Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.407.1
Not analysed yet
αἰφνιδίοις ἐπιστατεῖν θανάτοις λέγονται οἷς ἐναντίαι αἱ δολιχαὶ νόσοι, δῆλόν ἐστι, (Vers. 172.) καὶ ὅπως ἀγανὰ βέλη τὰ τῶν αἴφνης θνησκόντων. (Vers. 180.) Τὸ δὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει, παρηχεῖται κατὰ τὸ παιδὶ καὶ ἔμπεδα. καθὰ καὶ πρὸ τούτου τὸ, εἴδωλον ἑτέρωθεν ἑταίρου πόλλ' ἀγόρευε. (Vers. 178.) Τὸ δὲ ἔγημεν ὅτι διαφέρει τοῦ ἐγήματο, οὐκ ἄδηλον οὐδ' αὐτὸ, καθὰ δηλοῖ καὶ τὸ, θάλαμον ἐν ᾧ οὐκ ἔγημεν ἀλλ' ἐγήματο. ἀφ' οὗ δοκεῖ παραξέσας Αἰθέριος εἰπεῖν τὸ βαινόμενος βαίνων ὅ τε νυμφίος ἄλλο τε νύμφη. (Vers. 180.) Τὸ δὲ τετληότι θυμῷ, τλήμονα καὶ τὴν Πηνελόπην εἶναι δηλοῖ πρεπόντως τῷ τλήμονι ἀνδρὶ Ὀδυσσεῖ. (Vers. 185.) Τὸ δὲ δαῖτας δαίνυται τρόπος ἐτυμολογίας ἐστίν. (Vers. 186.) Ὅρα δὲ καὶ τὸ, πάντες καλέουσι, κοινότερον ῥηθὲν ἐπὶ τῆς εἰς δεῖπνον κλήσεως. δοκεῖ δὲ ἀρχαῖον ἔθος εἶναι εἰς δαῖτας δημοσίας προκαλεῖσθαι τοὺς βασιλεῖς τε καὶ τοὺς δικαστὰς ὡς δηλοῖ καὶ τὸ, δαῖτας ἃς ἐπέοικε δικασπόλον ἄνδρα ἀλεγύνειν, ὅ ἐστιν ἀλέγειν, ἐν λόγῳ ποιεῖσθαι, φροντίζειν. ἐνταῦθα δὲ καὶ εἰς ταυτὸν ἄγει τῷ βασιλεῖ τὸν δικασπόλον, διὰ τὸ πρέπειν τοιοῦτον εἶναι τὸν βασιλέα. (Vers. 190.) Τὸ δὲ ἐν κόνι γράφεται μὲν καὶ διὰ διφθόγγου Ἀττικῶς, μάλιστα δὲ διὰ τοῦ ι ἐκ τοῦ κόνις κόνιος κόνιϊ καὶ κατὰ κρᾶσιν κόνι. (Vers. 192.) Τίς δὲ ὁ γουνὸς τῆς οἰνοπέδου ἀλωῆς, προγέγραπται. Ἡ δὲ κατὰ τὸ θέρος πάντῃ χαμαὶ βεβλημένη τῶν φύλλων χύσιν δαψίλειαν τε εἶναι στιβάδων δηλοῖ τῷ τοῦ Ὀδυσσέως πατρὶ, καὶ αὐτὸν δὲ πάντῃ ἀσθενῆ τυγχάνειν παρασημαίνει, εἴπερ οὕτω συχνὰ πίπτει κατὰ στιβάδων. Κεκλιμένα δὲ φύλλα λέγει, οὐχ' ὅτι φυλλοχόος μὴν τηνικαῦτα, ἀλλὰ τὰ ἐπίτηδές φασι κεκλαδευμένα. Εὐναὶ δὲ χθαμαλαὶ πρὸς διαστολὴν ἑτέρων ὑψηλοτέρων στιβάδων, ἵνα εἶεν αὗται πάνυ εὐτελεῖς διὰ τὸ καὶ πεδιναὶ εἶναι καὶ διατοῦτο ταπειναί. ὁποῖαι ἴσως καὶ αἱ χαμαιεῦναι. (Vers. 197.) Τὸ δὲ ἐΰσκοπος ἄλλως μὲν ἐπὶ Ἑρμοῦ κεῖται, δηλοῖ γὰρ τὸν ἀγαθὸν σκοπευτὴν, ἑτέρως δὲ ἐπὶ τῆς τοξικῆς Ἀρτέμιδος, ἵνα ᾖ ἐΰσκοπος Ἄρτεμις ἡ εὖ καταστοχαζομένη τοῦ σκοποῦ. (Vers. 181.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, ὀϊζυραὶ δέ οἱ αἰεὶ φθίνουσι νύκτες τε καὶ ἤματα δακρυχεούσῃ. ὃ παρωδηθὲν ἁρμόττει καὶ ἐπὶ ἀνδρὸς πάνυ παθαινομένου. (Vers. 201.) Πόθου δὲ ποιητικώτερον ἡ ἐν ἄλλοις ποθὴ, ἧς ἡ κίνησις κατὰ τὸ χόλος χολὴ, βίοτος βιοτὴ, καὶ ὅσα ἄλλα πολλὰ τοιαῦτα. ἐκ τοῦ πείθω δὲ καὶ ὁ πόθος καὶ ἡ ποθὴ, ἀπελεύσει δηλαδὴ τοῦ ι τῆς ει διφθόγγου, εἶτα ἀντενθέσει κανονικῇ τοῦ ο μικροῦ. ἄλλως γὰρ ποῖθος καὶ ποιθὴ ὤφειλον εἶναι κατὰ τὸ λείβω λοιβὴ καὶ τὰ ὅμοια. Ἰστέον δὲ, ὅτι καὶ ὄνομα ἄνθους ὁ πόθος, καθὰ δηλοῖ καὶ Ἀθήναιος γράψας οὕτως· ἄνθη θερινὰ, λυχνίς, κρίνον, ἴφυον, ἀμάρακος ὁ Φρύγιος. ἔστι δέ φασιν ὁ πόθος καλούμενος. διττὸς δὲ οὗτος, ὁ μὲν ἔχων ἄνθος ὅμοιον ὑακίνθῳ, ὁ δ' ἕτερος ἄχρως, ἔκλευκος, ᾧ χρῶνται πρὸς τοὺς τάφους. καιρία δὲ λέξις ἐν τοῖς Ὁμηρικῶς εἰρημένοις ὁ πόθος ὥσπερ καὶ τὸ ποθεῖν. ποθεῖν μὲν γὰρ ἐπὶ τῶν ἀπόντων, ἐρᾶν δὲ ἐπὶ τῶν ἐν ὄψει, οἷον· ὡς σέο νῦν ἔραμαι, τῆς παρούσης δηλαδὴ Ἥρας. (Vers. 202.) Ἀγανοφροσύνην δὲ τὴν πραότητα λέγει. Εἰς δὲ τὸ ἀνωτέρω γνωμικῶς παρασημανθὲν ἤγουν εἰς τὸ, ὅτι καὶ ἡ ἄκρα λύπη ἐπιτέμνει τὴν ζωὴν καθὰ καὶ τὴν τῆς Ἀντικλείας, σημείωσαι ὅτι καὶ τὸ, αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι, τοιοῦτόν τι δηλοῖ ὡς καὶ ἡ κατα πρόθεσις ἐμφαίνει, καὶ οὐ μόνον τὴν ἁπλῶς ὑπολαλεῖ πολίωσιν, ὡς ὁ κωμικὸς ἀστεΐζεται ἐν τῷ πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανὸν, ἀλλὰ καὶ τὴν εἰς Ἅιδου κατένεξιν διὰ γῆρας. ὁ δὲ εἰπὼν τοὺς ποθοῦντας ἐν ἅματι γηράσκειν ἤγουν ἐν μιᾷ ἡμέρᾳ διὰ λύπην τὴν ἐπὶ τῇ ἐξ ἀλλήλων ἀποδημίᾳ, ὑπερβολικῶς ἐπέτεινεν, ὡς ἀλλαχοῦ δηλοῦται, τὸ νόημα. οἷα τὸ Ὁμηρικὸν αἶψα, καὶ τὸ ταχὺ τοῦ κωμικοῦ, ἀποστενώσας εἰς ἓν ἦμαρ. τί δὲ δεῖ καταῤῥητορεύειν λύπης τε καὶ κακότητος κακῶς διατιθεμένων τὰ κατ' ἄνθρωπον, εἴγε καὶ τὸ ταύταις ἀνάπαλιν ἡ ἄγαν τρυφὴ ταυτὸ δύναται; καὶ ἐρανιστέον ἐνταῦθα ἐκ τῶν τοῦ δειπνοσοφιστοῦ ὡς λίαν χρήσιμον, ὅτι καὶ τὰ φιλητὰ τοῖς τρυφῶσι μύρα τὴν ὀνομασίαν κατὰ Χρύσιππον ἀπὸ τοῦ μόρου ἔλαβον, ἐπειδὴ οὐ μόνον πολλῷ μόρῳ καὶ πόνῳ ματαίῳ γίνονται, ἀλλὰ καὶ ὅτι εὐοδοῦσιν εἰς μόρον διὰ ξηρότητα. ὡς γάρ φησιν Ἀριστοτέλης, καὶ μυριζόμενοι ἄνθρωποι πολιώτεροι γίνονται. τὸ γὰρ μύρον ξηραντικόν. αὐχμηροὶ δέ φησιν οἱ μυριζόμενοι. ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ. εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτ' ἔνδεια θερμοῦ ἡ ξηρότης μαραίνει. διό φησι καὶ τὰ πιλία θᾶττον ποιεῖ πολιούς. ἐκπίνεται γὰρ ἡ οἰκεία τῆς τριχὸς ὑγρότης. οὐκ ἄχαρι δ' ἐνταῦθα προσεννοήσασθαι, ὡς διὰ τὴν ὡς εἴρηται τῆς ὑγρότητος ἔνδειαν, δι' ἣν καὶ ἀλίβαντες οἱ