# Commentarii ad Homeri Odysseam 1.398.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.398.1

Κιμμερίοις τοιαύτη νὺξ τέτατο, ἤγουν ζοφώδης κατάστασις, ἀὴρ ἐπινέφελος, οὐ καθαρῷ ἡλίῳ λαμπόμενος. οὐ μὴν αὐτόχρημα νὺξ καθόλου, ὡς ὁ Κράτης ὑποτίθεται. πῶς γάρ φασιν εἶχον ζῆν; (Vers. 23.) Ὅτι Ὁμήρου εἰπόντος ἱερήϊα τὰ ἐν Ἅιδου σφάγια ἐπὶ χοῇ νεκρῶν, φασὶν οἱ παλαιοὶ οὐκ ὀρθῶς εἰρῆσθαι τοῦτο, ἐπὶ γὰρ νεκρῶν τόμια φασὶ καὶ ἔντομα, ἐπὶ δὲ θεῶν ἱερεῖα. εἶτα θεραπεύοντες φασὶν ὅτι ἱερεῖα καὶ ἁπλῶς τὰ θρέμματα. ἐν ἄλλοις δὲ Ἀττικὴ λέγεται ἡ λέξις ἐπὶ τῶν ἁπλῶς σφαζομένων. (Vers. 34.) Ὅτι καθὰ πρὸ βραχέων Ἀττικὸν ἦν τὸ, Κιμμερίων δῆμός τε πόλις τε ἠέρι κεκαλυμμένοι, οὕτω καὶ νῦν τὸ, τοὺς δ' ἐπεὶ εὐχωλῇσι λιτῇσί τε ἔθνεα νεκρῶν ἐλισσάμην. ἔθνεα γὰρ νεκρῶν τοὺς νεκροὺς λέγει. πρὸς ὃ καὶ οἰκείως ἔχει τὸ, τοὺς δ' ἐπεὶ ἐλισσάμην. Ἰστέον δὲ ὅτι καὶ μετ' ὀλίγα, καινοπρεπὲς κεῖται σχῆμα τὸ, ψυχὴ Τειρεσίου ἔχων σκῆπτρον, ὡς μικρὸν ὅσον εἰρήσεται. Ἐτυμολογικὸν δὲ τὸ, λιτῇσιν ἐλισσάμην. τοῦτο δὲ καὶ γουνοῦσθαι ἀνωτέρω φησὶν, ὡς καὶ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ. εἰς τοῦτο δὲ εἰπόντες οἱ παλαιοὶ πῶς γουνοῦται καὶ λίσσεται, εἰ μὴ προαισθάνονται πρινὴ πίωσιν αἱ ψυχαὶ; λύουσιν ἄλλως τε, καὶ διὰ τοῦ εἰπεῖν ὡς τιμὴν τοῦτο ποιεῖ τῶν δεσποτῶν, Πλούτωνος δηλαδὴ καὶ Περσεφόνης, ἐπαγγελλόμενος καὶ οὕτω δοκῶν γονυπετεῖν. (Vers. 36.) Ὅτι ἐν μὲν τῷ, Ζεὺς κελαινεφὴς, ἔγκειται τὸ νέφος. ἔστι γὰρ κελαινεφὴς ἐκεῖνος, ὡς τὰ νέφη μελαίνων τῇ πυκνώσει, νεφεληγερέτης γάρ. ἐν δὲ τῷ, (Vers. 35.) μῆλα λαβὼν ἀπεδειροτόμησα εἰς βόθρον, ῥέε δ' αἷμα κελαινεφὲς, ἡ λέξις τὸ κελαινεφὲς δηλοῖ, ἤγουν τὸ μέλαν. ἐπεὶ καὶ μέλαν αἷμα φησὶ πολλαχοῦ. καὶ μὴν καὶ Ζεὺς κελαινεφὴς κατὰ ἀλληγορίαν, ὁ μέλας ἰδεῖν καὶ οἱονεὶ αὐτὸς κελαινοφαὴς διὰ τὸ τοῦ νοῦ δυσόρατον. (Vers. 37.) Ὅτι ἐν τῷ, αἱ δ' ἀγέροντο ψυχαὶ ὑπ' ἐξ Ἐρέβους νεκύων κατατεθνηώτων, περιττεύει ὡς καὶ ἀλλαχοῦ τὸ κατατεθνηώτων καὶ οὐ πρὸς διαστολήν τινα κεῖται, ὡς καὶ ἐν Ἰλιάδι φαίνεται, ῥηθείη δ' ἂν τὸ τοιοῦτον ἔπος ἀστείως, (Vers. 38.) ὅτε πολλοί τινες ἀλιπεῖς καὶ λεπτόσαρκοι ὁμοῦ ἀγείροντο. τὸ δὲ ἐφεξῆς ἁρμόσει ποτὲ εἰπεῖν ἐπὶ συνάξεως προσώπων κινδυνευσάντων, τὸ, νύμφαι τ' ἠΐθεοί τε πολύτλητοί τε γέροντες, παρθενικαί τ' ἀταλαὶ, νεοπενθέα θυμὸν ἔχουσαι. πολλοὶ δ' οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν ἄνδρες ἀρηΐφατοι βεβροτωμένα τεύχε' ἔχοντες. Ἐν τούτοις δὲ ὅρα ὅτι ταῖς νύμφαις τοὺς ἠϊθέους ἀντέθετο διὰ ἡλικίας ταυτότητα, καὶ τοῖς πολυτλήτοις γέρουσι τὰς ἀταλὰς παρθένους κατά τι ἀντιθετικὸν σχῆμα. εἰσὶ γὰρ ἀταλαὶ παρθέναι αἱ μηδὲν δυνάμεναι τλῆναι διὰ τὸ τῆς ἡλικίας ἁπαλόν. τὸ δὲ τοιοῦτον τοῖς πολυτλήτοις ἀντίκειται. (Vers. 39.) Τὸ δὲ νεοπενθέα θυμὸν, ἀπαιτεῖ τὰς μὴ νέας παλαιοπενθεῖς εἶναι. (Vers. 40.) Τὸ δὲ οὐτάμενοι γενικῶς καὶ νῦν κεῖται ἐπί τε τῶν τετρωμένων ἐπί τε τῶν βεβλημένων. οὐ γὰρ ἂν πιθανῶς εἴποι τις ὡς τῶν μὲν οὐταμένων ἦν τις φασία, τῶν δὲ βεβλημένων οὔ. Βεβροτωμένα δὲ τεύχεα τὰ δοκοῦντα βεβροτῶσθαι, ὅ ἐστιν αἵματι μεμολύνθαι. (Vers. 41.) Ἰστέον δὲ ὅτι φάντασμα ἦν τὰ τοιαῦτα τῷ Ὀδυσσεῖ. ἐπεὶ καὶ κλῆρος ἦν Ἑλληνικὸς, τὸν ἀέρα εἴδωλα τῶν τεθνεώτων σκιώδη καὶ ἀμενηνὰ ἐκματτόμενον καὶ ὡς οἷον ἐν σκιαγραφίᾳ εἰκονικῇ τυποῦντα φαντάζειν οὕτω τοὺς βλέποντας, ὡς τόν τε γέροντα τοιοῦτον εἶδος ἐναπλῦναι τῷ ἀέρι, καὶ τὸν βεβλημένον δὲ τοιαύτην θέαν ἐνθεῖναι αὐτῷ, καὶ τοὺς λοιποὺς ὁμοίως. ὥστε ἐκεῖνο βλέπεσθαι, ὃ καὶ ζώντων προεφαίνετο τὸν σωματικὸν δηλαδὴ χρῶτα καὶ τὰ περὶ αὐτὸν ἐπιπολάζοντα πάθη. διὸ καὶ αἱ νεοφανεῖς νύμφαι κατὰ νυμφικὸν σχῆμα προσπίπτουσι τοῖς τοῦ ὁρῶντος ὀφθαλμοῖς. καὶ οἱ πεσόντες νεοπενθεῖς ἐν σκυθρωπῇ καταστάσει φαίνονται, καὶ οἱ ἐν ὅπλοις θανόντες ὅμοιοι φαντασιοῦνται, καὶ οἱ θηρῶντες ἐν κυνηγετικῷ σκιαγραφοῦνται σχήματι, καὶ οἱ μετὰ συμμάχων πεσόντες ἀγηγερμένον ἔχουσι περὶ ἑαυτοὺς τὸ συμμαχικὸν, ὡς ἐν τοῖς ἑξῆς δηλοῖ τὰ κατὰ τὸν Ἀγαμέμνονα, καὶ αἱ τῶν βεβλημένων φαντασίαι μετὰ ὠτειλῶν ἐπιφαίνονται, καὶ αἱ τῶν γερόντων ῥικναὶ, καὶ αἱ τῶν κατηφιώντων στυγναὶ, ὥσπερ δῆτα καὶ ἐν ὀνείροις. διὸ καὶ ἡ τῆς μητρὸς τοῦ Ὀδυσσέως ψυχὴ μετ' ὀλίγα σκιᾷ ἰκέλη ἢ καὶ ὀνείρῳ ἔπτατο ὑποχωροῦσα. τοιοῦτον δὲ καὶ τὸ, ψυχὴ ὡς ὄνειρος ἀποπταμένη πεπότηται. ὅθεν καὶ τὸν Αἴαντα, οὐδ' ἂν εἴ τι καὶ πάθοι Ὀδυσσεὺς, μεταβαλεῖ ἐν Ἅιδου τῆς μήνιδος, ἐσχηματισμένον κατὰ τὴν ἄνω διάθεσιν, ὅτε δηλαδὴ ἦν ἐν τοῖς ζῶσι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. τὰ δὲ ἐφεξῆς τοῦ Ὁμήρου (Vers. 42.) θορύβου δηλωτικά. φησὶ γὰρ ὡς πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος θεσπεσίῃ ἰαχῇ. (Vers. 43.) ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, τουτέστι χλωροποιὸν, ὠχρότητος ποιητικὸν, ὥσπερ καὶ νωθροὶ νότοι παρ' Ἱπποκράτει οἱ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
