# Commentarii ad Homeri Odysseam 1.404.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.404.1

ἑρμηνεύουσιν οὖν τὸ ἅλεσσι μεμιγμένον εἶδαρ, ἀντὶ τοῦ τοῖς ἐκ θαλάττης βρώμασι. τὸ μέντοι εἰπεῖν ἅλεσσι ταῖς θαλάσσαις οὐδόλως προσδέδεκται, διὰ τὸ τὴν κλῆσιν τῆς ἁλὸς μὴ διαβαίνειν. ἐπέκεινα τῶν ἑνικῶν, ὁμοίως τῇ γαίᾳ. ἐκείνη γὰρ καὶ εἰς πληθυντικὰ μεταβαίνει ὡς πολλαχοῦ φαίνεται. κρεῖττον μέντοι νοεῖν τοὺς κοινῶς λεγομένους ἅλας, ἵνα δηλοῖ ἄκραν ἀγροικίαν ἀνθρώπων ἐκείνων οἳ οὐδαμῶς ἅλας οἴδασιν, οὔτε θαλασσίους οὔτε ὀρυκτοὺς οὔτε τοὺς ἄλλοθεν. (Vers. 123.) Νῆες δὲ φοινικοπάρῃοι αἱ ἀλλαχοῦ μιλτοπάρῃοι διὰ τὸ τῆς μίλτου φοινικοῦν. (Vers. 124.) Πτερὰ δὲ νηὸς, τὰς κώπας λέγει, κρεῖττον ἤπερ ὁ Λυκόφρων τὰ ἱστία. εἰ γὰρ καὶ τάχους αἴτια τῇ νηῒ καὶ τὰ ἱστία καθὰ καὶ αἱ κῶπαι, ἀλλὰ τὸ σχῆμα τῶν πτερῶν μᾶλλον αἱ κῶπαι σώζουσιν ἤπερ τὰ λαίφεα. καί πως κατὰ τὰ σχιζόπτερα πέτεται ἡ ναῦς ταῖς κώπαις ὅσα καὶ πτεροῖς. (Vers. 127.) Ἐν δὲ τῷ, ἀνὰ φαιδίμῳ ὤμῳ, δοτικῇ συντάσσεται ἡ ἀνα πρόθεσις ὡς καὶ ἐν τῇ Ἰλιάδι σεσημείωται. (Vers. 129.) Τὸ δὲ ἱερὰ καλὰ τὸ ὕστερον καλλιερεῖν καὶ τὸ καλλιέρημα συνέθηκεν. (Vers. 130.) Ἀρνειὸς δὲ, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, θύεται Ποσειδῶνι διὰ τὸ πρᾷον τῆς θαλάσσης ὅτε ἠρέμα πορφύρει γαλήνιον, ταῦρος δὲ διὰ τὸ κατὰ σφοδρότητα κινήσεως πληκτικὸν, ἔτι δὲ καὶ διὰ τὸ μυκητικὸν καὶ διὰ τὰς ἐν τῷ ὕδατι δὲ καμπτὰς δίκην κεράτων. κάπρος δὲ διὰ τὸ τοῦ ὑγροῦ γόνιμον. συνουσιαστικὸν γὰρ ὁ ἄῤῥην καπρός. ὅθεν καὶ καπρᾶν τὸ οὕτως ὀρέγεσθαι, καὶ καπρῶσα γυνὴ ἡ οὕτως ἐφιεμένη. Τὸ δὲ συῶν ἐπιβήτορα περίφρασίς ἐστι τοῦ κάπρου. Ἰστέον δὲ ὅτι ἡ τοιαύτη θυσία τριττύα λέγεται παρὰ τοῖς παλαιοῖς, οἳ τριττύαν ἔλεγον τὴν ἐκ τριῶν ζώων θυσίαν, οἷον, δύο μήλων καὶ βοὸς, ὡς Ἐπίχαρμος, ἢ βοὸς καὶ αἰγὸς καὶ προβάτου, ἢ κάπρου καὶ κριοῦ καὶ ταύρου. ἡ δὲ τοιαύτη καὶ βούπρωρος φασὶν ἐλέγετο διὰ τὸ προηγεῖσθαι αὐτῆς οἷα νηὸς πρώραν τὸν βοῦν. φράζει δέ τινα τριττύαν καὶ (Vers. 431.) ὁ κωμικὸς ἐν τῷ, βουθυτεῖ ὗν, καὶ τράγον καὶ κριόν. ἐλέγετο δὲ καὶ δωδεκαῒς θυσία ἡ ἐκ δώδεκα ζῴων. ἡ δ' αὐτὴ καὶ διὰ τοῦ η δωδεκηΐς. ὡς δὲ καὶ ἑκατόμβη ἐλέγετο ἡ ἐξ ἑκατὸν, καὶ χιλόμβη ἡ ἀπὸ χιλίων, δῆλόν ἐστιν. οὕτω δὲ καὶ ὅτι ἀρνειὸς μὲν ὀξυτόνως ζῷον, ἀρνεῖος δὲ μὴν προπερισπωμένως. (Vers. 133.) Τὸ δὲ νοστῆσαι περιφράζων οἴκαδε ἀποστείχειν λέγει. Θάνατος δὲ ἔξαλος ὁ ἠπειρωτικὸς καὶ ἔξω θαλάσσης, ἵνα λέγῃ ὅτι εἰ καὶ δυστυχεῖς ὦ Ὀδυσσεῦ κατὰ θάλασσαν, ἀλλ' ὁ θάνατός σοι οὐκ ἐν αὐτῇ ἔσται ἀλλ' ἔξω αὐτῆς. τινὲς δὲ ἐξ ἁλὸς γράφουσι κατὰ παράθεσιν ἐν δισὶ μέρεσι λόγου, λέγοντες ὡς Τηλέγονος ὁ Κίρκης καὶ Ὀδυσσέως ἡφαιστότευκτον δόρυ ἔχων οὗ ἀδαμαντίνη μὲν ἡ ἐπιδορατὶς, αἰχμὴ δὲ κέντρον θαλαττίας τρυγόνος, χρυσοῦς δὲ ὁ στύραξ. καὶ ἐλθὼν ἐκ Τυρσηνίας εἰς ἀναψηλάφησιν τοῦ πατρὸς καὶ λεηλατῶν ἀγνοίᾳ τὰ ἠπειρωτικὰ τοῦ Ὀδυσσέως κτήματα καὶ εὑρὼν ἀντίπαλον τὸν πατέρα, ἀνεῖλεν οὐκ εἰδώς. καὶ οὕτω τῷ κατὰ θάλασσαν ἀεὶ κακῶς πράττοντι ἐκ θαλάττης αὖθις ὁ θάνατος, ὃς ἔπεφνεν αὐτὸν, καθὰ καὶ Ὀππιανὸς ἱστορεῖ, τῷ τῆς τρυγόνος κέντρῳ, ἣν Φόρκυς φασὶν ἀνεῖλεν φθείρουσαν τοὺς ἐν τῇ Φορκίδι λίμνῃ ἰχθῦς. Ἰστέον δὲ ὡς εἰ καὶ ἐγράφη προσεχῶς οἷά τι ἕτερον ἡ ἐπιδορατὶς καὶ ἡ αἰχμὴ, ἀλλ' οἱ πλείους ἰσοδύναμα ταῦτα κατὰ πολυωνυμίας οἴδασι. διὸ εἴη ἂν καὶ ἐνταῦθα ἐπιδορατὶς μὲν ἀδαμαντίνη, τὸ ἐπὶ τῷ δόρατι ἤγουν τὸ μετὰ τὸ δόρυ ἐξ ἀδάμαντος ὀξύ. αἰχμὴ δὲ τρυγόνος τὸ ἐπὶ τῷ ἀδάμαντι ὀξύτατον, εἰ μὴ ἄρα τυχὸν μεμέρισται ἄλλως πως ἡ ἱστορία, καὶ οἱ μὲν ἀδαμαντίνην τὴν ὅλην εἶπον ἐπιδορατίδα, οἱ δὲ πάλιν τὴν ὅλην ἀπὸ κέντρου τρυγόνος. Ἰστέον δὲ καὶ ὅτι εἴτε ἔξαλος γράφει τις εἴτε ἐξ ἁλὸς, λοξότητα χρησμοῦ μιμεῖται ὁ τοιοῦτος λόγος τοῦ Τειρεσίου διὰ τὸ ἀσαφὲς καὶ δυσεξήγητον. Ἰστέον δὲ ὅτι ὁ παρὰ τοῖς μεθ' Ὅμηρον ἐν δυσὶ λ ἔξαλλος ἄλλο τι παντελῶς ἐστὶ παρὰ τὸν Ὁμηρικὸν ἔξαλον. καὶ δηλοῖ αὐτὸ καὶ ἡ ἔξαλλος στολὴ, ὅ πέρ ἐστιν ἡ ἐξέχουσα τῶν ἄλλων καὶ οὕτω παρεξηλλαγμένη. (Vers. 134.) Ἀβληχρὸς δὲ θάνατος ὁ ἀσθενὴς καὶ ἠρεμαῖος διὰ τὸ ἄνοσον, ὁποῖος ὁ ἐν γήρᾳ μάλιστα λιπαρῷ. καὶ τοῦτο μὲν κατὰ τὴν ἔννοιαν τοῦ ἔξαλος. εἰ δὲ πληγεὶς τέθνηκεν Ὀδυσσεὺς, εἴη ἂν ἀβληχρὸς θάνατος καθόλου ὁ ἀβληχροποιὸς, ὡς ἀσθενεῖς ποιῶν τοὺς θνήσκοντας. (Vers. 135.) Γῆρας δὲ λιπαρὸν τὸ δίχα νόσου καὶ τῆς ἐκεῖθεν τηκεδόνος, καὶ ἄλλως δὲ τὸ εὔδαιμον, ᾧ ἐναντίον μετ' ὀλίγα τὸ, χαλεπὸν δ' ἐπὶ γῆρας ἱκάνει. (Vers. 136.) Ὄλβιοι δὲ λαοὶ οἱ εὐδαίμονες. μέρος δὲ πάντως εὐτυχίας βασιλεῖ τομέγιστον, ὀλβίους ὑπ' αὐτῷ εἶναι τοὺς λαούς. διὸ καὶ ἀλλαχοῦ φησίν· ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτῷ. (Vers. 138.) Ὅτι ὁ ἐφ' οἷς ἂν μάθοι κακοῖς μὴ ἔχων τί ποιήσειν, εἴποι ἂν τὸ, τὰ μὲν ἄρ που ἐπέκλωσε θεὸς αὐτός. (Vers. 142.) Λύπης δὲ γονικῆς φραστικὸν τὸ, ἀκέουσα ἢ ἀκέων ἧσται οὐ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
