# Commentarii ad Homeri Odysseam 1.411.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.411.1

παραλήγουσαν, δηλοῖ σὺν τοῖς ἄλλοις ἱστορικοῖς καὶ ὁ γράψας τεχνικὸς τὸ Νειλεὺς ἐν διφθόγγῳ, οὐχ' ὁ πατὴρ τοῦ Νέστορος ἀλλ' ὁ Ἀττικὸς, ὁ καὶ Νείλεως, οὗ γενικὴ Νείλεω, ὡς Μενέλεω. τούτου δὲ Νειλεῖδαι οἱ ἀπόγονοι, ὡς καὶ Εὐνεῖδαι φησὶν οἱ τοῦ Εὔνεω. τοῦ δὲ τοιούτου Νειλέως καὶ τῶν ἐξ αὐτοῦ Νειλειδῶν, ἀποικία περιᾴδεται εἰς Ἀσίαν ἀξία λόγου. καὶ οὕτω μὲν καὶ τοῦτο. (Vers. 255.) περὶ δὲ Ἰαωλκοῦ εἴτουν Ἰωλκοῦ ἡ Βοιωτία δηλοῖ. (Vers. 256.) Περὶ δὲ Πύλου ἠμαθόεντος ὡς οὐχ' οὕτω παρὰ τὴν ἄμαθον γίνεται ἀλλ' ὁμωνύμως ποταμῷ οὕτω καλεῖται, ἐπειδὴ τριῶν ὄντων Πύλων, ποταμοὶ αὐτοὺς παραῤῥέουσι καλούμενοι ἀμαθόεντες ἀφ' ὧν ἐοίκασι καὶ αὐτοὶ οὕτω καλεῖσθαι, ἀλλαχοῦ ἱκανῶς ἐῤῥέθη. (Vers. 235.) Κρηθεὺς δὲ Σαλμωνέως ἦν ἀδελφός. ἀμφότεροι δὲ παῖδες Αἰόλου καὶ Λαοδίκης τῆς Ἀλωέως. περὶ δὲ Σαλμωνέως φασὶν οἱ νεώτεροι, ὡς ἄρα ὁ ἀνὴρ ἀσεβὴς ἦν, ἀντιβροντῶν τε καὶ ἀνταστράπτων τῷ Διῒ, δι' ἃ καὶ ἐκεραυνώθη. Ὅμηρος μέντοι οὐκ οἶδε τοιοῦτόν τι, ἀλλὰ ἀμύμονα τὸν Σαλμωνέα φησίν. ἱστορεῖται δὲ καὶ περί που τὴν Ἠλεῖαν βασιλεῦσαι ὁ Σαλμωνεύς. ὅθεν καὶ μία τῶν ὀκτὼ περὶ Πίσαν πόλεων αἳ καὶ Πισάτιδες λέγονται Σαλμώνη ἐκλήθη ἀπ' αὐτοῦ. Ἰστέον δὲ ὡς εἰ καὶ ἀντιβροντᾶν καὶ ἀνταστράπτειν ὁ Σαλμωνεὺς τῷ Διῒ λέγοιτο, οὐκ ἂν θεομαχοίη Διὸς νοουμένου τοῦ ἀέρος, ἀλλὰ σοφὸς ἂν εἴη μηχανικός. καθ' ἣν σοφίαν καὶ ἄλλοι ἐποίησαν ὅμοια. τό τε γὰρ βροντεῖον παρὰ τοῖς παλαιοῖς σκεῦος ἦν ἀποτελεστικὸν μυκήματος βροντῆς διὰ ψηφίδων ἐνιεμένων. καὶ αἱ τοῦ Ἀρχιμήδους δὲ καυστικαὶ διὰ κατόπτρων ἀστραπαὶ δηλοῦνται ἐξ ἱστοριῶν. ἱστορεῖται δὲ καὶ σοφός τις ὃς σεισμόν τε οἴκου τινὰ διὰ μηχανῆς καὶ ἀστραπηβόλους δὲ ἀκτῖνας τεχνησάμενος κατὰ ἐχθροῦ ἐνοσίχθων τε ὑπ' ἐκείνου ἐπεκαλεῖτο καὶ τερπικέραυνος. (Vers. 237.) Τὸν δὲ ῥηθέντα Ἐνιπέα ὁ γεωγράφος Πελοποννήσιον οἶδε ποταμὸν ἐμβάλλοντα εἰς τὸν Ἀλφειόν. ὁ γὰρ ἐν Θετταλίᾳ Ἐνισεύς φησι λέγεται καὶ οὐ διὰ τοῦ π Ἐνιπεύς. λέγει δὲ καὶ ὅτι ἀπὸ Ὄθρυος ῥέων ὁ τοιοῦτος Ἐνισεὺς δέχεται τὸν Ἀπιδανὸν κατενεχθέντα ἐκ Φαρσάλων. (Vers. 238.) ὄνομα δὲ ὄρους ἡ Ὄθρυς. εἰ δὲ νῦν μέν φασι κάλλιστον ποταμῶν τὸν Ἐνιπέα ὁ ποιητὴς λέγει, ἐν δὲ Ἰλιάδι τοιοῦτον εἶπε τὸν ἄξιον ποταμὸν, ἔστι νοῆσαι, ὡς ἐκεῖ μὲν τοῦ ἀξίου τὸ ὕδωρ ἐσέμνυνεν, ἐνταῦθα δὲ τὸ σῶμα τοῦ μυθικοῦ Ἐνιπέως. ὅθεν καὶ ἐρᾶται ὡς ἐπαφρόδιτος. ὅτι δὲ τὰς αἰσχρὰς ἐν ποταμοῖς φιλότητας μυθοποιΐαις οἱ παλαιοὶ ἐσέμνυνον ὁποῖά τις ἐνταῦθα ἡ κατὰ τὸν Ἐνιπέα καὶ τὴν Τυρὼ καὶ τὸν Ποσειδῶνα, εἴσεταί τις ἐντυχὼν καὶ τῷ τοῦ Αἰσχίνου ἐπιστολιμαίῳ Κίμωνι, καὶ μαθὼν τὸ ἐκεῖ λεχθὲν ὑπό τινος ἐγχωρίου κόρης· λάβε μου Σκάμανδρε τὴν παρθενίαν. ποῖον δὲ προσφωνεῖ ἐκεῖ Σκάμανδρον ἡ παῖς, δῆλον. Κίμωνα γὰρ τὸν τοῦ Αἰσχίνου ἑταῖρον, ὃς ἐν Σκαμάνδρῳ λουομένην ἔγνω αὐτήν. δῆλον δὲ καὶ ὅτι τὸ νυμφικὸν λοῦμα ταῖς παρθένοις ἐν ποταμοῖς ἐγίνετο διὰ τὸ κουροτρόφους μὲν τοὺς ποταμοὺς λέγεσθαι, ἔφεσιν δὲ καὶ αὐταῖς εἶναι, κούρους καὶ κούρας ἀπὸ γάμου τεκεῖν, καὶ γονίμως ἔχειν κατὰ τὸ ἐν ποταμοῖς γόνιμον. (Vers. 235.) Ὅρα δὲ ὅτι κἀνταῦθα ἔκγονος διὰ τοῦ κ ἡ παῖς οὐ μὴν ἔγγονος διὰ τοῦ γάμμα. καὶ τηρεῖ, φασὶν, Ὅμηρος τοῦτο δι' ὅλης τῆς ποιήσεως αὐτοῦ, οἷον καὶ ἐν τῷ, κείνου ἔκγονός ἐσσι. ἀπόγονος δέ φασιν ἤτοι υἱὸς ἢ ἔτι ἄνωθεν. καταχρῶνται δέ φασιν ἔσθ' ὅτε οἱ ἱστορικοὶ τῷ ἀπογόνῳ ἀντὶ τοῦ υἱοῦ. εἴη ἂν οὖν κυριολεκτικῶς ἔκγονος μὲν ὁ προσεχῶς ἔκ τινος γεννηθεὶς, ἔγγονος δὲ ὁ ὡς εἰπεῖν ἐγγύγονος. ἀπόγονος δὲ ὁ ἀποτέρω γόνος. (Vers. 236.) Ἔτι ὅρα καὶ ὅτι ποικιλίαν θηρώμενος ἐνταῦθα ὁ ποιητὴς φάτο εἰπὼν καὶ εἶναι ἐν τῷ ἐφεξῆς στίχῳ, φῆ καὶ ἔμμεναι λέγει. (Vers. 238.) Τὸ δὲ πολὺ κάλλιστος πρὸς πλείω ἐῤῥέθη ἐπίτασιν, ἤρκει γὰρ τὸ κάλλιστος. (Vers. 238.) Τοῦ δὲ καλλίστου ποταμοῦ καλὰ πάντως καὶ τὰ ῥέεθρα. (Vers. 241.) Τὸ δὲ παρελέξατο καὶ τὸ ἐτέλεσε φιλοτήσια ἔργα, σεμνῶς ἐῤῥέθη. καθὰ καὶ τὸ, (Vers. 244.) λῦσε δὲ παρθενίην ζώνην, ὡς καὶ Ἑρμογένης παρασημαίνεται. Ὅτι δὲ ἐν τῷ παρθένος, ἐξ οὗ καὶ παρθενία ζώνη, ἡ παρα πρόθεσις κεῖται, παρθένος γὰρ ἡ ἐστερημένη τοῦ θεῖσθαι ἤγουν θηλάζειν, δηλοῦσιν οἱ παλαιοί. (Vers. 242.) Τοῦ δὲ περιστάθη κῦμα οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν. (Vers. 243.) Τὸ δὲ κυρτωθὲν κῦμα ὡς εἰς θαλάμου ὄροφον ἐσχεδίασται, ἵνα κρύψῃ ἔσω τοὺς ἐραστάς. διὸ καὶ εἰς ὄρον ἐξισοῦται ὡς ἂν ἐξαρκέσῃ καὶ περιστῆναι καὶ καμφθῆναι κυρτωθὲν, ὡς εἰς θάλαμον. (Vers. 247.) Τὸ δὲ χαῖρε φιλότητι ἀντὶ τοῦ, τῇ μίξει. ὅθεν καὶ φιλοτήσια ἔργα τὰ κατὰ τὸν ἔρωτα. (Vers. 248.) Τὸ δὲ περιπλομένου ἐνιαυτοῦ ἀντὶ τοῦ συμπληρουμένου, οὐ μὴν καὶ πεπληρωμένου ἤδη. ὥστε καὶ τὸ, περιπλομένων ἐνιαυτῶν, οὕτω πως χρὴ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
