# Commentarii ad Homeri Odysseam 1.413.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.413.1

ἡ τῆς Χλώριδος νοεῖται ψυχή, (Vers. 268.) καθὰ ὁ παραφραστὴς Δημοσθένης δηλοῖ ἐν τῷ, ἴδον ἐνταῦθα Χλῶριν, λέγω δὲ τὴν ψυχὴν τῆς Χλώριδος. καὶ τοῦτό φησιν ἔστω μοι ἐπὶ πάσης. Ὅτι Μεγάρα Κρέοντος θυγάτηρ βασιλέως Θηβῶν Ἡρακλεῖ γημαμένη ἔσχε παῖδας τρεῖς. Ἡρακλέος δὲ σταλέντος τὴν εἰς Κέρβερον ἐκάκου τοὺς Ἡρακλείδας τούτους Λύκος βασιλεὺς τηνικαῦτα Θηβῶν. Ἡρακλῆς δὲ ἄνω γενόμενος ἀνεῖλεν ἐκεῖνον αὐτῇ γυναικὶ καὶ τέκνοις. Ἥρας δὲ χόλῳ εἰς μανίαν συνελαθεὶς διεχειρίσατο καὶ τοὺς παῖδας, ὧν χάριν ἀνεῖλε τὸν Λύκον. διὸ καὶ τεκνοραίστης κεῖται παρὰ Λυκόφρονι. ὡς δέ τινές φασι, καὶ τὴν Μεγάραν διεχειρίσατο. μέλλων δέ φασι καὶ τὸν ἀδελφὸν Ἰφικλέα διαθέσθαι τὰ ὅμοια, ἐκωλύθη φθάσαντος ἐκείνου κατὰ φύσιν θανεῖν. ἑτέρωθεν δὲ τὰ τῆς ἱστορίας ταύτης. Ὅμηρος γὰρ στίχῳ ἑνὶ περιέγραψε τὴν Μεγάραν οὐδέν τι προσεπειπὼν, ὃ καὶ ἐφ' ἑτέρων τινῶν ποιήσει ἐν τοῖς ἑξῆς, ποικιλίαν καὶ οὕτω τεχνώμενος τῷ λόγῳ ἐκ τοῦ, τῶν μὲν πλατύτερον μεμνῆσθαι, τῶν δὲ πρὸς μόνα ὀνόματα διὰ τὸ δῆλα εἶναι τὰ περὶ τῶν τοιούτων ἱστορούμενα. Τὸν δὲ Κρέοντα Κρείοντα ἔφη ὁ ποιητὴς ὡς ταυτὸν ὂν οὕτως ἢ οὕτως εἰπεῖν. (Vers. 270.) Ὅτι τὴν τοῦ Οἰδίποδος φύσει μὲν μητέρα, δυσποτμίᾳ δὲ γυναῖκα Ἰοκάστην Ἐπικάστην ὁ ποιητὴς οἶδεν. ἣν καὶ καλὴν ὀνομάζει. καὶ ἱστορῶν ἐν βραχεῖ τὰ κατ' αὐτὴν οἷα ὡς εἰκὸς φειδόμενος ἐμπλατύνεσθαι τοῖς περὶ τούτων λόγοις φησίν· (Vers. 271.) ἣ μέγα ἔργον ἔρεξαν ἀϊδρείῃσι νόοιο, ἤγουν κατὰ ἄγνοιαν, γημαμένη ᾧ υἱεῖ, ἤγουν τῷ ἑαυτῆς υἱῷ. ὁ δ' ὃν πατέρ' ἐξεναρίξας γῆμεν. ἄφαρ δ' ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν. ἀλλ' ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς. (Vers. 276.) ἡ δ' ἔβη εἰς Ἀΐδαο πυλάρταο κρατεροῖο, ἤγουν τέθνηκεν, ἁψαμένη βρόχον αἰπὺν ἀφ' ὑψηλοῖο μελάθρου, ᾧ ἄχεϊ σχομένη, ἤγουν οἰκείαν σχοῦσα λύπην. τῷ δ' ἄλγεα κάλλιπεν ὀπίσσω πολλὰ μάλα, ὅσσα τε μητρὸς (Vers. 279.) Ἐριννύες ἐκτελέουσιν. εἶεν δ' ἂν ταῦτα οὐ τὰ ὑπ' ἄλλων ἱστορηθέντα, ἡ λεγομένη φυγὴ τῆς πατρίδος καὶ ἡ πλάνη καὶ ἡ τύφλωσις, ἀλλ' ἡ κατάῤῥησις τῶν εἰδότων, ἡ ἐκ τῶν πολιτῶν περιφρόνησις, ἡ τῶν προσγενῶν ἀποστροφὴ, τηκεδόνες νόσων, φόβοι ὡς εἰκὸς νύκτεροι, τὸ δὲ μεῖζον, ἡ σύνεσις, ὅτι σύνοιδεν εἰργασμένος δεινά. τῇ δὲ τῶν ἄλλων προσγενῶν ἀποστροφῇ συνεισακτέα καὶ ἡ τῶν ἀῤῥένων παίδων, οἳ καὶ ἀπώλοντο ἀλληλοκτονήσαντες διὰ τὰς ἐκ τοῦ πατρὸς ἀράς. ὧν αἴτιον κατά τινας, ὅτι παρέθεντο ἐκεῖνοι τῷ πατρὶ ἐκπώματα ἅπερ ἐκεῖνος ἀπηγορεύκει. ἤσαν δὲ ἐκεῖνα κατὰ τὸν πεποιηκότα τὴν κυκλικὴν Θηβαΐδα πατρὸς ἑοῖο τιμήεντα γέρα, τουτέστι τοῦ Λαΐου. ἐλύπησε γὰρ ὡς ἔοικε τὸν γέροντα οὐ μόνον ἡ τῶν τέκνων παρακοὴ, ἀλλὰ καὶ ἡ ἀνάμνησις τοῦ πατρικοῦ φόνου. ἄλλοι δέ γε βρωμάτων τινῶν χάριν τὸν Οἰδίπουν καταράσασθαι τοῖς τέκνοις ἱστόρησαν, λυπεῖ γάρ ποτε καὶ τράπεζα μὴ γέρας ἔχουσα, ὁποία τις καὶ ἡ κατὰ τὸν εἰπόντα, γεραρὴ τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη. Δοκεῖ δὲ ἀπορίαν ἔχειν, πῶς αἱ μὲν τῆς μητρὸς Ἐριννύες ἄλγεα τῷ Οἰδίποδι ἐκτελέουσιν, αἱ δὲ τοῦ φονευθέντος πατρὸς, οὔ. καὶ ἔστιν εἰπεῖν, ὡς τυχὸν ὁ Οἰδίπους ἐλύπησέ τι πλέον ἤπερ ἔδει τὴν μητέρα γνωσθέντος τοῦ κακοῦ, διὸ καὶ μετῆλθον αὐτὸν αἱ μητρικαὶ Ἐριννύες. εἰ γὰρ διὰ μόνον τὸν ἔκθεσμον γάμον μετέρχονται αὐτὸν, οὐκ ἂν ἀφῆκαν αὐτὸν ἔξω ποινῆς οὐδὲ διὰ τὸν πατέρα οὐχ' ὁσίως πεφονευμένον. Σημείωσαι δ' ἐν τούτοις καὶ ὡς εἴπερ ἄλγεα πάσχων ἤνασσε Καδμείων ὁ Οἰδίπους μέχρι τέλους, ὡς φαίνεται δοκεῖν Ὁμήρῳ, οὐκ ἄρα ἔφευγεν ἢ ἐπλανᾶτο κατὰ τοὺς τραγικούς. εἰ δὲ καὶ ἐτύφλωσεν αὑτὸν, οὐκ ἂν αὐτὸ ἐσίγησεν ὁ ποιητὴς, ὡς οὐδὲ τὴν ἀγχόνην τῆς Ἐπικάστης. Ἰστέον δὲ καὶ ὅτι ἀνέστρεψε τὴν τοῦ διηγήματος ἀρχὴν Ὅμηρος μνησθεὶς πρῶτον τοῦ γάμου τῆς μητρὸς, εἶτα τοῦ φόνου τοῦ πατρός. καὶ τοῦτο οὐχ' ἁπλῶς κοινότερον, ἀλλὰ στρυφνότερον. οὐ γὰρ ἔφη γημαμένη τῷ υἱῷ ἐξεναρίξαντι τὸν πατέρα, ἀλλὰ γημαμένη τῷ υἱῷ. (Vers. 273.) ὁ δὲ, τὸν πατέρα ἐξεναρίξας, ἔγημε, τὴν μητέρα δηλαδὴ, σιγηθεῖσαν διὰ τὸ μὴ καλὸν εἶναι διασαφεῖσθαι τὰ αἰσχρά. (Vers. 270.) Ὁ δὲ Οἰδίπους καὶ Οἰδιπόδης λέγεται ποιητικῶς, κληθεὶς οὕτω διὰ τὸ οἴδημα, ὃ ἔπαθε τρυπηθεὶς τοὺς ἀστραγάλους τῶν ποδῶν, ὅτε βρέφος ὢν ἐξετέθη ὡς ἱστοροῦσιν οἱ τραγικοί. ὅτι δὲ ἄλλως καὶ ἄλλως τὰ κατὰ τὸν Οἰδίποδα καὶ τὸν Λάϊον λέγεται, δῆλον μὲν ἐξ ἄλλων, οὐχήκιστα δὲ καὶ ἐκ τοῦ ἱστορήσαντος ὅτι Σφὶγξ γυνή τις ἦν εἰδεχθὴς περί που Βοιωτίαν, λῃστρικὴ καὶ φονία, ὡς Παλαιφάτῳ δοκεῖ. Οἰδίπους δὲ ἀνεῖλεν αὐτὴν, προσποιησάμενος φιλίαν καὶ συμμαχίαν. ὅθεν ἐτιμήθη ἄγαν ὑπὸ Θηβαίων. ἐφ' οἷς φθονήσας Λάϊος ἐπέξεισι καὶ θνήσκει ἐν τῇ μάχῃ, καὶ τότε ἡ μήτηρ λαμβάνει αὐτόν. ὡς δὲ ἔγνω ἀπο-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
