# Commentarii ad Homeri Odysseam 1.406.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.406.1

ταῦτα εἰποῦσα ἡ μήτηρ ἐπιφέρει· οὕτω γὰρ καὶ ἐγὼ ὀλόμην καὶ πότμον ἐπέσπον, τουτέστι, σὲ ποθοῦσα τέθνηκα. (Vers. 197.) εἶτα καὶ πλατύνουσα τὸν λόγον ὡς πρὸς τὴν τοῦ Ὀδυσσέως ἐρώτησιν πυθομένου εἰ δολιχὴ νοῦσος ἢ Ἄρτεμις ἀπήγαγεν αὐτὴν φησίν· οὔτε με ἐν μεγάροισιν ἐΰσκοπος ἰοχέαιρα κατέπεφνεν, οὔτε τις νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν· ἀλλά με σός τε πόθος, σά τε μήδεα φαίδιμ' Ὀδυσσεῦ, σή τ' ἀγανοφροσύνη (Vers. 202.) μελιηδέα θυμὸν ἀπήυρα. ὅθεν δῆλον, ὡς καὶ ἡ ἄκρα λύπη ἐπιτέμνει τὴν ζωήν. Οἰκεῖα δὲ τὰ προσεχῶς γραφέντα ῥηθῆναι καὶ ὅτε τις ἐπὶ ἀποδημίᾳ φίλου ἀγαθοῦ πολλὰ λυπεῖται. Ὅρα δὲ ὡς οἱ νεώτεροι μὲν ἀπάγξασθαι φασὶ τὴν τοῦ Ὀδυσσέως μητέρα πεπυσμένην δόλῳ Ναυπλίου Ὀδυσσέως τελευτὴν, ὃς δὴ Ναύπλιος πολλοὺς δολίως κατειργάσατο λυπηθεὶς ἐπὶ τῷ τοῦ σοφοῦ υἱοῦ Παλαμήδους θανάτῳ. ὁ δέ γε ποιητὴς λύπῃ μεταλλάξαι τὸν βίον ἱστορεῖ. οἱ δέ γε εἰπόντες ἀπάγξασθαι αὐτὴν, φασὶν ὡς τὴν ἀγχόνην ἐσίγησεν ὁ ποιητὴς διὰ τὸ μιαρὸν τοῦ τοιούτου θανάτου, αἰτίαν γὰρ ἤγουν αἰτίασιν εἶχον οἱ οὕτω τοῦ βίου ὑπεξάγοντες ἑαυτοὺς, καὶ οὐκ ἐδόκει καθαρὸς ὁ τοιοῦτος θάνατος. διὸ καὶ ὁ Τηλέμαχος ὕστερον τὰς κακὰς δουλίδας κρεμάσας ἀπάγει τοῦ βίου καὶ, ὡς ὁ ποιητός φησιν, ὑψόσε ἐπεντανύσας. καὶ ἐπισημειοῦται, ὅτι μὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην. (Vers. 171.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἢ δολιχὴ νοῦσος ἢ Ἄρτεμις, ὁ η σύνδεσμος διαπορητικός ἐστι κατὰ τοὺς παλαιοὺς, δίχα δηλαδὴ ἐρωτήσεως ὡς ἐν τοῖς εἰς τὴν ἄλφα ῥαψῳδίαν τῆς Ἰλιάδος γέγραπται. ἔνθα δεδήλωται καὶ ὅτι πολλαχῶς ὁ τοιοῦτος νοεῖται σύνδεσμος. διαζευκτικός τε γάρ ἐστι καὶ διασαφητικὸς καὶ παραδιαζευτικὸς καὶ διαπορητικὸς ὅτε τις μὴ ἐρωτᾷ, καὶ ἰσοδύναμος τῷ εἰ καὶ ἐρωτηματικὸς καὶ βεβαιωτικὸς καὶ συγκριτικός. ἐνταῦθα δὲ ῥητέον ὅτι καὶ λυτικὸς νόμῳ φιλοσόφων, οἷον· διὰ τί ἐπαινεῖται ἡ μέλισσα. τοῦτο ἀπορία. λύσις δὲ αὐτῆς τὸ, ἢ ὅτι ἀγαθὴ ἐργάτις ἐστί. λαμβάνεται δέ ποτε καὶ ἀντὶ τοῦ εἰ μὴ, οἷον· τί ἂν καλὸν ἐποίησα ἢ τὸν ἄνδρα τοῦτον θαυμάσας, ἤγουν εἰ μὴ θαυμάσας. τοῦτο δὲ ἰσοδύναμόν ἐστι τῷ ἀλλα συνδέσμῳ. λαμβάνεται δέ ποτε τὸ ἢ καὶ ἀντὶ τοῦ καθό, φασιν, ἢ ως. αὐτὸ δὲ καὶ ἧχι μετ' ἐπεκτάσεως γίνεται ἀντὶ τοῦ ὅ που. ἔστιν η καὶ ὅρκιον μετὰ τοῦ μὴν, οἷον· ἦ μὴν ποιήσω τόδε. οὕτω δὲ καὶ μετὰ τοῦ μὲν, οἷον· ἦ μέν μοι πρόφρων ἔπεσι καὶ χερσὶν ἀρήξειν. Περὶ δὲ τοῦ ἦ ἀντὶ τοῦ ἔφη, ῥήματος ὄντος, ἕτερος λόγος. ὅτι δὲ ὁ η σύνδεσμος λαμβάνεταί ποτε μετὰ ψιλῆς καὶ περισπωμένης ἀντὶ τοῦ ἄρα τοῦ κατ' ἐρώτησιν προπερισπωμένου, οὐκ ἄδηλόν ἐστιν. ἐκεῖνο δ' ἐν τοῖς τοιούτοις καινὸν φέρεται, ὅτι τὸ η, ἀντὶ τοῦ δή, ὅτε φασὶ καὶ ἐγκλίνεται, οἷον· ἐπείη. καὶ μὴν περὶ τούτου ἀλλοῖόν τι ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη, ὃ καὶ ζητητέον ἐκεῖ. Ἐπὶ τούτοις ἰστέον καὶ ὅτι δολιχὴ μὲν ὀξυτόνως ἡ μακρὰ Δολίχη δὲ βαρυτόνως, ὄνομα πόλεως, ὥσπερ καὶ δολιχὸς μὲν ὁ μακρὸς, δόλιχος δὲ προπαροξυτόνως ὄσπριόν τι. καὶ ὅτι οὐ μόνον Ἰώνων ἴδιον ἡ τοῦ υ ἐπένθεσις ἐν τῷ, νόσος νοῦσος, ὄρος οὖρος, ὅλος οὖλος. οἷον· οὖλος ἄρτος καὶ τοῖς ὁμοίοις, ἀλλὰ καὶ Αἰολεῖς ποιοῦσι τοιοῦτόν τι ἐν οἷς τὸ ἀτὰρ αὐτὰρ λέγουσι, καὶ τὸ θέω χέω πλέω ῥέω, οὐ διὰ μόνου τοῦ ε κλίνουσι κατὰ τὸ τελέω τελέσω, ἀλλὰ σὺν τῷ υ, θεύσω χεύσω πλεύσω ῥεύσω. Καὶ ὅτι ἡ δολιχὴ νόσος ἀντιδιαστέλλεται πρὸς τὸν ἐκ βολῆς Ἀρτέμιδος, ἀλλαχοῦ δὲ καὶ Ἀπόλλωνος, γινόμενον θάνατον, ὡς τοῦ τοιούτου αἴφνης ἐπισυμβαίνοντος, καθὰ πολλαχοῦ ἐδηλώθη, καὶ μὴ διὰ νόσου δολιχῆς γινομένου, ἣ μάλιστα διὰ τηκεδόνος θανατοῖ. Ἰοχέαιραν δὲ ὅτι τὴν ἰοτρόφον ἀσπίδα δριμέως οἱ μεθ' Ὅμηρον ἐκάλεσαν, καὶ ἀλλαχοῦ δηλοῦται. Ἰστέον δὲ καὶ ὅτι Δίφιλος ἐν τῷ, Λητοῦς Διός τε τοξόδαμνε παρθένε, τὴν ἰοχέαιραν παρέφρασεν εἰς τοξόδαμνον. (Vers. 173.) Σημείωσαι δὲ καὶ ὅτι τριῶν οὐσῶν ἐρωτήσεων ἐφεξῆς τῷ Ὀδυσσεῖ πρὸς τὴν μητέρα, ἤγουν, τίς νόσος αὐτὴν ἐδάμασε, καὶ εἴπερ τὸ αὐτοῦ γέρας παρὰ τῷ Λαέρτῃ καὶ τῷ Τηλεμάχῳ ἐστὶ, καὶ πῶς ἔχει τὰ κατὰ τὴν γυναῖκα. διὸ καὶ τρὶς ἐν τούτοις κεῖται τὸ, εἰπέ μοι τόδε, καὶ πάλιν, εἰπὲ δέ μοι πατρὸς καὶ υἱέος, καὶ, εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν. (Vers. 180.) ἡ μήτηρ ἐν τῷ ἀποκρίνεσθαι ἀναποδίζει. καὶ ἀπὸ τοῦ τέλους ἀρξαμένη ἄνεισιν εἰς τὸ πρῶτον κατὰ βαθμίδα τινά. καὶ πρῶτα μὲν φησὶ περὶ τῆς γυναικὸς ὡς λίαν μένει παρὰ τῷ υἱῷ τετληότι θυμῷ, εἶτα περὶ τοῦ υἱοῦ, καὶ μετ' αὐτὸν περὶ τοῦ πατρός. ἐφ' οἷς ἐπαναβᾶσα εἰς τὸ πρῶτον λέγει περὶ τῆς νόσου. ὅθεν δῆλον ὡς οὐ πάντῃ ἀναγκαῖον ἐν ταῖς πεύσεσι πρῶτον ἀπαντᾶν πρὸς τὸ πρῶτον καὶ ἑξῆς πρὸς τὰ καθ' εἱρμὸν, ἀλλ' ὅπῃ τύχῃ γίνεσθαι τὰ τῆς ἀποκρίσεως καὶ ὅπως ἂν συμφέρῃ τῷ ἀποκρινομένῳ. (Vers. 171.) Ὅτι δὲ Ἄρτεμις καὶ Ἀπόλλων τοῖς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
