Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.403.1
Not analysed yet
λεπτυνθέντες καὶ ῥιπισθέντες ἀνέμοις. ἔχει δὲ λόγον ἡ τοιαύτη ἑρμηνεία καὶ διὰ τὸ πλάτην καλεῖσθαι ἄμφω. πλάτη γὰρ θαλασσία τὸ ἐρετμόν. καὶ πλάτη χερσαία τὸ πτύον. Σοφοκλῆς δὲ, φασὶ, παραφράζων τὸ Ὁμηρικὸν φησίν· ὤμοις ἀθηρόβρωτον ὄργανον φέρων. καὶ ὤφειλε μὲν ἀθερόβρωτον εἶναι, ἀθὴρ γὰρ ἀθέρος ὡς αἰθὴρ αἰθέρος, ἠκολούθησε δὲ τῷ ἀθηρολοιγός. ὃ καὶ αὐτὸ ἀθερηλοιγὸς ὀφεῖλον εἶναι, ὅμως δι' ἐκτάσεως ἐγράφη διὰ τοῦ η ὁμοίως τῷ, Μεθώνη Μηθώνη. Φέρης Φέρητος Φηρητιάδης, καὶ τοῖς τοιούτοις. πρὸς ὁμοιότητα δὲ τοῦ βροτολοιγὸς, σύγκειται ὁ ἀθηρηλοιγός. τοῦτο δὲ ἰσοδύναμον τῷ ἀθηρόβρωτος. καὶ οἱ μὲν παλαιότεροι οὕτως. οἱ δὲ νεώτεροι ἀθηρηλοιγὸν νοοῦσι τὴν κώταλιν, ἤγουν τὸ τῆς ἀθήρης κίνητρον, ἵνα ἀστείως ὁ ἠπειρώτης ἐκεῖνος ἐκφλυαρίζῃ τὴν κώπην τῇ πρὸς τορύνην ὅ ἐστι δοίδυκα ὁμοιότητι, καὶ ἔχει ἀκριβέστερον ἡ τοιαύτη ἑρμηνεία τοῦ ἀθηρηλοιγοῦ. ἀθὴρ γὰρ οὐκ ἀμφιλέκτως τὸ τοῦ στάχυος λεπτότατον ἄκρον ὃ δίκην αἰχμῆς προβέβληται κατὰ τῶν ἀφανίζειν ἐθελόντων σπερμολόγων ὀρνέων, ἀλλὰ μάλιστα, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη, ἀθέρες ἐλέγοντο, οἱ ἀγενεῖς ἀστάχυες, οὓς δηλαδὴ οὐκ ἔστι θερίζειν. ἀθήρη δὲ, ἡ ἑψημένη σεμίδαλις. ἣν καὶ ἀθάραν φησὶν ὁ κωμικός. Ἰστέον δὲ ὅτι τὴν ῥηθεῖσαν εἰκασίαν τῆς κώπης πρὸς ἀθηρηλοιγὸν οὐ τοσοῦτον παίζων ὁ ἀθάλαττος ὁδίτης ἐκεῖνος δόξει ποιήσασθαι, ὅσον ἀγνοῶν ἀγροικώτερον διὰ τὸ πάντῃ ἀσύνηθες. οὕτω καὶ ὁ Προυσαεὺς Δίων ἀγρότην τινὰ γράφει τὸν τῆς Εὐβοϊκῆς ἀγορᾶς κύκλον εἰκάζοντα φάραγγι, ὁποίων πολλῶν οἱ κυνηγετοῦντες πειρῶνται. καὶ βρέφος δὲ τριετὲς μὴ πειραθέν πω χειμῶνος ἔγνωσται περὶ τὸ τρίτον ἔτος χιόνα κατενεχθεῖσαν ἣν οὔπω εἶδεν, εἰς ἄλευρον εἰκάζων καὶ εἰς τίτανον καὶ εἰς τυρὸν, ὧν πεπείρατο. εἰκὸς δὲ καὶ περιεργότερον τὸν ὁδίτην οὕτως εἰκάσαι ὡς ἐν ἀστεϊσμῷ, καθὰ καὶ νῦν τῶν τινες εὐτραπέλων τοὺς ξίφη περιεζωσμένους τῶν στρατιωτῶν οἰακίζεσθαι τῇ σπάθῃ φασὶ κατὰ ναυτικόν τινα εἰκασμόν. Τὸ δὲ ἀνὰ φαιδίμῳ ὤμῳ, δύναται μὲν καὶ δυϊκῶς νοηθῆναι ἀντὶ τοῦ, ἀνὰ τοὺς ὤμους, Ὁμηρικώτερον δὲ εἰπεῖν αὐτὸ εἰρῆσθαι κατὰ δοτικὴν ἑνικὴν πτῶσιν. καὶ εἰσὶ τοιαύτης παραδείγματα συντάξεως καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. συντελεῖ δ' ἐνταῦθα καὶ τὸ, ἀνὰ σοὶ τάδε πάντα λέπαργε, ταυτὸν ὂν τῷ, ἀνὰ τοῖς σοῖς ὤμοις ἢ ἀνὰ τῷ σῷ ὤμῳ. βοὸς δὲ ἐπίθετον τὸ λέπαργε, λευκοῦ ἴσως κατὰ τὸ λεπτιζόμενον ἐξ αὐτοῦ, ἤγουν κατὰ τὸ δέρμα. παροιμία δέ ἐστι τὸ ῥηθὲν ἐπὶ τῶν οὐδὲ μετὰ κάματον ἀνιεμένων. καὶ γάρ φασι βοῒ λυθέντι ἔργον ἐπιτίθεται ὁ ζυγὸς καὶ τὰ σκεύη τῷ δυνατωτάτῳ. Ὅρα δ' ἐν τούτοις τὸ, βοῒ λυθέντι ἔργου. ὅθεν σύγκειται ὁ δειλινὸς βουλυτός. Ἐνταῦθα δὲ σημειωτέον καὶ ὅτι ὁ γράψας τὴν ἀνα πρόθεσιν εἰλῆφθαι ἀντὶ τῆς ἐπι ἐν τῷ, ἀνὰ Γαργάρῳ ἄκρῳ ἤδη δὲ καὶ ἐν τοῖς ἄλλοις τοῖς ὁμοίοις οὐκ ἠλλοίωσε τὸ τὴν ἀνα πρόθεσιν ἐν τοῖς τοιούτοις τὴν ἄνω σχέσιν δηλοῦν. καὶ γὰρ καὶ ἡ ἐπι πρόθεσις ἐπὶ τοιούτου ἔστιν ὅτε σημαινομένου τίθεται. εὖ δὲ πάντως λέγει ἐκεῖνος καὶ ὅτι ἡ ἀνα πρόθεσις ἐν μὲν τῷ ἀνάθορε τὴν ἄνω σχέσιν δηλοῖ, ἐν δὲ τῷ ἀνέλαβε τὸ ἐξ ὑστέρου, ἐν δὲ τῷ χρυσέῳ ἀνὰ σκήπτρῳ ἀντὶ τῆς ςυν εἴληπται, ἐν δὲ τῷ ὤχθησαν δ' ἀνὰ δῶμα Διὸς τῇ κατα ἰσοδυναμεῖ, ἐν δὲ τῷ κτείνονται δ' ἀν' αὐτὰς ἶσον δύναται τῇ παρα, βαρυνομένη δὲ ὡς ἐν τῷ, ἀλλ' ἄνα εἰ μέμονάς γε, τὸ ἀνάστηθι σημαίνει. Ἰστέον δὲ ὅτι ὁ ἐπικρίνας τραχὺν εἶναι τῷ ῥυθμῷ στίχον τὸ, τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρὸς, ἐκεῖνος λέγει κακοφώνου μὲν ῥυθμοῦ εἶναι τὸ, φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ. μαλακοειδῆ δὲ τὸν ὁμαλῶς ἀκοῇ προσπίπτοντα, οἷον, αἵματί οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι. λογοειδῆ δὲ τὸν καὶ πολιτικὸν, ὃς ἄνευ πάθους φησὶν ἢ τρόπου λέγεται, οἷον, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα. καὶ τοιάδε μὲν ταῦτα. (Vers. 123.) Εὐῆρες δὲ ὅτι οὐ μόνον ἐπὶ ἐρετμοῦ οὐδὲ μόνον ἐπὶ πλοίου ἀλλὰ καὶ τὸ ἁπλῶς ἐπιεικὲς καὶ πρᾷον ἡ λέξις δηλοῖ καὶ εὐάγωγον, καὶ ἀλλαχοῦ ἐδηλώθη. καιρία δὲ ὡς ἐν ποιήσει λέξις τὸ, εὐῆρες ἐρετμόν. διὸ καὶ τρὶς ἐνταῦθα χρῆται Ὅμηρος ταύτῃ κατὰ σχῆμα ἐπιμονῆς. (Vers. 121.) Τὸ δὲ εἰσόκε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν γέγονέ ποτε χρήσιμον κατὰ παρῳδίαν Ἀμαρδίωνι τῷ Ἀχαιῷ, ὃς φεύγων Φίλιππον καὶ εὑρεθεὶς καὶ ἐρωτηθεὶς ἕως πότε οὕτω ποιήσει, ἔφη, εἰσόκε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον. (Vers. 122.) Ἐν δὲ τῷ, οὐδέθ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν, ὀκνοῦσι τινὲς τοὺς ἅλας νοῆσαι, λέγοντες ὡς καὶ παρὰ ἠπειρώταις, οἳ οὐκ ἴσασι θάλασσαν, ἅλες εὑρίσκονται, οἷον ὀρυκτοὶ, ἢ καὶ ἄλλως, ἐκ τοῦ ἀναβράττειν ἁλμυρὰ φρεατιαῖα ὕδατα. ὃ δή που καὶ περὶ τὰ ἀρκτῷα γίνεται. ἤδη δὲ καὶ ἀπὸ ῥιζῶν τινῶν ὑφαλμύρων καύσεως.