# Commentarii ad Homeri Odysseam 1.400.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.400.1

αὐτὸ γενέσθαι. Τοῦ δὲ ὡς ἐῤῥέθη γενικοῦ σήματος πολλὰ μὲν καὶ ἄλλα παράγωγα. ἐν ἐκείνοις δὲ καὶ παράσημος ὁ ἀδόκιμος, ὡς ἀπὸ νομίσματος. ὃ κίβδηλον ὂν παράσημον ἐκαλεῖτο, εἰ καὶ ὕστερον δεδόξασται καὶ ἡ τοιαύτη λέξις διὰ τὰ βασιλικὰ παράσημα ἢ καὶ ἄλλως ἀρχοντικά. (Vers. 76.) Τὸ δὲ ἀνδρὸς δυστήνοιο καινότερον πέφρασται. τὸ γὰρ κοινὸν οὕτω· σῆμα τέ μοι χεῦαι ἀνδρὶ δυστήνῳ. αἴτιον δὲ καὶ νῦν ἡ τῆς δοτικῆς καὶ γενικῆς φιλίωσις. δῆλον δ' ὅτι πολλῶν καὶ τοιούτων καὶ ἀλλοίων καινότερον φραζομένων καὶ παρά τε ἄλλοις καὶ παρὰ τῷ ποιητῇ οὐκ ἔστι κατειπεῖν τῶν οὕτω σχηματιζομένων σολοικισμὸν εἴτουν βαρβαρισμόν. κέκριται δὲ σολοικοφανῆ τε σχήματα καλεῖν ταῦτα καὶ ἁπλῶς οὕτω σχήματα. πᾶν μὲν γάρ φασι τοιοῦτον λάλημα ἤγουν σχῆμα ἁμάρτημά ἐστιν ἑκούσιον διὰ τέχνην ἢ ξενοφωνίαν ἢ καλλωπισμόν. σολοικισμὸς δὲ ἁμάρτημα ἀκούσιον ἐξ ἀμαθίας λαληθὲν παρὰ ὄνομα ἢ ῥῆμα ἢ ἄλλο τι ὧν λέγουσιν οἱ τεχνικοί. Ἐπὶ τούτοις (Vers. 75.) ὅρα καὶ ὅτι σῆμα καὶ τύμβος ταὐτὰ νοοῦσι πολυωνυμίας λόγῳ σὺν καὶ τῷ τάφῳ καὶ τῷ μνήματι. τούτων δὲ τύμβος μὲν καθ' αὑτόν ἐστι, τὰ δὲ λοιπὰ τρία σχίζονται δι' ὁμωνυμίας, εἴγε σῆμα καὶ μνῆμα καὶ τάφος οὐκ ἀεὶ τύμβον δηλοῦσιν, ἀλλὰ τὸ μὲν καὶ σημείου, τὸ δὲ μνήμης, τὸ δ' ἐκπλήξεως ἀντιλαμβάνονται. ὅτε μέντοι ταυτίζονται πολυωνυμικῶς, τότε σήματος μὲν οὐ παρῆκταί τι, τῶν δ' ἄλλων, τάφου μὲν παρώνυμον σὺν ἄλλοις, καὶ ὁ ἐπιτάφιος λόγος ἢ ἀγὼν, τύμβου δὲ ὁ ἐπιτύμβιος, μνήματος δὲ ὁ μνηματίτης. δοκεῖ δὲ ταῦτα καὶ μᾶλλον ὅτ' ἂν ἐν λόγοις θεωρῶνται εἰς ταυτὸν ἥκειν τοῖς ὕστερον καλουμένοις ἐπικηδείοις καὶ θρήνοις. ὧν διαφορὰ, καθότι θρῆνος μέν φασιν ᾄδεται παρ' αὐτῇ τῇ συμφορᾷ πρὸ ταφῆς καὶ μετὰ ταφὴν καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον τῆς κηδείας, ᾀδόμενος ὑπὸ θεραπαινίδων καὶ τῶν σὺν αὐταῖς ὁ δὲ ἐπικήδειος ἔπαινός ἐστι τοῦ τελευτήσαντος, μετά τινος μετρίου σχετλιασμοῦ, ὥστε συγγενῶς ἔχει ὁ ἐπικήδειος λόγος τῷ μνηματίτῃ καὶ ἐπιταφίῳ. οἱ μέν τοι θρῆνοι διεκπίπτουσιν εἰς ἀλλόφυλον, προσήκοντες αὐτοὶ τοῖς παρ' Ὁμήρῳ ἀοιδοῖς θρήνων ἐξάρχοις. οἷς ἐοίκασι καὶ οἱ τοὺς ἐλεγείους ᾄδοντες, εἴγε παρὰ τὸ ἐλέγειν ὁ ἐλεγεῖος παράγεται στίχος. καὶ ταῦτα μὲν τοιαῦτα. (Vers. 57.) Ἐν τοῖς Ὁμηρικοῖς δὲ κεῖται καί τι νόημα λυπηρόν τε καὶ ἀστεῖον, ἄλλως μέντοι καὶ ἄλλως ἐν τῷ· Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα; (Vers. 58.) ἔφθης πεζὸς ἐὼν ἢ ἐγὼ σὺν νηῒ μελαίνῃ; Ὀδυσσεὺς μὲν γὰρ δακρύσας καὶ ἐλεήσας ἔφη οὕτως, ὡς δηλοῖ τὸ, τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ. οἴκτου γὰρ ταῦτα ῥήματα. ὁ μέντοι ἀκροατὴς διαχεθεὶς μειδιάσοι ἂν ἐπὶ τῷ νοήματι, ὡς τοῦ πεζοῦ δῆθεν Ἐλπήνορος παραδραμόντος τάχει τὸν πλέοντα. (Vers. 55.) Ἰστέον δὲ καὶ ὅτι φιλοίκτου μὲν ἀνδρὸς τὸ, τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ. βλαβέντος δ' ἐκ μέθης τὸ, (Vers. 61.) ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος. Ἐλπήνωρ δὲ τοῦτο λέγει ἀφηγούμενος ὡς διὰ μέθην καθὰ καὶ προεγράφη καταπεσὼν τέγεος ἐξετραχηλίσθη. Κακὴν δὲ αἶσαν λέγει τὴν ἀντιδιαστελλομένην ἀγαθῇ τύχῃ, ταυτόν δ' εἰπεῖν, ἀγαθῷ δαίμονι. (Vers. 83.) Ὅτι παρήχησιν τινὰ ἔχει ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη τὸ, εἴδωλον δ' ἑτέρωθεν ἑταίρου πόλλ' ἀγόρευεν. (Vers. 87.) Ὅτι διδάσκων ὁ ποιητὴς προτιμᾶσθαι τῶν ἡδέων τὰ συμφέροντα πλάττει τὸν καρτερικὸν Ὀδυσσέα οἰκτιζόμενον μὲν ἐπὶ τῇ μητρὶ φανείσῃ καὶ πυκινὸν ἀχεύοντα, μὴ ἐῶντα δὲ ὅμως αἵματος ἆσσον ἐλθεῖν αὐτὴν, πρὶν Τειρεσίαο πυθέσθαι. (Vers. 85.) Αὐτολύκου δὲ γενεαλογεῖ ὁ ποιητὴς Ἀντίκλειαν τὴν τοῦ Ὀδυσσέως μητέρα. περὶ οὗ ὅτι κλεπτίστατος ἦν, ἐν τοῖς μετὰ ταῦτά που δηλωθήσεται. (Vers. 85.) Πυκινὸν δὲ ἀχεύειν ὥσπερ καὶ πυκινὸν ἄχος, ἢ τὸ κατὰ συνέχειαν καὶ μὴ ἀραιῶς ἐκ διαλειμμάτων, ἢ ἐπεὶ διαχέει μὲν ἡ χαρὰ, πυκνοῖ δὲ καὶ συστέλλει ἡ λύπη. (Vers. 90.) Ὅτι εἰ καὶ αἱ λοιπαὶ τῶν τεθαμμένων ψυχαὶ μὴ πιοῦσαι χοῆς καὶ αἵματος οὔτε ἐπεγίνωσκον οὔτε τι προσεφώνουν, ἀλλ' ἐλθοῦσαι ἀνεχώρουν ὀπίσω καθὰ μετ' ὀλίγα ὁ Τειρεσίας ἐρεῖ δίχα γε, ὡς ἐῤῥέθη, τοῦ Ἐλπήνορος τοῦ μή πω ταφέντος, ἀλλ' ὁ Τειρεσίας καὶ μὴ πιὼν αἵματος ἐπιγινώσκει τὸν Ὀδυσσέα καὶ προσφωνεῖ ὁμιλητικῶς (Vers. 94.) καὶ τοῦτό ἐστιν αὐτῷ διάφορον πρὸς τὰς ἄλλας ψυχὰς ὡς πεπνυμένῳ πρὸς σκιάς. δεδιὼς δὲ ὅμως τὴν ἐπισειομένην ὕλην καὶ αὐτὸς, τὸ ξίφος δηλαδὴ, ἀναχωρεῖν τε τοῦ βόθρου κελεύει τὸν Ὀδυσσέα, καὶ τὸ φάσγανον ἀπίσχειν, ὅ ἐστιν ἄπο ἔχειν, ἤτοι ἀφιστᾶν, ἵνα πιὼν εἴπῃ τὸ ἀληθές. ὥστε καὶ ὁ Τειρεσίας εἰ καὶ γνωρίζει πρὸ τοῦ πιεῖν, ἀλλ' οὐ μαντεύεται, μισθὸν δὲ αὐτὸ τοῦ πιεῖν ἀντιδίδωσιν. (Vers. 91.) Ἐν τούτοις δὲ τὸν σεμνὸν Τειρεσίαν σχήματι καινῷ ἐξαγγέλλει, ὡς καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
