# Commentarii ad Homeri Odysseam 1.417.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.417.1

ὅτι Νηλεὺς δὲ τὴν θυγατέρα ἐδίδου ὃς ἂν τὰς μητρικὰς βόας ἐξελάσῃ τῆς Φυλάκης πόλεως Θετταλικῆς. (Vers. 289.) Ὅτι δὲ τὸ βίη Ἰφικληείη περιφραστικῶς δηλοῖ τὸν Ἰφικλῆν, δῆλον, καθὰ καὶ τὸ βίη Ἡρακληείη τὸν Ἡρακλῆν. Ἀγροιῶται δὲ οἱ ἀγρόται, κατὰ διπλοῦν πλεονασμὸν τοῦ τε ι δηλαδὴ καὶ τοῦ ω μεγάλου. (Vers. 293.) Τὸ δὲ ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι καὶ ἑξῆς ἕως τοῦ, ἐπήλυθον ὧραι, φράσις ἐστὶν ἐνιαυσίας ἀνακυκλήσεως. (Vers. 294.) Καὶ ὅρα τὸ, ἐπήλυθον ὧραι, αἱ τοῦ δευτέρου δηλαδὴ ἔτους τοῦ ὡς οἷον εἰπεῖν μετὰ τὸν πρῶτον ἀνατέλλοντος, τοιοῦτον γάρ τι τὸ περιτέλλεσθαι. Ἐκ δὲ τοῦ ἐπήλυθον ὧραι αἱ ἐπίβδαι τοῖς Δωριεῦσιν ἐλήφθησαν, αἳ μεθέορτοι εἰσὶν ἡμέραι, ῥηθεῖσα οὕτω παρὰ τὸ ἐπιβαίνειν ταῖς ἑορταῖς ἤγουν ἐπ' αὐταῖς ἔρχεσθαι, τουτέστι μετ' αὐτάς. (Vers. 296.) τὸ δὲ Διὸς ἐτελείετο βουλὴ, καθὰ καὶ ἐν Ἰλιάδι, ἀντὶ τοῦ, ἐπληροῦτο τὸ πεπρωμένον. ἔστι δὲ ταυτὸν Διὸς βουλὴν εἰπεῖν καὶ θεοῦ μοῖραν, ὅπερ ἀνωτέρω ἐῤῥέθη ἐν τῷ, θεοῦ κατὰ μοῖρ' ἐπέδησεν. (Vers. 297.) Ὅτι ἡ Λήδα ἐξ Αἰτωλῶν ἦν Πλευρωνία, παῖς μὲν Θεστίου, ὡς καὶ ἀλλαχοῦ προεδηλώθη, Τυνδαρέου δὲ κατὰ τὸν ποιητὴν παράκοιτις τοῦ ἐκ Λακεδαίμονος, ἣ δὴ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε, Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα. τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα, οἳ καὶ νέρθεν γῆς τιμὴν παρὰ Ζηνὸς ἔχοντες, (Vers. 302.) ἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι, ἄλλοτε τεθνᾶσι. τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. τούτων δὲ κατὰ τοὺς νεωτέρους Πολυδεύκης μὲν θείου αἵματος λέγεται εἶναι, Κάστωρ δὲ θνητοῦ, τοῦ Τυνδάρεω γάρ. ὃν Ὅμηρος μὲν κοινῶς κλίνει καθὰ δηλοῖ τὸ, Τυνδαρέου παράκοιτιν ὡς Πανδαρέου, καὶ τὸ, ὑπὸ Τυνδαρέω παροξυτόνως λεχθέν. οἱ μέντοι μεθ' Ὅμηρον Ἀττικοὶ Τυνδάρεων προπαροξυτόνως φασὶν, ὡς Μενέλεων. οὕτω δὲ καὶ τὸν Πηνέλεων Ἀττικοὶ μὲν διὰ μακρᾶς ληγούσης προάγουσι καὶ προπαροξυτονοῦσι κατὰ πᾶσαν τὴν κλίσιν. ὁ δὲ ποιητὴς κοινότερον προφέρει, ὡς δηλοῖ καὶ τὸ, Πηνελέοιο ἄνακτος. (Vers. 299.) Ἰστέον δὲ ὅτι θρυλοῦνται οἱ ῥηθέντες Διόσκουροι ἐπὶ φιλαδελφίᾳ, καθὰ καὶ οἱ Ἀκτορίωνες, περὶ ὧν ἐν τῇ Ἰλιάδι ἐγράφη, οἳ καὶ Διόσκοροι δίχα τοῦ υ λέγονται, ἀδελφοὶ (Vers. 302.) ὄντες Ἑλένης, ἐφ' ὧν τὸ ἑτερήμεροι ζώουσιν, ἀντὶ τοῦ παρημέραν, ὡς μιᾷ μὲν τεθνάναι ἀμφοτέρους, τῇ ἑτέρᾳ δὲ ζῆν. ἡμισεύθη γὰρ τῷ Πολυδεύκει τὸ τῆς ἀθανασίας ἀΐδιον τῷ πρὸς ἡμέραν θανάτῳ, ἐν ᾗ συγκατακρύπτεται τῷ ἀδελφῷ. οὕτω δὲ καὶ τὸ συνεχὲς τοῦ θανάτου τῷ Κάστορι τῇ ἐφ' ἡμέραν ζωῇ ὁπηνίκα συναναβαίνεται τῷ ἀδελφῷ. καὶ ταῦτα παρατεθέντα ἓν παρ' ἓν τὸ ἑτερήμερον αὐτοῖς ἐξήρτυσαν. αἰνίττεται δέ φασιν ὁ μῦθος ταῦτα εἰς τοὺς ἐν οὐρανῷ διδύμους, οἷς οἱ αὐτοὶ λέγονται εἶναι οἱ Διόσκουροι. οἳ γενόμενοι μὲν κατὰ γῆς δοκοῦσιν οἷον τεθνάναι, ἀνατέλλοντες δὲ ζῆν λέγονται. ἕτεροι δὲ οὐ πάνυ πιθανῶς νοοῦντες τὸ ἑτερήμερον ἐπὶ τοῦ, τὸν μὲν, τῇ δὲ ζῆν τῇ ἡμέρᾳ ὡς τοῦ ἑτέρου ἐν νεκροῖς ὄντος, τῇ δὲ ἑτέρᾳ τὸν λοιπὸν ὡς θατέρου τεθνεῶτος εἰς τὰ δύο κατ' οὐρανὸν ἡμισφαίρια τοὺς Διοσκούρους ὑπονοοῦσιν, ὧν θάτερον μὲν ὑπὲρ γῆς ἀεί ἐστι, θάτερον δὲ ὑπὸ γῆν. ὅπερ ἀνατρέπων ὁ παραβάτης φησὶν, ὡς οὐκ ἔχει λόγον εἰρῆσθαι Διοσκούρους παρ' Ὁμήρῳ τὰ δύο ἡμισφαίρια τοῦ παντός. διὰ γὰρ τὸ ἀνεπαίσθητον τῆς τοῦ φωτισμοῦ φησὶ παραυξήσεως ἐν ἑκάστῃ ἡμέρᾳ οὐδὲ ἐπινοῆσαι ῥᾴδιον πῶς ἔστιν ἑκάτερον αὐτῶν ἑτερήμερον. λέγει δὲ μᾶλλον τοῖς κύκλοις ἐφαρμόζειν τὸ ἑτερήμερον τοῖς τε ἄλλοις καὶ τοῖς τροπικοῖς. καὶ ταῦτα μὲν κατὰ ἀλληγορίαν. ἡ δὲ ἱστορία πολλὰ τοὺς Διοσκούρους σεμνύνει. τὸ δὲ ἐξ ᾠοῦ γενέσθαι αὐτοὺς τῶν νεωτέρων ἔστι πλάσμα, κείμενον καὶ παρὰ Λυκόφρονι. Ὅμηρος δὲ οὐδὲν τοιοῦτον μυθολογεῖ, ἀρκούμενος μετριάζειν ἐν τοῖς τοιούτοις. οὕτω δέ πως καὶ Κλέαρχος αἰδούμενος οἷον ἐπὶ τῷ μυθικῷ τούτῳ λήρῳ εὑρὼν τὰ ὑπερῷα καλούμενα παρὰ τοῖς παλαιοῖς καὶ ᾠὰ εἶπε τὴν Ἑλένην ἐν τοιούτοις οἰκήμασι τραφεῖσαν φήμην πέμψαι πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη. Καὶ Νεοκλῆς μέν φασιν ὁ ἐκ Κρότωνος ἀπὸ σελήνης τὸ τοιοῦτον ἔφη ᾠὸν πεσεῖν. ᾠοτοκεῖν γὰρ τὰς σεληνίτιδας γυναῖκας φησὶ, καὶ τοὺς ἐκεῖ γενομένους πεντεδεκαπλασίους ἡμῶν εἶναι. καὶ οὕτω μὲν αὐτός. ὁ δὲ Ἔριφος, λόγιος δὲ ἦν καὶ αὐτὸς ἀνὴρ, χήνεια ληρεῖ ᾠά τε καὶ Μεγάλα τὴν Λήδαν τεκεῖν, ἐξ ὧν οἱ καὶ ἐν τῇ Ἰλιάδι κείμενοι Διόσκουροι. ὁ δὲ μελοποιὸς Ἴβυκος καὶ τοὺς μολιονίδας ὁμοίως παράγει ἐξ ᾠοῦ, εἰπὼν αὐτοὺς, ἅλικας ἰσοκεφάλους ἑνιγύους ἀμφοτέρους γεγαῶτας ἐν ᾠέῳ ἀργυρέῳ καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. ἡ δὲ λυρικὴ Σαπφὼ καὶ αὐτὴ στοιχοῦσα τῷ εἰρημένῳ περὶ τῶν Διοσκούρων μύθῳ, ἀλλ' αὐτὴ οὔτε ᾠὸν δυσυλλάβως οὔτε ὤεον διὰ τοῦ ε τρισυλλάβως γράφει, ἀλλὰ στίξασα καὶ οὕτως ἐκφωνήσασα τὸ ι προσγέγραπται ἐν τῷ ᾠὸν, τρισυλλάβως

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
