# Commentarii ad Homeri Odysseam 1.4.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.4.1

τὸν φύσει φασίν. ὡς εἴ τις εἴποι ἄνθρωπον ἄῤῥενα. ἀνδρεῖον δὲ νοῆσαι, οὐ θέλουσι. λέγοντες ὅτι ἐπὶ ἀνθρώπων οὐδέποτε κεῖνται δύο ἀλλεπάλληλα ἐπίθετα δίχα κυρίου ἢ προσηγορικοῦ. τίς γὰρ ἄν ποτε εἴπῃ, σοφὸς δίκαιος ἄνευ κυρίου τοῦ Ἀριστείδης ἢ τοιούτου τινός; τίς δ' ἂν ἐρεῖ, τραχὺς θρασὺς, δίχα προσηγορικοῦ τοῦ ἵππος τυχὸν ἢ Πήγασος; οὕτως οὖν οὐδ' ἐνταῦθα ἀνδρεῖον πολύτροπον ἔστιν εἰπεῖν, διότι οὔτε ἄνθρωπον οὔτε Ὀδυσσέα προσέθηκεν. εἴρηται ὡς ἐπ' ἀνθρώπων οὐ κεῖνται δύο ἐπίθετα, πρὸς διαστολὴν τοῦ ἐπὶ δαιμόνων. ἐπ' ἐκείνων γὰρ, πολλάκις γίνεται στοιβὴ ἐπιθέτων δίχα κυρίου. οἷον, ἐνυαλίῳ ἀνδρειφόντῃ. καὶ, χρυσηλάκατος κελαδεινή. καὶ, ὢ πόποι ἐννοσίγαιε εὐρυσθενές. αἴτιον δὲ, τὸ μονάζειν τὰ θεῖα ἐπίθετα καὶ ἐπὶ ἑνός τινος ὡρισμένου κεῖσθαι προσώπου καὶ διατοῦτο ἀντὶ κυρίων αὐτὰ διωνύμων λογίζεσθαι. τὰ μέν τοι λοιπὰ ἐπίθετα, κοινὰ ὄντα πολλῶν καὶ ἀορισταίνοντα, οἷον τὸ ὀξύς. ταχύς. ποδώκης. σοφός. δαΐφρων. ἀνδρεῖος. καὶ τὰ τοιαῦτα, οὐ δύνανται ἀλλήλοις ἐπιστοιβασθῆναι δίχα κυρίου ἢ προσηγορικοῦ τοῦ ὁρίζοντος αὐτά. Ὅτι δὲ ἀνὴρ κατὰ πέμπτον σημαινόμενον, καὶ ὁ ἁπλῶς ἄνθρωπος, δῆλον καὶ ἐκ τοῦ, ἔσχατοι ἀνδρῶν. καὶ ἐκ τῶν ἀνδραποδιστῶν καὶ τῶν ἀνδραπόδων καὶ τῶν ἀνδροφόνων. ἐν αὐτοῖς γὰρ, τῷ τοῦ ἀνδρὸς ὀνόματι, πᾶς ἄνθρωπος δηλοῦσθαι δύναται. εἰ καὶ ἄλλως λέγεται ὡς ἐκ μέρους τοῦ ἀνδρὸς, καὶ τὰ λοιπὰ γένη σημαίνεσθαι. παραδείγματα δὲ τῶν προειρομένων τεσσάρων σημαινομένων, ἀρίδηλα παρὰ τοῖς ὑπομνηματισταῖς. οἳ πρὸς ὑπόδειγμα νέου μὲν τελείου δὲ ἀνδρὸς, καὶ τὸν ἀνδρόπαιδα παραδιδόασι. τῷ νεωτάτῳ καὶ πάντῃ ἀτελεῖ ἀποκληρώσαντες τὸν βούπαιδα. Σημείωσαι δὲ ὅτι σιωπᾷ τὸ τοῦ Ὀδυσσέως ἐξ ἀρχῆς ὄνομα ὁ ποιητὴς, ἐξαίρων αὐτὸν σεμνοῖς ἐπιθέτοις καὶ ἐγκωμίοις, καὶ ἀναρτῶν τὸν ἀκροατήν. καὶ ἄλλως δὲ εἰπεῖν, σεμνότερον τοῦ κυρίου κρίνας ὀνόματος, τὸ ἐξ ὧν πολλῶν ἔτλη γνωρίσαι αὐτόν. ἃ καὶ ὡς ἐξαίρετόν τι παράσημον ἦν αὐτῷ. ὡς γὰρ ὁ τυχὸν εἰπὼν ἄνδρα μοι ἔννεπε Μοῦσα ὃς ἀνελὼν Ἕκτορα τά δέ τινα ἐποίησεν ἢ ἔπαθε, τὸν Ἀχιλλέα δηλοῖ, οὕτω καὶ τὸ εἰπεῖν, ἄνδρα μοι ἔννεπε Μοῦσα ὃς τὴν Τροίαν ἑλὼν τοιοῖς δέ τισι περιέπεσε, τὸν Ὀδυσσέα ἐδήλωσε κατ' ἐξοχήν. καὶ διαφέρει καὶ οὕτως ἡ προοιμιακὴ αὕτη ἔννοια, τῆς ἐν Ἰλιάδι. ἐκεῖ μὲν γὰρ, αὐτὸς εὐθὺς ὥρισεν ὁ ποιητὴς πρόσωπον τὸν Ἀχιλλέα οὗ χάριν ἐπικαλεῖται τὴν Μοῦσαν. ἐνταῦθα δὲ ἀορίστως εἰπὼν καὶ μετεωρίσας ἱκανῶς τὸν ἀκροώμενον, ταμιεύεται μετ' ὀλίγα τῇ Μούσῃ τὸ τοῦ Ὀδυσσέως ὄνομα. ἔνθα ἐκεῖνον ἀντίθεον Ὀδυσσέα ἐρεῖ. Τὸ δὲ ἔννεπε, πλεονασμὸν ἔχει τοῦ ἑνὸς νῦ. καὶ δῆλον ἐξ ὧν πολλαχοῦ τὸ ἐνέπω δι' ἑνὸς νῦ ἐκφέρεται, ἀπὸ τῆς εν προθέσεως καὶ τοῦ ἔπω ἐξ οὗ καὶ τὸ ἔπος. οὕτω καὶ ἀπὸ τοῦ ἐνόθω ἐνόσω τὸ κινῶ, τὸ μὲν ἐνοσίχθων, δι' ἑνὸς ἐκφέρεται νῦ. τὸ δὲ ἐννοσίγαιος, διπλάζει τὸ ἀμετάβολον. δῆλον δὲ ὅτι καιριώτερον ὡς ἐν ποιήσει, τὸ ἄειδε ἤπερ τὸ ἔννεπε. ἀείδειν μὲν γὰρ, τὸ μετὰ μέλους, ὅθεν καὶ ᾠδαὶ τὰ ποιήματα. ἐννέπειν δὲ, καὶ τὸ ἁπλῶς λέγειν, ὡς δηλοῖ μετ' ὀλίγα τὸ, εἰπὲ καὶ ἡμῖν. ταυτὸν ὂν τῷ ἔννεπε. τὸ μέν τοι ψάλλειν, ἀμφοῖν διαφέρει ὡς ἀλλαχοῦ δηλοῦται. Ὅρα δὲ ὅτι τὸ μὲν ἐννέπειν, ἢ ἀντὶ τοῦ ᾄδειν ἢ ἀντὶ τοῦ λέγειν ἁπλῶς κεῖται. τὸ δὲ ἐξ αὐτοῦ ἐνίπτειν καὶ ἐνίσσειν, οὐδέτερον ἐκείνων δηλοῖ, ἀλλ' ἐπίπληξιν καὶ ἄμφω δηλοῦσι, τὴν διὰ λόγων μέντοι εἴτουν δι' ἐπῶν. Ὅτι τὸ πολύτροπον, ταυτόν ἐστι τῷ, εὐκίνητον. ποικίλον. πολύμητιν. πολύνουν. ἐπιχειρηματικόν. πολύβουλον. πολύστροφον. οὐκ ἐφ' ἑνὸς ἑστῶτα οἷα γεγραμμένην εἰκόνα. τρεπόμενον δὲ πολλὰς ὁδοὺς βουλευμάτων ὡς Ὀδυσσεῖ πρέπει, τῷ πολυμηχάνῳ, τῷ παντοίοις δόλοις κεκοσμημένῳ καθά φησιν ὁ ποιητής. ὡς τόν γε μὴ οὕτω πολύτροπον, ἀλλὰ στρόφιν κατὰ τὴν κωμῳδίαν, καὶ ὡς οἱ μεθ' Ὅμηρον σκώπτουσι πολύποδα, κακίζει ὁ ποιητὴς ἐν οἷς φησὶ μισεῖν ἄνδρα ὃς ἄλλο μὲν κεύθει ἐν φρεσὶν ἄλλο δὲ βάζει. πολύτροπος οὖν, ὁ διὰ πολλὴν ἐμπειρίαν πολύφρων ὡς ὁ ποιητὴς μετ' ὀλίγα ἐρεῖ. καὶ ὡς Εὐριπίδης ἂν εἴποι, ποικιλόφρων. Ἔτι δὲ πολλὰς ὡς ἐῤῥέθη ἀτραποὺς βουλευμάτων τρεπόμενος, οὐ μὲν ὁ πρὸς πολλὰ ἤθη μεταβαλλόμενος καὶ ἄντικρυς εὔριπος ἢ χαμαιλέων τὸ ἦθος. τρόπον γὰρ, οὐκ οἶδε τὸ ἦθος ὁ ποιητής. ὥς τε οὐδ' ἂν λέγοι πολύτροπον, τὸν πολυήθη καὶ τὰ εἴδη διάφορον. καὶ ὁ τὰ μεθ' Ὅμηρον δὲ γράψας, τὴν λέξιν ταύτην ἐπί τε ποικιλίας νοεῖ ὡς ὅτε εἴπῃ αἶσαν πολύτροπον. καὶ ἐπὶ δόλου, ἐν οἷς λέγοι ὑπεροπῆα πολύτροπον. καὶ ἡ Κίρκη δέ που, πολύτροπον τὸν Ὀδυσσέα καλέσει, δόλιον καὶ φρόνιμον βουλομένη προσειπεῖν. Ὅτι δὲ τὸ πολύτροπον, ἐπαινουμένην τινὰ σημαίνει καὶ πολυειδῆ ἐνέργειαν, δηλοῖ καὶ τὸ περὶ ἀηδόνος ὑπὸ τοῦ ποιητοῦ λεχθέν. τὸ, τροπῶσα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
