# Commentarii ad Homeri Odysseam 1.395.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.395.1

τῷ δειπνοσοφιστῇ κλιμακίδες, γυναῖκες ἐκεῖναι κολακίδες λεγόμεναι οὕτως, ἐπεὶ ἀρεσκευόμεναί φασι ταῖς μεταπεμψαμέναις αὐτὰς ἐνδόξοις γυναιξὶ, κλίμακα ἐξ ἑαυτῶν ἐποίουν οὕτως, ὥστε ἐπὶ νώτοις αὐτῶν ἀνάβασιν γίνεσθαι καὶ κατάβασιν ταῖς ἐπὶ τῶν ἁμαξῶν ὀχουμέναις. τοιοῦτον δέ τι καὶ ἡ νῦν γενεὰ ποιεῖ, ὅτε ὁ κελητίζων οὐ δύναται ῥᾷον ἀναβῆναι εἰς τὴν ἐφεστρίδα. κατακύψαντος γάρ τινος ἡ ῥάχις αὐτοῦ εἰς ἀναβολέα σχεδιάζεται τῷ κέλητι. Ὅτι δὲ ἡ κλίμαξ καὶ σύμβολον ὑποβάλλει τύχης ἀστατούσης διὰ τὸ τοὺς μὲν ἀνάγειν ὑψοῦ κατ' εὐπραγίαν, τοὺς δὲ ἀνάπαλιν ταπεινοῦν, ἐδήλωσεν ὁ σοφὸς Πιττακὸς, ὃς ἐν Μιτυλήνῃ ἀνετίθει ἐν τοῖς ἱεροῖς κλίμακας, αἰνιττόμενός φασι τὴν ἐκ τύχης ἄνω καὶ κάτω μετάπτωσιν, ὡς τῶν μὲν εὐτυχούντων ἀνιόντων, καταβαινόντων δὲ τῶν ἄλλως πασχόντων. (Vers. 552.) Σημείωσαι δὲ ὅτι, ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, ἐπὶ Θερσίτου καὶ ἀφελῆ τινὰ πρόσωπα καὶ οὐ πάνυ σπουδαῖα εἰς Τροίαν ἐστρατεύσατο. οἷος δή τις καὶ ὁ Ἐλπήνωρ ἐνταῦθα, ὃν Ὅμηρος οὐκ ἐθέλων σφοδρῶς κακολογεῖν προάγει τὸν περὶ αὐτοῦ λόγον ἀποφατικῶς εἰπὼν, οὔτε ἀνδρεῖον πάνυ οὔτε φρενήρη αὐτὸν εἶναι. πολυμαθείας δὲ χάριν οἱ παλαιοὶ καὶ τοιαῦτα παρενείρουσιν οἷς γράφουσιν, ἵνα καὶ τοιούτων εὐπορία τις γένοιτο τοῖς ἱστορεῖν ἐθέλουσιν, ἐκεῖθεν τὸν μωρὸν οἴδαμεν σάνναν καλεῖσθαι ὡς ἀπό τινος κυρίου ὀνόματος. καὶ παράγεται Κρατῖνος, κωμῳδῶν τοιοῦτον, τὸν Θεοδοτίδην σάνναν. ἐξ ἐκείνων δὲ καὶ κοροίβους τινὰς ἀποσκώπτομεν, μαθόντες τινὰ Κόροιβον εὐήθη Μυγδόνα Φρύγα τὸ γένος ὕστατον τῶν ἐπικούρων ἀφικόμενον τῷ Πριάμῳ δι' εὐήθειαν. οὕτως ἔγνωμεν καὶ τὸν ἄφρονα Μαργίτην τὸν ἀπὸ τοῦ μαργαίνειν ὅ ἐστι μωραίνειν. ὃν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ὁμήρου Μαργίτην ὑποτίθεται εὐπόρων μὲν εἰς ὑπερβολὴν γονέων φῦναι, γήμαντα δὲ μὴ συμπεσεῖν τῇ νύμφῃ ἕως ἀναπισθεῖσα ἐκείνη τετραυματίσθαι τὰ κάτω ἐσκήψατο. φάρμακόν τε μηδὲν ὠφελήσειν ἔφη, πλὴν εἰ τὸ ἀνδρεῖον αἰδοῖον ἐκεῖ ἐφαρμοσθείη. καὶ οὕτω θεραπείας χάριν ἐκεῖνος ἐπλησίασεν. ὁμοίως καὶ τὸν Μαμμάκουθον, καὶ τὸν Μελιτίδην, καὶ τὸν Ἀμφιετίδην, οἳ διαβόητοι ἐπὶ μωρίᾳ ἦσαν, ὧν ὁ Μελιτίδης ἀριθμεῖν τε μὴ ἐπίστασθαι λέγεται εἰ μὴ ἄχρι τῶν πέντε, καὶ ἀγνοεῖν πρὸς ὁποτέρου τῶν γονέων ἀποκυηθείη, καὶ νύμφης μὴ ἅψασθαι, εὐλαβούμενος τὴν πρὸς μητέρα διαβολήν. ὥσπερ δὲ τούτους ἡ ἱστορία λόγου ἠξίωσεν ἐν οἷς καὶ τὸν τὰ κύματα μετροῦντα Πολύωρον, καὶ τὸν ἐν τῷ καθεύδειν θέμενον ὑδρίαν κενὴν ὑγροῦ πρὸς τῇ κεφαλῇ, καὶ θλιβούμενον τῇ σκληρότητι, καὶ διὰ τοῦτο ἄχυρα παραβύσαντα καὶ τὸ σκεῦος πλήσαντα ἵνα οἱ δῆθεν μαλακὸν εἴη προσκεφάλαιον, οὕτω παρέπληξε ἑαυτῇ καὶ τοὺς ἔμπαλιν πονηροτάτους. ὁποῖος τοὔνομα μὲν Ἀχαιός. τὸ δὲ ἐπίθετον καλλικῶν ἤγουν, ὡς εἰπεῖν, καλὸς εἰς τὸ κοεῖν ἤγουν νοεῖν, ἀναλόγως τῷ ἀμνοκῶν. ἤγουν ὁ ἀμνὸς τὰ ἐς νοῦν. ὅ πέρ ἐστι προβατώδης καὶ εὐήθης. ἦν δὲ καὶ προδότης ὁ καλλικῶν. προσιστορεῖται δὲ καὶ Φρυνώνδας, πανοῦργος καὶ κακοήθης, καθὰ καὶ οἱ ἐν τοῖς ἐφεξῆς δηλωθησόμενοι Εὐρύβατοι. ὁμοίως δὲ καὶ οἱ κέρκωπες, ἀφ' ὧν καὶ ἀγορὰ καλουμένη κερκώπων Ἀθήνῃσιν ἐν Ἡλιαίᾳ καὶ παροιμία, κερκωπίζειν. καὶ μὴν αὐτὸ εἰρῆσθαι φασί τινες ἀπὸ ζῴων προσσαινόντων τῇ κέρκῳ. (Vers. 560.) Ἰστέον δὲ ὅτι οἱ ῥηθέντες σπόνδυλοι καὶ διὰ τοῦ φ ἐλέγοντο σφόνδυλοι, ὧν παράγωγον ἐν Ἰλιάδι οἱ σφονδύλιοι. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται καὶ ὅτι σφονδύλη, ῥίζα ὁμοία σιλφίῳ. καὶ σφόνδυλος, ἡ δικανικὴ ψῆφος. (Vers. 562.) Ὅτι ἀπόγνωσιν φράζει ἐπανόδου τῆς εἰς τὰ οἰκεῖα τὸ φάσθε νύ που ἤγουν λέγετε ἴσως, οἶκονδε φίλην ἐς πατρίδα γαῖαν ἔρχεσθαι. ἄλλην δ' ἡμῖν ὁδὸν τεκμήρατο ὁ δεῖνα. (Vers. 565.) τοῖς δὲ τοῦτο μαθοῦσιν οἰκεῖον τὸ, τοῖσι δὲ κατεκλάσθη φίλον ἦτορ. ἑζόμενοι δὲ καταῦθι γόων τίλλοντό τε χαίτας. (Vers. 568.) εἰ δὲ ἀναγκαίως ὅμως αὐτοὶ πορεύοιντο, καλὸν ἐπαγαγεῖν καὶ τὸ, ἀλλ' οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν, ᾔομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες. (Vers. 570.) Γίνεται δὲ τὸ ᾔομεν, ἀπὸ τοῦ ἐΐω ἠΐομεν παρατατικός. καὶ ἐν συναιρέσει, ᾔομεν, καθὰ καὶ πρὸ ὀλίγων, ᾔομεν ὡς ἐκέλευσες ἀνὰ δρυμά. (Vers. 563.) Ἐν δὲ τῷ, ἄλλην δ' ἧμιν ὁδὸν τεκμήρατο Κίρκη, σημείωσαι ὅτι καθάπερ ἐν τῷ, μέγα δ' ἧμιν ὄρος πόλει ἀμφικαλύψειν, οὕτω καὶ νῦν ἀναπεμφθέντος τοῦ τόνου, συνεστάλη ἡ λήγουσα. (Vers. 573.) Ὅτι τὸ λεληθότως διελθεῖν, ῥεῖα παρὲξ ἐλθεῖν, ἢ συνθέτως, ῥεῖα παρεξελθεῖν λέγεται, ὡς δηλοῖ τὸ, Κίρκη ῥεῖα παρεξελθοῦσα, τουτέστι παρὲξ ἡμῶν ἐλθοῦσα, ἤγουν ἐγγὺς μὲν ὅμως δὲ ἠρέμα πόῤῥω. ὃ δὴ καὶ παρεκτὸς λέγεται κοινότερον κατὰ τὴν κυρίως σημασίαν τοῦ παρέξ. Ἐνταῦθα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
