# Commentarii ad Homeri Odysseam 1.412.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.412.1

νοεῖν. Τὸ δὲ τέξεις κυριολεκτεῖσθαι λέγεται ἐπὶ μητρὸς, ὡς δηλοῖ ὁ γράψας ὅτι τεκεῖν μὲν ἐπὶ μητρὸς, γεννῆσαι δὲ ἐπὶ πατρός. οὐ κυρίως οὖν φησὶν εἴρηται τὸ, ἀθάνατος τέκετο Ζεὺς, οὐδὲ τὸ, τίκτε μ' ἀνὴρ πολλοῖς ἀνάσσων Μυρμιδόνεσσι. καὶ οὕτω μὲν αὐτός. ἡ δὲ κοινὴ χρῆσις κοινοῦται ἀμφοῖν τοῖν τοῦ καθ' ἡμᾶς γένους ἀρχηγοῖν τὰς εἰρημένας λέξεις. γεννήτορας γὰρ αὐτούς φαμεν καὶ γειναμένους καὶ τεκόντας. ὡς τὸ, ἆρ' οἱ τεκόντες διαφέρουσι; καὶ μὴν καὶ τὰ ἐξ αὐτῶν, τέκνα ἐπίσης καὶ ἐκείνου καὶ ἐκείνης καθωμίληνται. Ἀποφώλιοι δὲ εὐναὶ οὐκ αὐτὸ τοῦτο ἀπαίδευτοι, ἀλλὰ μᾶλλον ἀδόκιμοι κατὰ τοὺς παλαιοὺς, ἄγονοι, ἄκαρποι. ἐκ μεταφορᾶς δὲ ὠῶν καὶ τοῦτο ἅπερ ἀποῤῥιπτοῦνται τῶν φωλεῶν ὡς οὔρια. ἐνταῦθα δὲ μνηστέον τοῦ εἰπόντος ὅτι ἐπὶ ἑρπετῶν ὁ φωλεὸς ἐφ' ὧν καὶ τὸ φωλεύειν. καὶ ῥητέον, ὡς οὐ πάντη ἐκεῖνος ἠλήθευσεν. ἄρκτοι γὰρ μὴ ἑρπετὰ οὖσαι φωλεῖν λέγονται, ὃ ταυτόν ἐστι τῷ φωλεύειν. ᾧ παράκειται ὁ φωλεός. αἱ τοιαῦται δὲ καὶ φωλάδες λέγονται, ὅτε φωλοῦσιν. ἀποφωλίου δὲ χρῆσις παρ' Ὁμήρῳ καὶ ἐν τοῖς πρὸ τούτων. (Vers. 249.) Κομέειν δὲ καὶ ἀτιτάλλειν, ὅ ἐστιν ἀτάλλειν, τῆς αὐτῆς σημασίας εἰσίν. ἔστι δὲ κομεῖν μὲν, ὥσπερ καὶ κομίζειν, τὸ ἐπιμελεῖσθαι καὶ κομιδῆς ἀξιοῦν. ἀτάλλειν δὲ τὸ ἀναπαύειν καὶ μὴ ἐᾶν τλῆναί τι πρὸς πόνον. (Vers. 256.) Ἑτέρους δὲ τοὺς Κρηθείδας λέγει κατὰ κυριολεξίαν, ὡς πρὸς δύο γένη τό τε ἐκ τοῦ Κρηθέως. τὸ γὰρ ἕτερος ἐπὶ δυεῖν τινῶν λεγόμενον τὸ ἓν ἐκ τῶν δύο δηλοῖ. (Vers. 250.) Ὅτι ἐποχὴν λόγου παραινεῖ τὸ, νῦν δ' ἔρχευ πρὸς δῶμα καὶ ἴσχεο μὴ δ' ὀνομήνῃς ἤτοι ἐξ ὀνοματός με εἴποις. (Vers. 259.) Ὅτι Ἀντιόπη κατὰ μὲν Ὅμηρον θυγάτηρ ἦν Ἀσωποῦ Θηβαίου ποταμοῦ. οἱ δὲ νεώτεροι Νυκτέως αὐτὴν ἱστοροῦσι. ταύτης καὶ Διὸς υἱοὶ, Ζῆθος καὶ Ἀμφίων, (Vers. 262.) οἰκισταὶ Θηβῶν, οἳ θεσπέσιόν τι χρῆμα ἔσχον ἐκ Διὸς ἢ Ἀπόλλωνος. διὰ λύρας γὰρ ἀνακρουόμενοί φασι μέλος ἐτείχισαν Θήβας, τῶν λίθων ὥσπερ ὑπὸ τῷ θρυλουμένῳ Ὀρφεῖ, οὕτω καὶ ὑπὸ τούτοις κηλουμένων ὁποῖα ἐμψύχων, καὶ κινουμένων, καὶ ἀλλήλοις ἐπιστοιβαζομένων εἰς τειχισμόν. ὡς τάγε πρῴην ἀτείχιστοι οὖσαι ὑπὸ Φιλεγύων ἐβλάπτοντο, οἳ τοὺς ἐκεῖ ἐσίνοντο. Ζήθου δὲ καὶ Ἀμφίονος θανόντων, Εὐρύμαχος Φλεγύων βασιλεὺς, περὶ ὧν ἀκριβέστερον ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται, τὰς Θήβας ἠρήμωσε. Κάδμος δὲ ὕστερον ἀνέκτισε. καὶ οὕτω μὲν ἕτεροι. Ὅμηρος δὲ οὐκ οἶδε τὸν ῥηθέντα διὰ λύρας τειχισμὸν, ἀλλὰ τὴν ἱστορίαν ἀποστενῶν φησὶν οὕτως· Ἀντιόπην ἴδον Ἀσωποῖο θύγατρα, ἣ δὴ καὶ Διὸς εὔχετ' ἐν ἀγκοίνῃσιν ἰαῦσαι. καί ῥ' ἔτεκε δύο παῖδε Ἀμφίονά τε Ζῆθόν τε, οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο, πύργωσάν τε. ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ' ἐδύναντο ναιέμεν εὐρύχορον Θήβην κρατερώ περ ἐόντε. (Vers. 264.) καὶ τὸ μὲν κρατερὸν συνεβάλετο αὐτοῖς εἰς τὸ ἀπερύκειν τοὺς εἴτε παροξυτόνως Φλεγύας, εἴτε προπαροξυτόνως Φλέγυας. (Vers. 263.) οἱ δὲ ἀλλὰ καὶ ἀγαθοὶ βασιλεῖς εἶναι φαίνονται καὶ μειλίχιοι. διὸ καὶ μετὰ λύρας πυργῶσαι τὰς Θήβας ᾄδονται, ὡς ἐμμελῶς καὶ ἱλαρῶς καὶ ὡς εἰπεῖν ἐμμούσως καὶ δίχα τοῦ ἄπῳδόν τι τοῖς ὑπηκόοις ἐνδείξασθαι, τειχίσαι τὴν πόλιν, ἣν ἑπτάπυλόν φασιν ἤνοιξαν ἐκεῖνοι διὰ τὸ ἑπτάχορδον εἶναι τὴν λύραν αὐτοῖς, ὡς εἶναι τὰς ἐκεῖ πύλας ἰσαρίθμους ταῖς ῥηθείσαις χορδαῖς. ὁ δὲ γεωγράφος καὶ τὴν Τερπάνδρου ἑπτάχορδον ἱστορεῖ. (Vers. 260.) Τὸ δὲ Διὸς ἐν ἀγκοίναις ἰαῦσαι, σεμνῶς εἴρηται ἐπὶ μίξεως. λειότερον ἐκφωνηθὲν τοῦ ἀγκὰς ἔμαρψεν ἣν παράκοιτιν. τούτοις δὲ ὅμοιον μετ' ὀλίγα ἐπὶ Ἀλκμήνης τὸ, ἐν ἀγκοίναις Διὸς μεγάλοιο μιγεῖσα. (Vers. 262.) Τὸ δὲ πρῶτοι ἔκτισαν, διαστέλλει αὐτοὺς τοῦ μεταταῦτα, ὡς ἐῤῥέθη, ἀνακτίσαντος Κάδμου. Τὸ δὲ πύργωσαν τειχισμὸν πόλεως διασαφεῖ. τὸ γὰρ ἔκτισαν καὶ ἐπὶ ἑτέρων οἰκοδομημάτων λέγεται. (Vers. 265.) Ὅτι τὸν πολὺν Ἡρακλέα πολλαχοῦ τῆς τε Ἰλιάδος καὶ τῆς Ὀδυσσείας καταμερίσας ἱστορικῶς ὁ ποιητὴς, ἐνταῦθα μικροῦ τινὸς αὐτὸν ἀξιοῖ λόγου. διὸ καὶ περὶ τὴν αὐτοῦ μητέρα σμικρολογεῖται, εἰπών· Ἀλκμήνην ἴδον Ἀμφιτρύωνος ἄκοιτιν, ἥπερ Ἡρακλέα γείνατο Διῒ μιγεῖσα. καλεῖ δὲ αὐτὸν θρασυμέμνονα θυμολέοντα καὶ μένος αἰὲν ἀτηρῆ. Ἰστέον δὲ ὅτι φθάσας εἰπεῖν, ὡς πρώτην Τυρὼ ἴδον, εἶτα ὅτι Ἀντιόπην ἴδον, ἐνταῦθα τρεῖς ἡρωΐδας εἰς ἓν συνάγει ῥῆμα, εἰπών· Ἀλκμήνην ἴδον καὶ Μεγάραν καὶ Ἐπικάστην. ἐπαναπαυσάμενος δὲ τῷ τοιούτῳ ῥήματι ἐρεῖ ἐφεξῆς καὶ Χλῶριν ἴδον, καὶ Λήδην ἴδον, καὶ Ἰφιμέδειαν εἰσίδον. εἶτα καθ' ὑπαλλαγήν τινα εἰπὼν Φαίδρην τε Πρόκριν τε ἴδον καὶ Ἀριάδνην ἐπάγει πάλιν· Μαῖράν τε Κλυμένην τε ἴδον καὶ Ἐριφύλην. καὶ οὕτω διὰ πασῶν τῶν ἡρωΐδων ἀρκεσθήσεται ἀγαγὼν ἓν ῥῆμα τὸ ἐκ τοῦ ἰδεῖν. (Vers. 280.) Ἰστέον δὲ ὡς ἐν τούτοις Χλῶρις

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
