# Commentarii ad Homeri Odysseam 1.397.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.397.1

οὗπερ ἀπόμοιρα λέγεταί ποτε μικρόν τι πρὸ Ὁμήρου ἢ καὶ ἐπ' αὐτοῦ ἐκ τοῦ Κιμμερίου βοσπόρου ὁρμηθεῖσα, Τρῆρες δέ φασιν ἐκαλοῦντο, πολλὴν τῆς Ἀσίας καταδραμεῖν καὶ τὰς Σάρδεις ἑλεῖν, καὶ τῶν Μαγνήτων δὲ πολλοὺς ἀνελεῖν τῶν κατὰ τὸν Μαίανδρον, ἐμβαλεῖν δὲ καὶ ἐπὶ Παφλαγόνας καὶ Φρύγας, ὅτε καὶ Μίδας λέγεται αἷμα ταύρου πιὼν, ὡς Θεμιστοκλῆς ὕστερον, εἰς τὸ χρεὼν ἀπελθεῖν. φασὶ δὲ τὸ κατ' αὐτοὺς κλίμα ὁρῶν ὕψει περιεχόμενον ἐξ ἕω καὶ δύσεως καὶ ζοφῶδες ὂν ἑξάμηνον μὲν ἔχειν ἀχλύν. καὶ τοῦτο εἶναι οἷον νύκτα, κατὰ τὸ, ὀρώρει δ' οὐρανόθεν νὺξ, ὡς ἐφορῶντος μὲν ἡλίου αὐτοὺς, οὐ μὴν φαέθοντος, καθὰ δηλοῖ καὶ ὁ ποιητὴς, ὡς διασκεδάζειν τὸ τῆς ἀχλύος πάχος καὶ ἱλαρὰν ἡμέραν ἀγαγεῖν αὐτοῖς. τὸ δὲ λοιπὸν ἑξάμηνον, ἐκ μεσημβρίας, ἢ καὶ ἄλλοθέν ποθεν, ἥλιον καθαρὸν ἐπιλάμπειν αὐτοῖς. Ἀῤῥιανὸς δέ φησιν ὅτι Κιμμέριοι Σκυθικὸν ἔθνος ἐξ ἠθῶν τῶν οἰκείων ἀναστάντες καὶ πάντας τοὺς διὰ μέσον βλάπτοντες ἦλθον ἕως Βιθυνίας. Ἡρόδοτος δὲ ἱστορεῖ ὅτι βασιλεύοντος Ἄρδυος τοῦ Γύγου Κιμμέριοι ἐξαναστάντες τῶν οἰκείων ἠθῶν ὑπὸ Σκυθῶν τῶν νομάδων ἀφίκοντο εἰς Ἀσίαν, ὅτε καὶ τὰς Σάρδεις εἷλον. ἄλλοι δέ φασι καὶ ὅτι ἱερὰ θεῶν καταδραμόντες ἐσύλησαν ἐν Ἀσίᾳ. ὅθεν οἱ ἀοιδοὶ μὴ ἔχοντες ἄλλως αὐτοὺς βλάψαι μυθοπλάστῳ ἐκτοπισμῷ τὴν τοῦ ἔθνους κακίαν ἠμύναντο κατά τι φασὶ κοινὸν ἔχθος Ἰώνων πρὸς αὐτούς. Ἴων δὲ καὶ ὁ ποιητὴς ὁ τῶν τοιούτων ἀοιδῶν κορυφαῖος. εἰσὶ δὲ οἳ καὶ Εὐρωπαῖον ἔθνος ἐπέκεινα Ἰταλίας ἔχον ὑπόγαιον ὡς τὰ πολλὰ ζωὴν τοὺς Κιμμερίους ἱστόρησαν. καὶ τούτῳ τῷ τρόπῳ αὐτοὺς ἐνόησαν λέγεσθαι ὑπὸ γῆν εἶναι καὶ Ἅιδην, καὶ ζωὴν ἔχειν ἡλίῳ ἀνεπισκόπητον. τινὲς δὲ αὐτόθι καὶ νεκυομαντεῖον ἱστόρησαν εἰς ὃ τὸν Ὀδυσσέα φασὶν ἀφικέσθαι. καί τινα κόλπον Ἄορνον χωρίον Πλουτώνειον, περὶ οὗ προείρηται. κἀνταῦθα τοὺς Κιμμερίους οἰκίζουσι, λέγοντες τοὺς ἐκεῖ ἐν καταγείοις ἀργίλλαις οἰκεῖν, καὶ δι' ὑπονόμων παρ' ἀλλήλους φοιτᾶν, καὶ ζῆν ἀπὸ μεταλλείας, καὶ μαντεύεσθαι. εἶναι δὲ πάτριον ἔθος αὐτοῖς, μηδένα τὸν ἥλιον ὁρᾶν, ἀλλὰ νυκτὸς ἐκπορεύεσθαι διὰ τῶν χασμάτων. διὸ καὶ λέγεσθαι μηδέ ποτε ἥλιον φαέθοντα ἐπιδέρκεσθαι, φθαρῆναι δὲ αὐτοὺς ὕστερον ὑπὸ βασιλέως, ἐπεὶ ὁ χρησμὸς οὐκ ἀπέβη ἐκείνῳ λαβόντι μαντείαν. τὰ δὲ παλαιὰ σχόλια φασὶ καὶ ὅτι ἔθνος περιοικοῦν τὸν Ὠκεανὸν οἱ Κιμμέριοι. ἄλλως δὲ, ὅτι Κιμμερίους ὑποτίθεται ὁ ποιητὴς τοὺς κατὰ δύσιν οἰκοῦντας καὶ προσκειμένους τῷ Ἅιδῃ. λέγουσι δὲ καὶ ἱστορεῖσθαι, Σκύθας ὑπὸ Κιμμερίων ἐξελαθῆναι. Ἰστέον δὲ ὅτι τὸ, Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, περιφραστικῶς εἴρηται ἀντὶ τοῦ οἱ Κιμμέριοι. διὸ ἐπάγει· ἠέρι καὶ νεφέλῃ (Vers. 15.) κεκαλυμμένοι. τοῦτο δὲ κατὰ τὸν γεωγράφον αἰνίττεται ζοφῶδες εἶναι τὸ κλίμα τῆς κατὰ τοὺς Κιμμερίους χώρας. οὗ ἐνδεικτικόν φησι καὶ τὸ, οὐδέ ποτ' αὐτοὺς ἠέλιος φαέθων ἐφορᾷ. ἔχουσι μὲν γὰρ ἥλιον εἰ καὶ μὴ οἱ τοῦ μύθου, ἀλλὰ γοῦν οἱ τῆς ἱστορίας Κιμμέριοι, ὑφ' ἥλιον ὄντες, ὅτι καὶ ὑπὲρ γῆς. οὐ μὴν (Vers. 16.) φαέθοντα ὅ ἐστι φαιεινὸν αὐτοῖς ἐπιλάμποντα. Τὸ δὲ ἀκτίνεσσιν, ἢ πρὸς τὸ φαέθων ἀποδοτέον ἵνα ᾖ φαέθων ἀκτίνεσσιν ἥλιος, ἢ πρὸς τὸ δέρκεται, ἵνα δοκῇ βλέπειν ἥλιος ταῖς ἀκτῖσιν, ὡς οἷα καὶ ὀφθαλμοῖς. (Vers. 17.) Ἀναστείχειν δὲ ἢ στείχειν πρὸς οὐρανὸν Ἥλιος λέγεται, διὰ τὴν κατὰ στοῖχον ὅ ἐστι τάξιν πορίαν αὐτοῦ. ὅθεν καὶ στοιχεῖον τῶν τις μεγάλων ἡμετέρων σοφῶν λέγει αὐτόν. (Vers. 18.) τὸ δὲ ἐπὶ γῆν ἀπ' οὐρανόθεν προτράπηται, ἢ ἁπλοϊκῶς ἀντὶ τοῦ ἀποκλίνῃ, ὁδεύσει, ἢ μάλιστα κατὰ τοὺς σοφοὺς ἀντὶ τοῦ, προτραπεὶς καὶ οἷον κελευσθεὶς κατέλθῃ. δι' οὗ φασὶ δείκνυται, ὡς οἶδεν ὁ ποιητὴς ὅτι φύσει μὲν καὶ ὡς οἷον ἑκούσιος ὁ Ἥλιος πορεῖαν ποιεῖται ἀπὸ δύσεως ἐπ' ἀνατολάς. ὅμως μέντοι ἄλλως, ὑπὸ τοῦ παντὸς ἀνθέλκεται ὁσημέραι, καὶ τῇ ἀπλανεῖ ἄκων συγκαταδύεται, καὶ προτρεπόμενος τῇ τοῦ παντὸς κινήσει οὐχ' ἑκὼν συγκαθέλκεται. (Vers. 17.) Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν ὁπότ' ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα, τοῦ ἀνατέλλειν ἐστὶ περίφρασις. δύσεως δὲ, τὸ, ὅτ' ἂν ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτράπηται. (Vers. 16.) Ἰστέον δὲ καὶ ὅτι τὸ, οὐδέ ποτ' αὐτοὺς ἥλιος ἐπιδέρκεται, διασαφητικόν ἐστι τοῦ, ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι. τῶν μὲν γὰρ ἄλλων ἔστιν ὅτε καιρικὴ νεφέλη καὶ ἀὴρ καταπέπαπται, Κιμμερίους δὲ οὐδέ ποτε ἥλιος ἐφορᾷ. Ἰστέον δὲ ὅτι τὸ, (Vers. 19.) νὺξ ὀλοὴ πρὸς διαστολὴν ἐῤῥέθη τῆς κατὰ φύσιν νυκτός. ἐκείνη γὰρ ἀμβροσίη νὺξ λέγεται, καὶ πείθειν ἔχει ὡς ἀγαθὴ, κατὰ τὸ, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. ὅτι δὲ καὶ σωματικὴ νὺξ κατὰ τὸ, εἰ μὴ νὺξ δμήτειρα θεῶν ἐσάωσε, καὶ ὅτι νὺξ καὶ ἡ πυκνὴ νέφωσις ἣν καὶ ἠέρα φησὶν Ὅμηρος κατὰ τὸ, Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ' ἠέρος υἷας Ἀχαιῶν, οἱ παλαιοὶ δηλοῦσι, λέγοντες ὅτι καὶ τοῖς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
