Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.399.1
Not analysed yet
νωθροποιοί. καὶ τυφλὸν ὁ ἔρως ἤγουν τυφλοποιὸν, ἐπεὶ καὶ τυφλώττει τὸ φιλοῦν περὶ τὸ φιλούμενον. (Vers. 38.) Ἰστέον δὲ ὅτι τὰ ῥηθέντα Ὁμηρικὰ ἓξ ἔπη, τὸ, νύμφαι τ' ἠΐθεοί τε καὶ ἑξῆς ἕως τοῦ, ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, ἀθετοῦσιν οἱ παλαιοί. οὔπω γάρ φασι καιρὸς τοῦ ἔρχεσθαι, καὶ οὐδὲ δυνατὸν τὰς ψυχὰς φέρειν σωμάτων πληγάς. οἱ δὲ λυτικοὶ περὶ μὲν τῶν πληγῶν λαλοῦσιν ὡς ἀνωτέρω ἐγράφη. περὶ δὲ τοῦ μήπω καιρὸν εἶναι προσιέναι τῷ βόθρῳ ψυχὰς φασὶν ὡς προανακεφαλαίωσις ταῦτα τῶν ῥηθησομένων εἰσί. ταυτὸν δ' εἰπεῖν, δηλοῦσα προέκθεσις ὡς οὐκ ἔρχονται νῦν ἀλλ' ὅτι ἐλεύσονται. (Vers. 46.) Ὅτι ἔστι καὶ ὧδε σχῆμα τὸ κατὰ τὸ σιωπώμενον ἐν τῷ, ἐκέλευσε μῆλα δείραντας κατακῇαι πυρὶ πάντως, ὅπερ ἐπεφέροντο οἱ περὶ τὸν Ὀδυσσέα, εἰ καὶ ὁ ποιητὴς αὐτὸ σιωπᾷ. (Vers. 48.) Ὅτι ξίφος ἐκφοβεῖ καὶ τοὺς νέκυας καὶ οὐκ ἐᾷ αἵματος ἆσσον ἐλθεῖν πρὸ τοῦ Τειρεσίου. ἐφοβεῖτο δὲ οὕτω καὶ πρὸ τούτων καὶ ἡ Κίρκη ὡς ἐν τοῖς περὶ ἐκείνης ἐφάνη. (Vers. 51.) Ὅτι δόξα ἦν τοῖς Ἕλλησι τὰς τῶν ἀθάπτων ψυχὰς μὴ ἀναμίγνυσθαι ταῖς λοιπαῖς, ἀλλὰ καὶ ἐν ταῖς νεκρικαῖς ἐπικλήσεσιν ἐπιφαίνεσθαί τε πρινὴ τῆς χοῆς γεύσασθαι, καὶ προλέγειν τι μαντικῶς διὰ τὸ μή πω γενέσθαι τῆς λήθης ἧς καὶ πόμα φασὶν ἐν Ἅιδου εἶναι οἱ μεθ' Ὅμηρον. Ἐλπήνωρ γοῦν ἐνταῦθα ὁ πρὸ ὀλίγων ῥηθεὶς οὗπερ ἡ ἀναλογία κατὰ τὸ ῥηξήνωρ ἀγήνωρ Ἐλεφήνωρ Προθοήνωρ Ἀντήνωρ καὶ τὰ ὅμοια, τοιοῦτος ἐν Ἅιδου τῷ Ὀδυσσεῖ φαίνεται. φησὶ γὰρ ἡ ποίησις οὕτω. Πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου. οὐ γάρ πω ἐτέθαπτο. σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ ἐλέλειπτο ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε. (Vers. 66.) καὶ μετ' ὀλίγα γουνάζεται περὶ ἑαυτοῦ, εἰπὼν πρὸς Ὀδυσσέα, νῦν δέ σε τῶν ὄπισθεν γουνάζομαι οὐ παρεόντων, καὶ ἑξῆς. (Vers. 70.) εἶτα καὶ μαντικῶς εἰπὼν ὅτι οἶδεν ὡς ἐνθένδε κιὼν νῆσον ἐς Αἰαίην σχήσεις εὐεργέα νῆα, κέλεται μνήσασθαι αὐτοῦ τὸν Ὀδυσσέα. μή με γάρ φησιν ἄκλαυτον ἄθαπτον ἰὼν ὄπισθε καταλείπειν νοσφισθεὶς, μή τί τοι θεῶν μήνιμα γένωμαι. (Vers. 74.) ἀλλά με κακκῇαι ἤτοι κατάκαυσον σὺν τεύχεσιν ἅσσα μοι ἐστί. σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης ἀνδρὸς δυστήνου καὶ ἐσσομένοισι πυθέσθαι, πῆξαί τ' ἐπὶ τύμβῳ ἐρετμὸν, τῷ καὶ ζῶον ἔρεσσον ἐὼν μετ' ἐμοῖς ἑτάροισι. (Vers. 75.) Καὶ ὅρα ὅτι κατὰ τὰ προειρημένα οὐδὲ ἐν Ἅιδου φρεσὶν ἄρηρεν ὁ Ἐλπήνωρ, οὐ μόνον ὅτι ἀφελῶς περὶ εὐτελῶν ἀξιοῖ, ἀλλὰ καὶ ὅτι εἰς οὐδὲν χρήσιμον ζητεῖ τὸ τύμβου χῶμα ἐπὶ θινὶ θαλάσσης καὶ τὴν ὡσανεὶ διὰ τοῦ ἐρετμοῦ ἀναστήλωσιν. (Vers. 76.) ποίοις γὰρ ἐσομένοις ἔμελλε τὸ σῆμα φαίνεσθαι ἐν παράπλῳ εἴπερ ἀοίκητος ἡ τῆς Κίρκης νῆσος ὑπόκειται; εἰ μὴ ἄρα ἐμφαίνει διὰ τούτων ὁ ποιητὴς, ψευδῆ μὲν εἶναι τὸν ὠκεανισμὸν ἢ ἄλλως ἐκτοπισμὸν τῆς νήσου Αἰαίης, ἀληθῶς δὲ ἐν τόποις περιπλεομένοις κεῖσθαι αὐτήν. (Vers. 53.) Ὅρα δὲ ὅτι σῶμα καὶ νῦν τὸ νεκρωθὲν λέγει οὐ μὴν δέμας. χρῆσις δὲ σώματος οὐ πάνυ συνήθης οὐδὲ μὴν ἐσφαλμένη ἐν τῷ· τῶν δὲ κιόνων τὰ μὲν σώματα ἦν κιπαρίσσινα. αἱ δὲ κεφαλαὶ κορινθιουργεῖς, ἐλεφάντιναι καὶ χρυσῷ διακεκοσμημέναι, τὸ δὲ ἐπιστύλιον ἐκ χρυσοῦ τὸ ὅλον. (Vers. 62.) Τὸ δὲ ἐν Κίρκης μεγάρῳ, ἐντελῶς ἐγράφη. τὸ γὰρ ἄλλως ἐν Κίρκης εἰπεῖν ἐλλιπῶς ἔχει κατὰ ἀττικισμόν. (Vers. 54.) Τὸ δὲ ἄκλαυτον οἱ μεθ' Ὅμηρον καὶ ἄκλαυστον γράφουσι. (Vers. 73.) Τὸ δὲ ἐπεὶ πόνος ἄλλος ἔπειγε, καὶ παροιμιῶδες ἐστὶν ἐπὶ τῶν ἀναγκαῖα προτιμωμένων τῶν μὴ τοιούτων. ὥσπερ καὶ τὸ, μή τί τοι θεοῦ μήνιμα γένωμαι ἐπὶ τῶν παρακαλουμένων μὴ ἀδικεῖν. (Vers. 66.) Τοῦ δὲ τῶν ὄπισθε γουνάζομαι, ἐφερμηνευτικὸν ἑξῆς αὐτίκα τὸ, οὐ παρεόντων. τούτου δὲ αὖθις τὸ, πρός τε ἀλόχου καὶ πατρὸς καὶ Τηλεμάχου, ἵνα ὄπισθεν μὲν εἶεν οἱ μὴ παρόντες. μὴ παρόντες δὲ ἡ ἄλοχος καὶ ὁ υἱὸς καὶ ὁ πατὴρ τὰ ὄντως φίλτατα ἐν τῇ Ἰθάκῃ τῷ Ὀδυσσεῖ. καὶ ἄλλως δὲ εἰπεῖν τὸ, νῦν δέ σε τῶν ὄπισθεν γουνάζομαι, ἀντὶ τοῦ ὑπὲρ τῶν μελλόντων, τοῦ ἰδεῖν δηλονότι τὴν ἄλοχον καὶ τὸν πατέρα καὶ τὸν υἱὸν, ὃν μόνον ἐνὶ μεγάροισιν ἔλιπες. δῆλον δὲ ὅτι ἐν τῷ γουνάζομαι τῶν ὄπισθεν ἀπὸ κοινοῦ ληπτέον τὴν πρὸς πρόθεσιν, ὡς δηλοῖ τὸ, πρός τ' ἀλόχου. καὶ ὅτι διὰ μέτρου ἀνάγκην ὄπιθεν ἐνταῦθα ἔφη κατὰ ἔνδειαν τοῦ σίγμα, ὡς καὶ ἐν τῷ, ἄθαπτον ἰὼν ὄπιθεν καταλείπεις. (Vers. 70.) Τὸ δὲ σχήσεις νῆα καὶ νῦν ἀντὶ τοῦ ἐλλιμενίσεις. Τὸ δὲ νοσφισθεὶς ἀντὶ τοῦ νόσφι γενόμενος, χωρισθεὶς, ὑποχωρήσας. (Vers. 73.) Τὸ δὲ σῆμα εἰ καὶ μυριαχοῦ τάφον δηλοῖ, ὡς κἀνταῦθα, ἀλλὰ γενικῷ λόγῳ τὸ ἁπλῶς σημεῖον ἑρμηνεύει, ὃ καὶ συγγενές ἐστι τῷ τεκμηρίῳ. χρῆσις δὲ τούτου καὶ ἐν τῷ, σῆμα δέ τοι ἐρέω, τουτέστι γνώρισμα, ὁποῖον δή τι καὶ τὸ ἀνάχωμα τοῦ τάφου, σημεῖον ὂν, καθὰ καὶ μνῆμα καὶ μνημεῖον ἤγουν μνημοσύνη, τοῦ ἐπὶ νεκρῷ