Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.405.1
Not analysed yet
δ' ἑὸν υἱὸν ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι. σαφοῦς δὲ καὶ συντόμου λόγου ἐνδεικτικὸν τὸ, ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐνὶ φρεσὶ θείω. (Vers. 145.) Πρὸς δὲ ἀνομίλητον εἰπεῖν ἁρμόττει τὸ, ὅν τινα μὲν ἂν ἐᾷς ᾆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει. ᾧ δ' ἂν ἐπιφθονέοις, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω. τὸ δὲ τοιοῦτον καὶ ἐπὶ τῶν ἐπὶ μισθῷ βαρεῖ διδασκόντων παρῳδήσεταί ποτε. (Vers. 147.) Ὅρα δὲ τὸ, νημερτὲς ἐνίψει, ἀντὶ τοῦ ἁπλῶς εἴπῃ, οὐ μὴν μετά τινος κακολογίας, ὡς ἀλλαχοῦ λέγεται. (Vers. 143.) Ἐν τούτοις δὲ καὶ τὸ ἀναγνωρίσαι ἀναγνῶναι κεῖται, οἷον· πῶς κέν με ἀναγνοίη. μετ' ὀλίγα δὲ τὸ αὐτὸ καὶ δίχα προθέσεως. (Vers. 152.) ἐρεῖ γάρ· αὐτίκα δ' ἔγνω, ἤγουν ἀνεγνώρισεν, ἡ μήτηρ δηλαδὴ Ἀντίκλεια μετὰ τὸ πιεῖν αἷμα. ὃ δὴ καὶ ἐπὶ τῶν ἄλλων κοινῶς ψυχῶν γίνεται. κατὰ γὰρ τὸν Τειρεσίαν, ὃν μὲν ἐᾷ νεκύων ὁ Ὀδυσσεὺς αἵματος ἐγγὺς ἐλθεῖν, ἐκεῖνος νημερτές τι ἐρεῖ. ὁ δὲ φθονηθεὶς πάλιν εἶσιν ὀπίσσω. τοῦτο δὲ γραφῆναι χρήσιμον ἐπί τινος οὐκ ἂν ἄλλως ὠφελοῦντος, εἰ μὴ μετὰ βαρὺ κέρδος, καὶ οἷον πόσιν αἵματος τοῦ ἐκ τῶν ὠφελουμένων. Ὅτι δὲ τὸ οὕτω πιεῖν καὶ ἀναγνωρισμοῦ ἦν αἴτιον κατὰ τὸν ποιητικὸν λῆρον καὶ τοῦ μαντεύεσθαι, δηλοῖ καὶ Ἀντίκλεια πιοῦσα καὶ εὐθὺς γνωρίσασα, καὶ ὑπονοήσασα ὡς Τροίηθεν ἀλώμενος ὁ υἱὸς ἐνθάδ' ἱκάνει οὐδέπω ἐλθὼν εἰς Ἰθάκην οὐδὲ τὴν γυναῖκα ἰδών. (Vers. 154.) Ὅτι πρὸς τὸν παραβαλόντα δυσδαίμονι καὶ σκυθρωπῷ τινι τόπῳ λεχθείη ἂν τὸ, τέκνον ἐμὸν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα ζωὸς ἐών; χαλεπὸν δὲ ταῦτα ζωοῖσιν ὁρᾶσθαι. (Vers. 156.) Ὅτι φανερῶς ἐνταῦθα ὁ ποιητὴς δηλοῖ τὴν Ὀδυσσέως μυθικὴν εἰς Ἅιδου κατέλευσιν ἐπὶ τὰ πέραν ἐκεῖθεν τέρματα γενέσθαι τοῦ Ὠκεανοῦ, ἔνθα καὶ τοὺς ἀστέρας δηλαδή φασιν δύνειν. λέγει γάρ· πῶς ἦλθες ὑπὸ ζόφον, καὶ ἑξῆς, ὡς προεγράφη. μέσσῳ γὰρ, ἤγουν διὰ μέσου, μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα. Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι πεζὸν ἰόντα, ἢν μή τις ἔχῃ εὐεργέα νῆα. διὰ μέσου ἄρα τοῦ Ὠκεανοῦ μυθεύεται εἰς Ἅιδην Ὀδυσσεὺς ἐλθεῖν πλεύσας νηῒ πανημέριος, ὡς προδεδήλωται, οἷα τῆς κατὰ τὴν Κίρκην νήσου ἢ ἐν Ὠκεανῷ πεπλασμένης εἶναι ἢ πρὸς τῷ Ὠκεανῷ κατὰ τὴν ποιητικὴν τερατείαν. Τὰ δὲ δεινὰ ῥέεθρα αἰπὰ ἐν ἄλλοις φησί. (Vers. 157.) Τὸ δὲ Ὠκεανὸς μὲν πρῶτα ἀντὶ τοῦ, πρὸ τῶν ἄλλων, ἤγουν ὑπὲρ τοὺς ἄλλους ποταμούς. καὶ ἄλλως δὲ, πρῶτος τοῖς ἐκεῖθεν ἐπὶ τὴν οἰκουμένην πλεύσουσιν, ἵνα ὁ αὐτὸς Ὠκεανὸς ὕστατος μὲν εἴη τοῖς ἐρχομένοις ἐκεῖ, πρῶτος δὲ τοῖς ἐκεῖθεν ἀπαίρουσιν. (Vers. 165.) Ὅτι πλάνητος ἀνδρὸς λόγος τὸ, οὐ γάρ πω σχεδὸν ἦλθον πατρίδος, οὐδέ πω ἀμῆς γῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχων ἀλάλημαι ὀϊζύν. Τὸ δὲ ἀμῆς γῆς καθ' ὁμοιότητα τοῦ ὑμῆς, ὅ πέρ ἐστιν ὑμετέρας κατὰ δεύτερον ἀντωνυμικὸν πρόσωπον. (Vers. 170.) Ὅτι εὑρὼν Ὀδυσσεὺς μέθοδον τοῦ πρὸς τὸν Φαίακα βασιλέα τὰ οἴκοι ἀφηγήσασθαι, μάλιστα μὲν οὖν μεθοδεύσας δεξιῶς ὁ ποιητὴς ἱστορῆσαι αὐτὰ ποιεῖται τοιαύτην ἐρώτησιν πρὸς Ἀντίκλειαν· τίς νύ σε κὴρ ἐδάμασε τανηλεγέος θανάτοιο, ἢ δολιχὴ νοῦσος, ἢ Ἄρτεμις ἰοχέαιρα οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν. (Vers. 173.) εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος ἤγουν περὶ πατρὸς καὶ υἱοῦ, ἢ παρ' ἐκείνοις (Vers. 174.) ἐστὶν ἐμὸν γέρας, τὸ τῆς βασιλείας δηλαδὴ, ἠέ τις ἤδη ἀνδρῶν ἄλλος ἔχει. εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε, ἢ μένει παρὰ τῷ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει, ἢ ἤδη αὐτὴν ἔγημεν Ἀχαιῶν, (Vers. 178.) ὅς τις ἄριστος, ὡς ἐπαξίαν οὖσαν τοιούτου ἀνδρός. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ὀδυσσέως ὡς ἐν εἴδει προεκθέσεως. (Vers. 180.) ἡ δὲ ἐρωτηθεῖσα μήτηρ ἀμείβεται ὅτι καὶ λίην κείνη γε μένει τετληότι θυμῷ πενθοῦσα, καὶ (Vers. 183.) ὅτι σὸν οὔπω τις ἔχει καλὸν γέρας, τὸ τοῦ βασιλεύειν δηλονότι, ἀλλὰ ἕκηλος Τηλέμαχος τεμένη νέμεται, ὅ ἐστιν ἀγροὺς, καὶ δαῖτας ἐΐσας δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρ' ἀλεγύνειν. πάντες γὰρ καλέουσιν. (Vers. 186.) εἶτα διηγεῖται ἡ τεθνηκυῖα μήτηρ καὶ τὰ κατὰ τὸν Λαέρτην, οὕτω· πατὴρ δὲ σὸς αὐτόθι μίμνει ἀγρῷ οὐδὲ πόλινδε κατέρχεται οὐδέ οἱ εὐναὶ δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα, ἀλλ' ὅγε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ ἐν κόνι ἄγχι πυρὸς, κακὰ δὲ χροῒ εἵματα εἷται. αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τε θαλυῖά τ' (Vers. 191.) ὀπώρη, ἡ μετὰ τὸ θέρος δηλαδὴ ὥρα, πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναὶ, ὅ πέρ ἐστιν ὑπογραφὴ στιβάδος. ἔστι γὰρ στιβὰς βολὴ ὅ ἐστι ῥίψις ἢ θέσις φύλλων κεκλιμένων χαμαί. ταῦτα δὲ πτωχικοῦ βιότου εἰσὶ φραστικά. (Vers. 194.) τὸ δὲ ἐφεξῆς ἔπος λύπην φράζει γεροντικὴν ἐπὶ συγγενεῖ ἀποδήμῳ, τὸ, ἔνθ' ὅγε κεῖτ' ἀχέων. μέγα δὲ φρεσὶ, πένθος ἀέξει τὸν πότμον γοόων ἢ σὸν νόστον ποθέων, χαλεπὸν δ' ἐπὶ γῆρας ἱκάνει (Vers. 196.) καὶ