# Commentarii ad Homeri Odysseam 1.393.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.393.1

καὶ νεκυομαντεῖον, ὡς εἶναι στοχάσασθαί τινα πιθανῶς ἐκ τῶν τοιούτων πλασθῆναι καὶ τὰ ἐν Ἅιδου τῷ ποιητῇ. γέγραπται δὲ περὶ Στυγὸς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. Ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ ταῦτα· Ἄορνος, λιμὴν περὶ Τυρσηνίαν. καὶ ἐν Κύμῃ δέ φησι τῇ Χαλκιδικῇ Ἄορνος λίμνη. περὶ ἣν πεφυκότων πολλῶν δένδρων μηδὲν τῶν ἀποπιπτόντων φύλλων ἐμπίπτειν εἰς αὐτήν. εἶναι δὲ καὶ νεκυομαντεῖον ἐκεῖ, ταυτὸν δὲ εἰπεῖν ψυχοπόμπιον, κατὰ τὸν γράψαντα ὅτι ἔστι καὶ ἐν Μολοττοῖς ψυχοπόμπιον. ὅθεν θεοὶ Μολοττικοὶ οἱ ἐν τούτῳ. (Vers. 515.) Τὸ δὲ ἀποῤῥὼξ, κεῖται καὶ πρὸ τούτων ἐν τοῖς τοῦ Κύκλωπος. Ἡ δὲ πέτρα πλάττεται πρὸς πιθανότητα τοῦ ἐκεῖθεν τὴν Στύγα κατείβεσθαι, ὡς τὸ, καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ. ἴσως δὲ εἴη ἂν αὕτη ἡ ἐν τοῖς μετὰ ταῦτα λεχθησομένη Λευκὰς πέτρα. Ὅτι δὲ τὸ καθ' ἱστορίαν Στυγὸς ὕδωρ προσφυῶς παρελαλήθη ᾠκειῶσθαι τῷ Ἅιδῃ ὡς λιβάδιον ὀλεθρίου ὕδατος, ὁ γεωγράφος ἱστόρησε καὶ αὐτό. εἰσὶ δὲ, ὡς εἰκὸς, καὶ ἄλλα τοιαῦτα ὕδατα. ὁποῖον καὶ τὸ τῆς Τιλφώσσης κρήνης Βοιωτίας, ἧς πιὼν Τειρεσίας καὶ διὰ γῆρας οὐχ' ὑπομείνας τὴν ψυχρότητα τέθνηκεν, ὡς λέγεται ἱστορεῖν Ἀριστοφάνης. Πίνδαρος μέντοι μεμνημένος αὐτῆς καλλιλογεῖ τὰ κατ' αὐτὴν οὕτω. μελιγαθὲς ἀμβρόσιον ὕδωρ Τιλφώσσας ἀπὸ καλλικρήνου. μνηστέον δ' ἐνταῦθα καὶ Ὁμηρικοῦ ὕδατος τοῦ ἐν Ἰλιάδι ἐοικότος ἐν θέρους καιρῷ χιόνι ἢ χαλάζῃ ἢ ἐξ ὕδατος κρυστάλλῳ, καὶ οὐκ ἤδη οὐδ' αὐτοῦ προσήκοντος τοῖς ἐν Ἅιδου κατὰ τὴν ὀλοθρεύουσαν Στύγα τοὺς πίνοντας καὶ οὕτω προϊάπτουσαν αὐτοὺς Ἄϊδι, λοίσθιον ἐκεῖθεν σκύφον σπάσαντας. (Vers. 517.) Ὅτι περὶ τοὺς προσεχῶς ῥηθέντας τόπους ἡ Κίρκη κελεύει τῷ Ὀδυσσεῖ βόθρον ὀρύξαι ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, ἤγουν εἰς πλάτος καὶ εἰς μῆκος, ὡς γενέσθαι αὐτὸν ἢ τετράγωνον ἰσόπλευρον κατὰ τὰς ἔνθα καὶ ἔνθα παραλλήλους πλευρὰς, ἢ στρογγύλον κατὰ τὸ, ἔνθα καὶ ἔνθα, ἤτοι πάντοθεν καὶ κύκλῳ πυγούσιον. ἀμφ' αὐτῷ δὲ χοήν φησι πᾶσι νεκύεσσι, πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέϊ οἴνῳ, (Vers. 520.) τὸ τρίτον αὖθ' ὕδατι ὡς εἶναι καὶ τοῦτο οἷον τριττύαν τινὰ ἢ τριττὺν, κατὰ τὴν τῶν θυομένων ζῴων. ἐπὶ (Vers. 517.) δ' ἄλφιτα λευκὰ παλύνειν, ὑποσχέσθαι τε τὰ ἐφεξῆς. Ἔστι δὲ πυγούσιος ὁ πηχυαῖος, μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς, ὁ πυγονιαῖος. καὶ κεῖται ἡ λέξις αὕτη παρὰ τῷ δειπνοσοφιστῇ, ἔνθα λέγει ὅτι ὄλμος καὶ ποτήριον, κερατίου τρόπον εἰργασμένον, ὕψος ὡς πυγονιαῖον. Καὶ σημείωσαι ὅτι ὄλμος οὐ μόνον σκεύους εἶδος τὸ σύνηθες οὗ χρῆσις καὶ ἐν Ἰλιάδι, ἀλλὰ καί τι ποτήριον. ἔστι δὲ πυγὼν τὸ ἀπὸ ἀγκῶνος μέχρι δακτύλων κεκαμμένων ὅ ἐστι συνεπτυγμένων διάστημα, ὅθεν καὶ οἱ ἐν Ἰλιάδι Πυγμαῖοι. αἰνίττεται δέ φασι διὰ τούτου ὁ λόγος τὸ μὴ ἀνεῖσθαι τοὺς τετελευτηκότας μήδ' ἐπ' ἐξουσίας εἶναι, ἀλλὰ μεμετρῆσθαι κατὰ τὸν σύμμετρον βόθρον, καὶ ὥσπερ ἔχεσθαι καὶ ἐγκεκλεῖσθαι καθὰ καὶ οἱ δάκτυλοι. (Vers. 518.) Τὸ δὲ χοὴν χέεσθαι, τρόπος ἐστὶν ἐτυμολογίας. οἰκεῖον δὲ νεκροῖς ἡ χοὴ, οὐ μὴν ἡ σπονδὴ ἢ ἡ λοιβή. (Vers. 519.) Μελίκρατον δὲ οἱ παλαιοὶ μίγμα φασὶ μέλιτος καὶ γάλατος ἐνταῦθα. οἱ μέντοι μεθ' Ὅμηρον μέχρι καὶ ἐσάρτι κράμα μέλιτος καὶ ὕδατος τὸ μελίκρατον οἴδασι. Νηφάλιον δὲ πόμα καθὰ τὸ ἐξ ὕδατος, οὕτω καὶ τὸ ἐκ μέλιτος, ψυχαῖς πρέπον, καὶ ὅλως τοῖς ἐν Ἅιδου. διὸ καὶ ἄνω ἡλίῳ θύοντες Ἕλληνες κατὰ τὴν Φυλάρχου ἱστορίαν, ἣν παραδίδωσιν ὁ δειπνοσοφιστὴς, μέλιτος ἔσπενδον, οἶνον οὐ προσφέροντες τοῖς βωμοῖς, δεῖν λέγοντες τὸν πάντα περιπολοῦντα καὶ συνέχοντα ἀλλότριον εἶναι μέθης. οὕτω δήπουθεν πρέπειν καὶ τῷ κλυτοπόλῳ Ἀΐδῃ, οὗ δηλαδὴ κλυτὴ ἡ πανταχοῦ γῆς ἐπιπόλησις. (Vers. 520.) Τὸ δὲ τῶν ἀλφίτων πάσμα νῦν μὲν ἐξαργεῖ πάντοθεν. τοῖς δὲ παλαιοῖς πάνυ σύνηθες ἦν εἰς ῥόφημα. Ἐνταῦθα δὲ ἡ ῥηθεῖσα χοὴ νεκρικός τις ἂν ῥηθείη κυκεών. (Vers. 521.) Ὅτι τὸ, πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, οἰκεῖον ῥηθῆναι ὅτε μεσίται τισὶν εἶεν χαῦνοι καὶ ἀνωφελεῖς. Ἀμενηνὰ δὲ τὰ τοιαῦτα, ἐπειδὴ καὶ αἱ σκιαὶ ἀΐσσειν οἱ τοιοῦτοι ἐῤῥέθησαν. προϊὼν δὲ αὐτὸς ὁ ποιητὴς ἑρμηνεύσει πῶς ἀμενηνοὶ οἱ νεκροὶ, ἐν οἷς ἐρεῖ ὡς οὐκέτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν. (Vers. 522.) Ὅτι οὐ θεοὺς μόνους τὰ δῶρα πείθει κατὰ τὴν παροιμίαν, ἀλλ' ἤδη κατὰ τὴν ποίησιν καὶ νεκροὺς, εἴγε παραγγέλλεται πρὸς τῆς Κίρκης Ὀδυσσεὺς ἐλθὼν εἰς Ἰθάκην, στεῖραν βοῦν ἥτις ἀρίστη ῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλῶν. Τειρεσίῃ δ' ἀπάνευθεν ὄϊν ἱερευσέμεν οἴῳ παμμέλανα, ὃς μήλοισι μεταπρέπει. (Vers. 524.) Ἔστι δὲ τὸ Τειρεσίῃ ἀπάνευθεν ὄϊν ἱερεῦσαι μόνῳ, οἰκεῖον ῥηθῆναι ὅτε τις κατ' ἐξαίρετον τῶν ἄλλων δωροδοκεῖ τινὰ οὐκ εὐόφθαλμον ἄνδρα ὁποῖός τις καὶ ὁ Τειρεσίας ἦν. Στεῖρα δὲ βοῦς θύεται τοῖς κάτω

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
