Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.396.1
Not analysed yet
δὲ καί τι λέγεται γνωμικῶς τοιοῦτον, τίς ἂν θεὸν οὐκ ἐθέλοντα ὀφθαλμοῖσιν ἴδοιτο, ἢ ἔνθα ἢ ἔνθα κιόντα; ΥΠΟΘΕΣΙΣ ΤΗΣ Λ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ἀπαγγέλλει πῶς κατὰ τὰς Κίρκης ἐντολὰς εἰς Ἅιδου κατῆλθεν, καὶ ὡς ἤκουσε Τειρεσίου τοῦ μάντεως περὶ τῆς ἑαυτοῦ καὶ τῶν ἄλλων ἑταίρων σωτηρίας, καὶ ὡς τοὺς ἥρωας καὶ τὰς ἡρωΐδας εἶδεν ἐν Ἅιδου, καὶ τὴν μητέρα, καὶ τῶν ἐς Ἴλιον συστρατευσάντων ἐνίους, καὶ τῶν ἐν Ἅιδου κολαζομένων τινάς. ΟΔΥΣΣΕΙΑΣ Λ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι οὐ νεκυομαντεία μόνον ἀλλὰ καὶ νεκύα τρισυλλάβως τὸ παρὸν ἐπιγράφεται γράμμα διὰ τὴν ἐν αὐτῷ τοῦ Ὀδυσσέως ὁμιλίαν πρὸς τοὺς ἐν Ἅιδου νέκυας. (Vers. 2.) εὐθὺς δ' ἐξ ἀρχῆς ἡ ῥαψῳδία διασκευὴν λαλεῖ ἀνάπλου ἐν τῷ, νῆα μὲν ἂρ πάμπρωτον ἐρύσαμεν εἰς ἅλα δῖαν. ἐν δ' ἱστὸν τεθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ. ἐν δὲ καὶ αὐτοὶ βαίνομεν ἀχνύμενοι, (Vers. 5.) θαλερὸν κατὰ δάκρυ χέοντες, ὡς εἰκὸς διὰ τὸ εἰς Κωκυτοῦ πλέειν. ἡμῖν δ' αὖ κατόπισθε νεὼς κυανοπρώροιο ἴκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον θεός. ἡμεῖς δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα ἥμεθα. τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴθυνε. τῆς δὲ πανημερίης τέταθ' ἱστία ποντοπορούσης. (Vers. 11.) Καὶ ὅρα τὸ ποντορούσης, ἐν ᾧ δηλοῦται ὡς εἰ καὶ ποταμὸν ἡ ποίησις τὸν Ὠκεανὸν λαλεῖ, ἀλλὰ πόντον αὐτὸν ἄλλως οἶδε, τουτέστι τὴν ἔξω θάλασσαν. διὸ καὶ ποντοπορεῖ ναῦς ἡ δι' αὐτοῦ πλέουσα. (Vers. 7.) Ἑταῖρον δὲ καὶ νῦν οὖρον λέγει τὸν ἁπλῶς βοηθόν. (Vers. 12.) εἶτα μετρῶν τὸν διὰ μέσου πλοῦν καὶ ἐμφαίνων ὡς οὐ μακρὰν ἦν τῶν πρὸς τῷ Ἅιδῃ τόπων ἡ τῆς Κίρκης νῆσος Αἰαίη ἐπάγει· δύσετό τ' Ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί. (Vers. 13.) ἡ δ' ἐς πείραθ' ἵκανε βαθυῤῥόου Ὠκεανοῖο, ὃν καὶ βαθυδίνην πρὸ ὀλίγων ἔφη. πέρατα δὲ Ὠκεανοῦ νῦν οὐχὶ τοῦ πρὸς Γαδείροις, ἀλλὰ τοῦ ἐπέκεινα πρὸς ἑσπέραν ἄκρου, κατὰ τὸ πλάσμα τοῦ Ὀδυσσέως ἤτοι κατὰ τὸ μυθικὸν αἴτημα, ὅ που γῆς μὲν πέρας τῆς ἑσπερίας, ἀρχὴ δὲ τῶν ὑπὸ γῆν, ὅ ἐστι, τοῦ Ἅιδου καταρχή. (Vers. 14.) ἔνθα πλάττει καὶ τοὺς Κιμμερίους οἰκεῖν, ἀθλίους τινὰς τούτους ἀνθρώπους. φησὶ γάρ· ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι. οὐδέ ποτ' αὐτοὺς Ἠέλιος φαέθων καταδέρκεται ἢ ἐπιδέρκεται ἀκτίνεσσιν. (Vers. 17.) οὔθ' ὁπόταν στείχῃσιν ἤγουν ἄνεισι πρὸς οὐρανὸν ἀστερόεντα, οὔθ' ὅτ' ἂν ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτράπηται. ἀλλ' ἐπὶ νὺξ ὀλοὴ τέταται (Vers. 19.) δειλοῖσι βροτοῖσιν, ἤγουν δειλαίοις, δι' αὐτὸ τοῦτο δηλαδὴ τὸ ἐν νυκτὶ εἶναι. (Vers. 14.) Ἰστέον δὲ ὅτι καθάπερ ποταμοὺς ὑπὲρ γῆς ὄντας καὶ ἱστορουμένους μετήγαγεν ἡ μυθικὴ αὐτονομία εἰς Ἅιδην, ὀνόματα ἐπιλεξαμένη τοῖς κάτω προσήκοντα, ὡς καὶ προδεδήλωται, οὕτω καὶ τοὺς Κιμμερίους, ἔθνος ὄντας ἱστορίαις γνωστὸν, μετοικίζειν ἐθέλει πρὸς παροικίαν Ἅιδου διὰ ὁμοιότητα καὶ αὐτοὺς ὀνόματα ἐπιλεξάμενος. δοκεῖ γὰρ παραδηλοῦν κατὰ τὸν ἦχον τῆς προφορᾶς ἡ λέξις, τοὺς περὶ ἠρία κειμένους ἢ περὶ ἔραν, ὡς οἷον νερτέρους. Κράτης μέντοι κερβερίους γράφει, ἀκολουθήσας οἶμαι τῷ κωμικῷ, τόπον τοὺς βερβερίους παίζοντι. ἕτεροι δὲ Χειμερίους τούτους ἔγραψαν, ἐκ τῶν ἀληθῶν ἴσως Κιμμερίων τοὔνομα πορισάμενοι. βορειότατοι γὰρ ἐκεῖνοι καὶ διὰ τοῦτο χειμέριοι. ἀλλ' οὕτω μὲν οἱ Ὁμηρικοὶ Κιμμέριοι ὡς ἐν πλάσματι περιφέρονται τῶν ἀρκτῴων ἐξοικισθέντων τόπων ἐπὶ δυσμάς, ὑπηρετοῦντος τῇ ποιήσει κἀνταῦθα τοῦ πολλὰ παρ' αὐτῇ δυναμένου μύθου, καὶ οὐ μόνον ἐκ τῆς ἄρκτου εἰς ἑσπέραν, ἀλλὰ καὶ εἰς αὐτὸν Ἅιδην ἀναστατοῦντος αὐτοὺς, ὃς οὐδὲ ἑξαμήνῳ γοῦν φωτὶ κατὰ τὸ θρυλλούμενον περιλάμπει αὐτούς. ἀλλὰ παρ' Ὁμήρῳ διὰ βίου ὑπὸ σκότει ποιεῖ. καὶ τί γὰρ ἀλλ' ἢ προσοίκους τῷ Ἅιδῃ; τοὺς δὲ τοιούτους, οὐδέ ποτε εἰκὸς Ἡλίῳ λάμπεσθαι. ἡ δὲ ἱστορία ἔθνος αὐτοὺς ἔχει Σκυθικὸν, νομαδικὸν, ἀρκτικὸν,