥέθη καὶ Ἀλκμανικὸν λέγεσθαι διὰ τὸ τὸν Ἀλκμᾶνα κατακόρως αὐτῷ χρᾶσθαι. οἷον· Κάστωρ ὠκέων πώλων ἐλατῆρε καὶ Πολυδεύκεις. γίνεται δὲ, ὅτ' ἂν τὸ μετὰ δύο λέξεις τεθησόμενον μεσολαβηθῇ μετὰ μίαν τεθέν. οἷον· ἐγὼ ἤλθομεν καὶ σύ, τὸ γὰρ ἤλθομεν μεσολαβεῖται δυσὶ λέξεσι ὧν ὕστερον τεθῆναι ὤφειλεν. ὡς καὶ ἐνταῦθα τὸ ῥέουσι μέσον κεῖται τοῦ Πυριφλεγέθων καὶ Κωκυτὸς, ὀφεῖλον κεῖσθαι μετ' αὐτούς. Πέπλασται δὲ ὡς καὶ τοῖς παλαιοῖς δοκεῖ ὁ Ἀχέρων παρὰ τὸ ἄχεα ῥέειν, ὡς καὶ ὁ Πυριφλεγέθων παρὰ τὸ πῦρ ᾧ οἱ θνήσκοντες ἐφλέγοντο, (Vers. 514.) καὶ ὁ Κωκυτὸς διὰ τὸν ἐπ' αὐτοῖς ἔνδακρυν θρῆνον. καὶ ἡ Στὺξ διὰ τὸ στυγητὰ εἶναι τὰ κάτω καὶ διὰ τὸ στυγνάζεσθαι δὲ τοὺς θνήσκοντας. ἡ μέντοι ἱστορία οἶδε ποταμὸν ἀληθῶς ὑπὲρ γῆς Ἀχέροντα καὶ Πυριφλεγέθοντα δὲ καὶ Κωκυτὸν, καὶ πηγήν τινα Στύγα, ἐξ ὧν τὰ ἐν Ἅιδου πλάττονται. οἱ γοῦν ἱστοροῦντες ἔθνος Εὐρωπαῖον τοὺς Κιμμερίους ἐπέκεινα Ἰταλίας οἰκοῦν ὑπὸ γῆν ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται φασὶ καὶ πηγὴν ἐν τοιούτοις τόποις Στύγα εἶναι νομιζομένην, καὶ Πυριφλεγέθοντα, καὶ Ἀχέροντα, ὡς καὶ αὐτίκα μετὰ βραχὺ εἰρήσεται. Λυκόφρων δὲ τὸν Πυριφλεγέθοντα ὥσπερ καὶ τὸν Κωκυτὸν Ἰταλικοὺς ἱστορεῖ ποταμοὺς, ἐκκύπτοντας τοῦ πολυδέγμονος, ὄρους τούτου ὑψηλοτάτου ἐν τοῖς ἐκεῖ. εἰ καὶ ὁ μῦθος παρεκνεύει μετοχετεύων εἰς τὸν Ἅιδην αὐτοὺς διὰ τὸ κατὰ τὰς κλήσεις οἰκεῖα δοκεῖν εἶναι τὰ τοιαῦτα τοῖς Ἅιδου τόποις. ἡ δὲ γεωγραφικὴ περὶ Στυγὸς καὶ Πυριφλεγέθοντος καὶ Ἀχέροντος ἱστορία τοιαύτη. πλησίον τῆς Σικελικῆς Κύμης Ἀχερουσία λίμνη, ἀνάχυσίς τις τεναγώδης θαλάσσης· περὶ δὲ τὸν ἐν Βαΐαις κόλπον κόλπος τις ἕτερος ποιῶν χερόννησον ἔχουσαν ἰσθμὸν ὀλιγοστάδιον, ὁ Ἄορνος, ἀγχιβαθής φησι καὶ ἀρτίστομος, περικυκλούμενος ὀφρύσιν ὀρθαῖς, συνηρεφὴς ἀγρίᾳ ὕλῃ μεγαλοδένδρῳ καὶ ἀβάτῳ. ἐν ᾧ μῦθος τοὺς ὄρνις ὑπερπετεῖς γενομένους καταπίπτειν εἰς τὸ ὕδωρ, φθειρομένους ὑπὸ τῶν ἀναφερομένων ἀέρων ὡς ἐν τοῖς Πλουτωνίοις. διὸ καὶ τοῦτο χωρίον Πλουτώνειόν τι ὑπελάμβανον, καὶ τοὺς Κιμμερίους ἐνταῦθα ἔλεγον. καὶ εἰσέπλεον τινὲς προθυσόμενοι καὶ ἱλασόμενοι τοὺς καταχθονίους, ἱερέων ὑφηγουμένων τὰ τοιάδε. καὶ ὕδατος δὲ αὐτόθι πηγὴ ποταμίου ἐπὶ τῇ θαλάσσῃ, οὗ ἀπείχοντο πάντες, τὸ τῆς Στυγὸς ὕδωρ αὐτὸ νομίσαντες. καὶ Πυριφλεγέθοντα δὲ ἐκ τῶν θερμῶν ὑδάτων ἐτεκμαίροντο τῶν πλησίον, ὥσπερ ἴσως καὶ ἐκ τῆς ῥηθείσης Ἀχερουσίας Ἀχέροντα. ἐν τούτῳ φησὶ τῷ Ἀόρνῳ κόλπῳ τὰ περὶ τὴν νεκύαν τὴν Ὁμηρικήν. καὶ νεκυομαντεῖον δὲ ἐνταῦθα ἱστοροῦσι γενέσθαι. καὶ Ὀδυσσέα εἰς τοῦτο ἀφικέσθαι. καὶ τοῦτο μὲν πλατύτερον. ἐκεῖνο δὲ συντομώτατον, ὡς ἐν Κύμῃ καὶ Δικαιαρχείᾳ Πυριφλεγέθων καὶ λίμνη Ἀχερουσία, καὶ νεκυομαντεῖον τὸ ἐν τῷ Ἀόρνῳ. ὁ δὲ ταῦτα γράψας γεωγράφος λέγει καὶ ὅτι ποταμὸς Ἀχέρων καὶ περὶ Θεσπρωτίαν ἐν τῇ χειμερίῳ ἄκρᾳ, ἐκβάλλων εἰς τὸν γλυκὺν λιμένα. ἔνθα δηλαδὴ ἡ χειμέριος ἄκρα κατὰ τὰ ἑῷα τῆς Κερκύρας, ῥέων ἐκ λίμνης Ἀχερουσίας, καὶ ὅτι ἐμβάλλει καὶ εἰς τὸν Ἀλφειὸν Ἀχέρων ποταμός. ἔνθα καὶ ὁ Ἅιδης ἐκτετιμῆσθαι λέγεται ἱκανῶς, ὡς καὶ ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. ὡς εἶναι καὶ ἐκεῖσε ποταμὸν τοιούτου Ἅιδου, τὸν αὐτόθι Ἀχέροντα. καὶ περὶ Φενεὸν δὲ τὸ τῆς Στυγὸς ὕδωρ ἱστορεῖ ὁ αὐτὸς, ἱερὸν νομιζόμενον. Ἡρόδοτος δὲ, περὶ Νώνακριν. ὃς καὶ αὐτὸς λέγει ὡς Ἀχέρων ποταμὸς ἐν Θεσπρωτίᾳ, ἔνθα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
