# Commentarii ad Homeri Odysseam 1.394.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.394.1

οἰκείως διὰ τὸ ἄγονον, ὡς καὶ προεῤῥέθη. (Vers. 525.) οὕτω δὲ καὶ ὄϊς οὐχ' ἁπλῶς μέλας ἀλλὰ καὶ πάνυ μέλας. διὰ τὸ σκοτεινὸν τῶν ἐν Ἅιδου. Τὸ δὲ ὃς μήλοισι μεταπρέπει, οὐ πόῤῥω ἐστὶ τοῦ, τέλειος, κατὰ τὸ, αἰγῶν τε τελείων. (Vers. 521.) Τὸ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, ὑποκαταβὰς οὕτω παραφράζει. αὐτὰρ ἐπῆν εὐχῇσι λίσση κλυτὰ ἔθνεα νεκρῶν. (Vers. 523.) Τὸ δὲ ῥέξειν, κυριολεκτεῖσθαι δοκεῖ καὶ ἐπὶ νεκρῶν, καθὰ καὶ τὸ χοὴν χέεσθαι. διὸ φησίν· ἔνθα ὄϊν ἀρνειὸν ῥέζειν, θῆλύν τε μέλαιναν. οὕτω δὲ καὶ τὸ ἱερεύειν. οἷον· ὄϊν ἱερευσέμεν παμμέλανα. Καὶ ὅρα ὡς ἄῤῥην μὲν παμμέλας ὄϊς τῷ Τειρεσίᾳ, θῆλυς δὲ μέλαινα τοῖς λοιποῖς ἱερεύσεται, στεῖρα ἴσως καὶ αὐτὴ κατὰ τὴν ἀνωτέρω ῥηθεῖσαν βοῦν. Ἐν δὲ τῷ, πυρὴν ἐμπλησέμεν ἐσθλῶν, ἐσθλὰ λέγειν δοκεῖ, μέλι, ἄνθη, χλαίνας, ὅπλα, καὶ τοιαῦτά τινα ἐνιέμενα κατ' ἔθος ταῖς νεκρικαῖς πυραῖς. (Vers. 527.) Ἐν δὲ τῷ ὄϊν ἀρνειὸν, γενικὸν μέντοι ὁ ὄϊς, εἰδικὸν δὲ ὁ ἀρνειός. ὁμοίως τῷ βοῦς ταῦρος, καὶ, σῦς κάπριος. (Vers. 528.) ὥσπερ δὲ ὑπὲρ γῆς ἀνερύονται μὲν ζῷα, ὅτε τοῖς ἄνω θύονται, κάτω δὲ κλίνονται τὴν κεφαλὴν ὅτε ῥέζονται τοῖς κάτω, οὕτω καὶ τὸν ῥηθέντα ἀρνειὸν ὄϊν καὶ τὴν μέλαιναν θῆλυν ῥέξει Ὀδυσσεὺς εἰς Ἔρεβος στρέψας διὰ τὸ ἐν δυσμαῖς Ἡλίου ταῦτα τελεῖσθαι. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι τὸ, ἔνθα ῥέζειν εἰς Ἔρεβος στρέψας, αὐτὸς δ' ἀπὸ νόσφι τραπέσθαι, οἰκεῖον εἰπεῖν ὅτε ζημιωθείς τις πρός τινος εἶτα παραινεῖται μακρὰν γενέσθαι τοῦ ἀδικήσαντος, ἵνα μὴ κακῷ κακὸν προσλάβηται. (Vers. 527.) Τὸν δὲ ἀρνειὸν ὄϊν καὶ τὴν θήλην ὑποκαταβὰς μῆλα συνήθως ὀνομάζει. (Vers. 535.) Ὅτι ὁ παραθεὶς μὲν ἀγαθὰ εἰς ἀπόλαυσιν, κωλύων δὲ μετασχεῖν αὐτῶν πρός τινος ἑτέρου, ῥηθείη ἂν ἐοικέναι τῷ ποιητικῷ Ὀδυσσεῖ, ὃς ἐπεὶ ἔρεξε μῆλα καὶ πολλαὶ ψυχαὶ ἦλθον νεκύων εἶτα ξίφος ὀξὺ ἐρυσάμενος παρὰ μηροῦ ἐκάθητο μὴ ἐῶν αὐτὰς αἵματος ἐγγὺς ἐλθεῖν πρὸ τοῦ Τειρεσίου. Νεκυομαντικῆς δέ φασι γοητείας καὶ ταῦτα, δοκεῖ γὰρ τῆς τοιαύτης τερατείας ἡ ἐπαοιδὴ μόνη ἐλλείπειν παρὰ τῷ ποιητῇ, τὰ δὲ τῆς λοιπῆς τερθρείας ἐκτεθεῖσθαι ἀνελλιπῶς. (Vers. 542.) Ὅτι καὶ ἐνταῦθα ἐπὶ τῆς Κίρκης, καθὰ καὶ ἐν τῇ ε ῥαψῳδίᾳ ἐπὶ Καλυψοῦς, κόσμον φράζει γυναικὸς ἐν τῷ, ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, λεπτὸν καὶ χαρίεν καὶ ἑξῆς. διὰ τὸ λογῶν συνήθως κατὰ τὸ πάντῃ ἀπαράλλακτον. (Vers. 545.) δῆλον δὲ ὅτι τὸ χαρίεν οὐδέτερον παροξύνεται ἀναλόγως, καθὰ καὶ ἐν Ἰλιάδι δηλοῦται, καὶ ὅτι ἐκ τοῦ χάρις χάριτος οὐ μόνον χαρίεις καὶ χαρίεν, ἀλλὰ καὶ ὁ χαρίσιος. ὅθεν καὶ χαρίσιοι πλακοῦντες τινές. (Vers. 548.) Ὅτι διέγερσις ῥαθυμούντων τὸ, μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον, ἀλλ' ἴομεν. (Vers. 549.) Ὅτι δὲ τὸ ἀωτεῖν ὕπνον καὶ ὡς τὸ ἴομεν λόγῳ κοινοῦ ἐνεστῶτος συστέλλει τὴν παραλήγουσαν, ἐῤῥέθη ἀλλαχοῦ. (Vers. 551.) Ὅτι οὐδὲ μὲν οὐδὲ ἔνθεν περ ἤγουν ἐκ Κίρκης ἀπήμονας ἦγεν ἑταίρους ὁ Ὀδυσσεύς. Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τε λίαν ἄλκιμος ἐν πολέμῳ, οὔτε φρεσὶν ᾗσιν ἀρηρώς. ὃς ἄνευθ' ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης (Vers. 555.) ψύχεος ἱμείρων τουτέστιν ἀναψύξαι θέλων καὶ αὔρας ἐπιθυμῶν διὰ τὸ ἐκ τῆς μέθης τυχὸν πνῖγος κατελέξατο οἰνοβαρείων. ὃ καὶ ἀλλαχοῦ ἐγράφη. κινυμένων δ' ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας ἐξαπίνης ἀνόρουσε καὶ ἐκλελάθετο φρεσὶν ἄψοῤῥον καταβῆναι. ἤγουν ἰὼν ἐς κλίμακα μακρήν, ἀλλὰ καταντικρὺ τέγεος πέσεν, ἐκ δέ οἱ αὐχὴν ἀστραγάλων ἐάγη. ψυχή δ' Ἄϊδόσδε κατῆλθεν. ὃ καὶ δώσει ἐν τοῖς ἑξῆς λαβὰς ἀστείου λόγου τῷ ποιητῇ. (Vers. 559.) Πίπτει δὲ κατ' ἀντικρὺ τέγεος ὁ Ἐλπήνωρ, ἐν ὑπαίθρῳ ἄνω κείμενος, διὰ τὸ τὰ δώματα μὴ κεραμωτὰ εἶναι, ἀλλ' ὁποῖα καὶ νῦν ὡς εἰκὸς μυριαχοῦ ὧν ταῖς δοκοῖς γῆ ἐπαμᾶται, ὡς ἐντεῦθεν τὴν στέγην χρήσιμον εἶναι καὶ πρὸς τὸ ἐγκοιμᾶσθαι, καὶ εὐχερὲς εἶναι καταπίπτειν ἐκεῖθεν τοὺς μὴ νήφοντας. (Vers. 556.) Τὸ δὲ κινυμένων ποιητικὸν ἐκτεῖνον καὶ τὴν ἄρχουσαν ὡς καὶ ἐν Ἰλιάδι. (Vers. 560.) Τὸ δὲ ἀστραγάλων ἐάγη ὅ ἐστι σπονδύλων, ἀρχὴ τοῖς μεθ' Ὅμηρον τοῦ εἰπεῖν ὡς ὁ δεῖνα κατεάγη τῆς κεφαλῆς. τὸ μέντοι κοινότερον ἐάγη ἀστραγάλους ἢ κεφαλήν. Ὅτι δὲ οὐκ ἐκ τοιούτων ἀστραγάλων ἀλλ' ἑτεροίων καὶ ποίων ἐκείνων τὸ ἀστραγαλίζειν εἴρηται, ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται. οὕτω δὲ καὶ περὶ κλιμάκων, ὅτι καὶ πολεμικαί εἰσιν. ὧν ἐτυμολογία ἐκ τοῦ κλῶ κλίνω. οὐδεμιᾶς γὰρ κλίμακος ὄφελος, εἰ μὴ κλίνεται ἀλλὰ πάντῃ ὄρθιος ἵσταται. ὡς δὲ καὶ θεωρικὴ κλίμαξ ἐστὶν, εἰς τὴν Ἰλιάδα ζητητέον. Ὅτι δὲ καὶ κολαστήριος ἦν κλίμαξ καθὰ καὶ τροχὸς ἀναλεκτέον ἐκ τῶν παλαιῶν. οἱ δὲ ῥήτορες παράγωγον ἐξ αὐτῆς ἔχουσι σχῆμα τὸ κλιμακωτόν. ἔστι δ' αὐτῆς ὑποκοριστικὸν τὸ κλιμάκιον. ἐξ οὗ καὶ ἀστέϊσμά τι ἐῤῥέθη τὸ ἐν τοῖς μετὰ ταῦτά που ῥηθησόμενον. ἐκεῖθεν δὲ καὶ αἱ παρὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
